Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

εἰ δʼ, ὅπερ εἰκός ἐστι, παύσεσθε πολεμοῦντες, τίνα καλλίω καιρὸν εὑρήσετε τοῦ νῦν ὑπάρχοντος, ἐν ᾧ τὴν πρὸς τοὺς ἐπταικότας φιλανθρωπίαν ἀφορμὴν τῆς φιλίας ποιήσεσθε; μὴ γὰρ οἴεσθε τὸν τῶν Ἀθηναίων δῆμον τελέως ἐξησθενηκέναι διὰ τὴν ἐν Σικελίᾳ συμφοράν, ὃς κρατεῖ σχεδὸν τῶν τε κατὰ τὴν Ἑλλάδα νήσων ἁπασῶν, καὶ τῆς παραλίου τῆς τε κατὰ τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν ἔχει τὴν ἡγεμονίαν.

καὶ γὰρ πρότερον περὶ τὴν Αἴγυπτον τριακοσίας τριήρεις αὐτάνδρους ἀπολέσας τὸν δοκοῦντα κρατεῖν βασιλέα συνθήκας ἀσχήμονας ποιεῖν ἠνάγκασε, καὶ πάλιν ὑπὸ Ξέρξου τῆς πόλεως κατασκαφείσης μετʼ ὀλίγον κἀκεῖνον ἐνίκησε καὶ τῆς Ἑλλάδος τὴν ἡγεμονίαν ἐκτήσατο.

ἀγαθὴ γὰρ ἡ πόλις ἐν τοῖς μεγίστοις ἀτυχήμασι μεγίστην ἐπίδοσιν λαβεῖν καὶ μηδέποτε ταπεινὸν μηδὲν βουλεύεσθαι. καλὸν οὖν ἀντὶ τοῦ τὴν ἔχθραν ἐπαύξειν συμμάχους αὐτοὺς ἔχειν φεισαμένους τῶν αἰχμαλώτων.

ἀνελόντες μὲν γὰρ αὐτοὺς τῷ θυμῷ μόνον χαριούμεθα, τὴν ἄκαρπον ἐπιθυμίαν ἐκπληροῦντες, φυλάξαντες δὲ παρὰ μὲν τῶν εὖ παθόντων τὴν χάριν ἕξομεν, παρὰ δὲ τῶν ἄλλων ἁπάντων τὴν εὐδοξίαν.