Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ναί, ἀλλά τινες τῶν Ἑλλήνων ἀπέσφαξαν τοὺς αἰχμαλώτους. τί οὖν; εἰ μὲν αὐτοῖς ἐκ ταύτης τῆς πράξεως ἔπαινοι τυγχάνουσι, μιμησώμεθα τοὺς τῆς δόξης πεφροντικότας· εἰ δὲ παρὰ πρώτων ἡμῶν τυγχάνουσι κατηγορίας, μηδὲ αὐτοὶ πράξωμεν τὰ αὐτὰ τοῖς ὁμολογουμένως ἡμαρτηκόσι.

μέχρι μὲν γὰρ τοῦ μηδὲν ἀνήκεστον πεπονθέναι τοὺς εἰς τὴν ἡμετέραν πίστιν ἑαυτοὺς παραδόντας, ἅπαντες καταμέμψονται δικαίως τὸν Ἀθηναίων δῆμον· ἐὰν δὲ ἀκούσωσι παρὰ τὰ κοινὰ νόμιμα τοὺς αἰχμαλώτους παρεσπονδημένους, ἐφʼ ἡμᾶς μετοίσουσι τὴν κατηγορίαν. καὶ γὰρ εἴ τινων ἄλλων, Ἀθηναίων ἄξιόν ἐστιν ἐντραπῆναι μὲν τὸ τῆς πόλεως ἀξίωμα, χάριν δʼ αὐτοῖς ἀπομερίσαι τῶν εἰς ἄνθρωπον εὐεργετημάτων.

οὗτοι γάρ εἰσιν οἱ πρῶτοι τροφῆς ἡμέρου τοῖς Ἕλλησι μεταδόντες, ἣν ἰδίᾳ παρὰ θεῶν λαβόντες τῇ χρείᾳ κοινὴν ἐποίησαν· οὗτοι νόμους εὗρον, διʼ οὓς ὁ κοινὸς βίος ἐκ τῆς ἀγρίας καὶ ἀδίκου ζωῆς εἰς ἥμερον καὶ δικαίαν ἐλήλυθε συμβίωσιν· οὗτοι πρῶτοι τοὺς καταφυγόντας διασώσαντες τοὺς περὶ τῶν ἱκετῶν νόμους παρὰ πᾶσιν ἀνθρώποις ἰσχῦσαι παρεσκεύασαν· ὧν ἀρχηγοὺς γενομένους οὐκ ἄξιον αὐτοὺς ἀποστερῆσαι. καὶ ταῦτα μὲν πρὸς ἅπαντας· ἰδίᾳ δʼ ἐνίους ὑπομνήσω τῶν φιλανθρώπων.

ὅσοι μὲν γὰρ λόγου καὶ παιδείας ἐν τῇ πόλει μετεσχήκατε, δότε τὸν ἔλεον τοῖς τὴν πατρίδα κοινὸν παιδευτήριον παρεχομένοις πᾶσιν ἀνθρώποις· ὅσοι δὲ τῶν ἁγνοτάτων μυστηρίων μετειλήφατε, σώσατε τοὺς μυήσαντας, οἱ μὲν ἤδη μετεσχηκότες τῶν φιλανθρωπιῶν τὴν χάριν διδόντες τῆς εὐεργεσίας, οἱ δὲ μέλλοντες μεταλήψεσθαι μὴ παραιρούμενοι τῷ θυμῷ τὴν ἐλπίδα.