Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

πάλιν Λακεδαιμόνιοι πολλοὺς τῶν Ἀθηναίων καὶ τῶν συμμάχων αἰχμαλωτισάμενοι παραπλησίως ἐχρήσαντο. καὶ καλῶς ἀμφότεροι ταῦτʼ ἔπραξαν. δεῖ γὰρ τοῖς Ἕλλησι τὴν ἔχθραν εἶναι μέχρι τῆς νίκης, καὶ κολάζειν μέχρι τοῦ κρατῆσαι τῶν ἐναντίων.

ὁ δὲ περαιτέρω τὸν ὑποπεσόντα καὶ πρὸς τὴν τοῦ κρατοῦντος εὐγνωμοσύνην προσφεύγοντα τιμωρούμενος οὐκέτι τὸν ἐχθρὸν κολάζει, πολὺ δὲ μᾶλλον ἀδικεῖ τὴν ἀνθρωπίνην ἀσθένειαν.

εἴποι γὰρ ἄν τις πρὸς τὴν τοῦ τοιούτου σκληρότητα τὰς τῶν πάλαι σοφῶν ἀποφάσεις, ἄνθρωπε, μὴ μέγα φρόνει, γνῶθι σαυτόν, ἰδὲ τὴν τύχην ἁπάντων οὖσαν κυρίαν. τίνος γὰρ χάριν οἱ πρόγονοι πάντων τῶν Ἑλλήνων ἐν ταῖς κατὰ πόλεμον νίκαις κατέδειξαν οὐ διὰ λίθων, διὰ δὲ τῶν τυχόντων ξύλων ἱστάναι τὰ τρόπαια;

ἆρʼ οὐχ ὅπως ὀλίγον χρόνον διαμένοντα ταχέως ἀφανίζηται τὰ τῆς ἔχθρας ὑπομνήματα; καθόλου δʼ εἰ μὲν αἰώνιον ἵστασθαι τὴν διαφορὰν βούλεσθε, μάθετε τὴν ἀνθρωπίνην ἀσθένειαν ὑπερφρονοῦντες· εἷς γὰρ καιρὸς καὶ βραχεῖα ῥοπὴ τύχης ταπεινοῖ πολλάκις τοὺς ὑπερηφάνους.