In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Ἤν δὲ ὑπερβάλλῃ εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἐς διαπύησιν τρέπεται.

Ἄπαντες οἱ παρὰ φύσιν ὄγκοι διαφορουμένων τῶν ἐργαζομένων αὐτοὺς χυμῶν θεραπεύονται καὶ καθίστανται. πρόδηλον οὖν ὡς ἐπειδὰν μὴ καθιστῶνται, διαμένουσιν οἱ χυμοὶ καὶ πάντως ἐν τῷ χρόνῳ μεταβολή τις ἔσται αὐτῶν κατὰ ποιότητα, ποτὲ μὲν ἐπὶ τὸ σηπεδονῶδες, ὅταν ὡς ἐν νεκρῷ σώματι μηδὲν εἰς τὴν πέψιν αὐτῶν ἡ φύσις ὑπ’ ἀῤῥωστίας ἐνεργῇ, ποτὲ δὲ ἐκείνης ἰσχυούσης εἰς πῦον ἡ μεταβολὴ γίνεται. δεόντως οὖν εἶπεν ὁ Ἱπποκράτης, ἐὰν μήτε καθίστηται τὰ φλεγμαίνοντα καὶ ὁ πυρετὸς ἔχῃ αὐτὰ, εἰς διαπύησιν τρέπεται. παυσαμένου γὰρ τοῦ πυρετοῦ,

94
σκοπεῖσθαι χρὴ μή τις σκιῤῥώδης φλεγμονὴ γίνηται. πολλάκις γὰρ εἴωθεν οὕτω συμβαίνειν, ὅταν τῶν ἐργασαμένων αὐτὴν χυμῶν τὸ μὲν λεπτομερέστερον διαπνευσθῇ, τὸ δὲ παχὺ ἔτι καὶ γλίσχρον ἐν αὐταῖς ἐμπλασθῇ ταῖς κατὰ λεπτὸν εὐρυχωρίαις τῶν οὕτω παθόντων σωμάτων. διὰ τί δὲ τὴν εἰκοστὴν ἡμέραν ὅρον ἔθετο τῆς τῶν τοιούτων ἀποστημάτων ἐκπυήσεως ἐν τῷ περὶ τῶν κρισίμων ἡμερῶν ἐροῦμεν λόγῳ κατὰ τὸ δεύτερον ὑπόμνημα.

Γίνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῥῆξις ἐκ τῶν ῥινῶν καὶ κάρτα ὠφελέει, ἀλλ’ ἐπανερωτᾷν χρὴ, εἰ τὴν κεφαλὴν ἀλγέουσιν ἢ ἀμβλυώττουσιν, ἢν γάρ τι τουτέων εἴη, ἐνταῦθα ἂν ῥέποι.

Ὅτι τῶν καθ’ ὑποχόνδριον φλεγμονῶν ἀδιορίστως ἐμνημόνευσε καὶ διὰ τῆσδε τῆς ῥήσεως φαίνεται διοριζόμενος αὐτός. αἱμοῤῥαγίας τε γὰρ ἐπ’ αὐτῶν γίνεσθαί φησιν ἐκ

95
ῥινῶν, ὠφελεῖσθαί τε πάνυ πρὸς αὐτῶν, ὅπερ ἐπὶ τῶν καθ’ ἧπάρ τε καὶ σπλῆνα φλεγμονῶν συμβαίνει μάλιστα, περὶ ὧν ἀλλαχοῦ καὶ τὸ κατ’ ἴξιν αἱμοῤῥαγεῖν ἐπαινεῖ καὶ τὸ ἀνάπαλιν δὲ μέμφεται διδάσκων αὐτὸς, τί δή ποτε λέγει τὸ ἀνάπαλιν, οἷον τὸ ἐπὶ σπληνὶ μεγάλῳ αἷμα ἐκ δεξιοῦ μυκτῆρος ῥέειν. αἱμοῤῥαγίας ἐν τῇ πρώτῃ περιόδῳ γίνεσθαί φησι, τῶν κρισίμων ἡμερῶν δηλονότι, καὶ γέγραπται διττῶς ἡ λέξις, ἑνικῶς τε καὶ πληθυντικῶς· ἑνικῶς μὲν ἐν τῇ πρώτῃ περιόδῳ, πληθυντικῶς δὲ ἐν τῇσι πρώτῃσι περιόδοισιν. εἰ μὲν οὖν ἑνικῶς εἴη γεγραμμένον, ἑβδομαδικὴν ἐνδείκνυται περίοδον, εἰ δὲ πληθυντικῶς, ἐγχωρεῖ μὲν καὶ τὴν ἑβδομαδικήν. ἐνίοις γὰρ αἱμοῤῥαγία κατὰ τὴν δευτέραν ἑβδομάδα γίνεται, μᾶλλον δ’ ἀκουστέον ἐστὶ τὰς κατὰ τετράδα περιόδους ἐν τῇ τοιαύτῃ γραφῇ. οἱ πλεῖστοι μὲν γὰρ αἱμοῤῥαγοῦσιν ἐν ταῖς πρώταις ἡμέραις ἑπτὰ, κατὰ δὲ τὴν ἐνάτην καὶ ἑνδεκάτην ὀλίγοι. σπανιώτατοι δὲ οἱ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ. τῆς δ’ ἄνω ῥοπῆς τῶν χυμῶν, ἐφ’ ᾖ 
96
τὰς αἱμοῤῥαγίας γίνεσθαι συμβαίνει, προστίθησι σημεῖα τό τε κεφαλὴν ἀλγεῖν καὶ τὸ ἀμβλυώττειν. ἀλλ’ ἐν τοῖς ἑξῆς τελεώτερον ὑπὲρ αὐτῶν διεξέρχεται, καθ’ ὃν τόπον καὶ ἡμεῖς ὅλον ἐξεργασόμεθα τὸν περὶ αἱμοῤῥαγίας λόγον.