In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρὰ πᾶν εἴη τὸ ὑποχόνδριον· εἰ δὲ εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερόν ἐστιν ἐν τῷ ἐπ’ ἀριστερά.

Οἴδημα μὲν οὗν εἴωθε καλεῖν τὸν παρὰ φύσιν ὄγκον ἅπαντα τῶν νεωτέρων ἰατρῶν ἕνα μόνον οὕτως ὀνομαζόντων ὄγκον, ὃς ἐν τῷ πιέζειν ἀνώδυνός τε καὶ μαλακὸς ᾖ. ἣν δὲ πάλιν ἰδίως ὀνομάζουσι φλεγμονὴν οἱ νεώτεροι, ταύτην Ἱπποκράτης συνθέτῳ λέξει σκληρὸν καὶ ἐπώδυνον οἴδημα καλεῖ. τὸ γὰρ τῆς φλεγμονῆς ὄνομα κατὰ τῆς φλογώσεως

92
ἔλεγεν. εὔδηλον δ’ ὅτι ἡ τοιαύτη διάθεσις ἐν ὑποχονδρίῳ γινομένη χείρων μέν ἐστιν ἐν τοῖς δεξιοῖς διὰ τὸ ἧπαρ, ἐπιεικεστέρα δὲ ἡ ἐν τοῖς ἀριστεροῖς διὰ τὸν σπλῆνα, χειρίστη δὲ ἡ ἐν ἀμφοτέροις ἅμα γινομένη.

Σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν κίνδυνον θανάτου ὀλιγοχρονίου ἔσεσθαι.

Τὰ εἰρημένα καθ’ ὑποχόνδριον οἰδήματα σκληρὰ καὶ ἐπώδυνα, τὰ πρὸς τῶν νεωτέρων ἰατρῶν ἰδίως ὀνομαζόμενα φλεγμονὰς κίνδυνόν φησι σημαίνειν θανάτου ταχέως ἐσομένου. τοῦτο δὲ, ἐὰν μὴ καὶ τῶν ἔνδον τι συνεπεπόνθοι, ψεῦδός ἐστι. τὰ δ’ ἔνδον ἴσμεν ὅτι τό θ’ ἧπάρ ἐστι καὶ ἡ γαστὴρ καὶ ὁ σπλὴν καὶ τὸ περιτόναιον, ὡς οἵ γε μύες οἱ καθ’ ὑποχόνδριον φλεγμήναντες οὐχ ἱκανοὶ θάνατον ἐπενεγκεῖν, εἰ μή τι ἄρα ποτὲ σπανίως ἤτοι διὰ μέγεθος ὑπερβαλλούσης φλεγμονῆς ἢ δι’ ἀῤῥωστίαν δυνάμεως ἢ καὶ

93
τῶν ἰατρῶν κακῶς θεραπευόντων ἢ τοῦ κάμνοντος ἁμαρτάνοντος. συγκεχυμένως οὖν καὶ ἀδιορίστως ταύτην τὴν ῥῆσιν ἔγραψεν.