In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων τὴν τοῦ αἵματος ῥῆξιν χρὴ προσδέχεσθαι, τοῖς δὲ γεραιοτέροις τὴν ἐκπύησιν.

Τὸν ἀπὸ τῆς ἡλικίας διορισμὸν εἰς τὴν τῆς αἱμοῤῥαγίας πρόγνωσιν διδάσκει· μᾶλλον γὰρ ἐλπίζειν ἔσεσθαι χρὴ τὴν αἱμοῤῥαγίαν ἐπὶ τῶν νεωτέρων πέντε καὶ τριάκοντα ἐτέων, ἐν ταύτῃ τε γὰρ αἷμά τε πλεῖστόν ἐστι καὶ ἡ δύναμις ἰσχυροτάτη καὶ ἡ θερμασία δαψιλής.

97
Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα καὶ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται καὶ ἧσσον ἐκείνων δεινότερά ἐστι.

Ταῦτά ἐστιν ἃ καλοῦσιν ἰδίως οἱ νεώτεροι τῶν ἰατρῶν οἰδήματα, περὶ ὧν ἐνίοτε μὲν ἀρκοῦνται λέγοντες οἱ παλαιοὶ, τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων, ἐνίοτε δὲ καὶ τὰ ἀνώδυνα προστιθέασιν. ὁπότε γε μὴν αὐτὸ παραλίποιεν, ὡς συνεκφαινόμενον τοῖς μαλθακοῖς ὑπερβαίνουσιν, ἀνώδυνα γάρ ἐστι τὰ μαλθακά. νῦν δ’ ὁ Ἱπποκράτης οὐ τοῦτο προσέθηκε μόνον, ἀλλὰ καὶ τὰ ὑπείκοντα καὶ αὐτὸ περιέχεσθαι δοκοῦν ἐν τῷ μαλθακά. πλὴν εἰ τὰ βοθρούμενα κατὰ τὴν πίεσιν ἐνδείκνυται νῦν, ὅπερ οὐχ ἁπλῶς ἅπασι συμβέβηκε τοῖς εἴκουσι, γίνεται δὲ ταῦτα τοῦ δέρματος οἰδισκομένου. διότι δέ ἐστι φλεγματικὰ πάντα τὰ τοιαῦτα, διὰ τοῦτο καὶ χρονίζει καὶ ἧττον ἐπιφέρει κινδύνους. χρονίζει μὲν οὖν ὅτι ψυχρότερα, θερμῷ γὰρ αἱ πέψεις γίνονται. ἧττον δέ

98
ἐστι κινδυνώδη, διότι καὶ ἀνώδυνα. καταλύουσι γὰρ αἱ ὀδύναι τὴν δύναμιν.