In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Κἄπειτα ὑποστρέψαι, ὡς ἂν ἐνίζηται ἕδρα, οὕτω στοχασάμενον, ὅκως ἀμφὶ τὸν ὦμον τὸν ἑωυτοῦ κρεμάσαι τὸν ἄνθρωπον κατὰ τὴν μασχάλην. αὐτὸς δὲ ἑωυτὸν ὑψηλότερον ἐπὶ τοῦτον τὸν ὦμον ποιεέτω ἢ ἐπὶ τὸν ἕτερον. τοῦ δὲ κρεμαμένου τὸν βραχίονα πρὸς ἑωυτοῦ στῆθος προσαναγκαζέτω ὡς τάχιστα. ἐν τούτῳ δὲ τῷ σχήματι προσανασειέτω,
334
ὁκόταν μετεωρήσῃ τὸν ἄνθρωπον ὡς ἀντιῤῥέποι τὸ ἄλλο σῶμα αὐτῷ ἀντίον τοῦ βραχίονος τοῦ κατεχομένου. ἢν δὲ ἄγαν κοῦφος ἔῃ ὁ ἄνθρωπος, προσεπικρεμασθήτω τούτου ὄπισθέν τις κοῦφος παῖς. αὗται δὲ αἱ ἐμβολαὶ πᾶσαι κατὰ παλαίστρην εὔχρηστοί εἰσιν, ὅτι οὐδὲν ἀλλοίων δέονται ἐπεισενεχθῆναι, χρήσαιτο δ’ ἄν τις ἄλλοθι.

Τὴν ὑποστροφήν φησι δηλῶν τοῦ κατωμίζοντος ὦμον, ὡς ὅταν ἐπελθόντες δίφρῳ περιστρεφώμεθα καθίζοντες ἐπ’ αὐτόν. ὅταν δὲ τοῦ κατωμίζοντος ἐκκρεμαθήσεται, δῆλον ὅτι κατὰ τὸν νῶτον αὐτοῦ καὶ οὕτως ἀντίτασιν ἐργάσεται τῆς κατατεινομένης εἰς τὸ πρόσω χειρός. εἰ δὲ εἴη κοῦφος ὁ κατωμιζόμενος, προσεκκρεμασθῆναι παῖδα κοῦφον κελεύει, χάριν τοῦ μεῖζον ἐργάσασθαι τὸ βάρος τῆς ἀντιτάσεως. ἀνασείεσθαι δὲ τὸν τοῦ κάμνοντος ὦμον ὑπὸ τοῦ κατωμίζοντος ἀξιοῖ, χάριν τοῦ κατ’ εὐθὺ γενέσθαι τὸν βραχίονα τῆς ἰδίας ἕδρας. εἴρηται γὰρ ἡμῖν πολλάκις ὡς 

335
ὅταν ἐν τούτῳ καταστῇ τὸ ἐμβαλλόμενον ἄρθρον, ἑτοίμην ἴσχει τὴν ἔμπτωσιν, εἰ καὶ μὴ συνεπωθοῦμεν ἡμεῖς αὐτὸ τῶν μυῶν ἐργαζομένων τὸ δέον.

Ἀτὰρ καὶ οἱ περὶ τὰ ὕπερα ἀναγκάζοντες ἐγγύς τι τοῦ κατὰ φύσιν ἐμβάλλουσι. χρὴ δὲ τὸ μὲν ὕπερον κατειλῆχθαι ταινίῃ τινὶ μαλθακῇ, ἧσσον γὰρ ἂν ὑπολισθάνοι, ὑπηναγκάσθαι δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος· καὶ ἢν μὲν βραχὺ ἔῃ τὸ ὕπερον, καθῆσθαι χρὴ τὸν ἄνθρωπον ἐπὶ τινος, ὡς μόλις τὸν βραχίονα περιβάλλειν δύνηται περὶ τὸ ὕπερον. μάλιστα δὲ ἔστω μακρότερον τὸ ὕπερον, ὡς ἂν ἑστὼς ὁ ἄνθρωπος κρέμασθαι μικροῦ δέῃ ἀμφὶ τῷ ξύλῳ· κἄπειτα ὁ μὲν βραχίων καὶ ὁ πῆχυς παρατεταμένος περὶ τὸν ὕπερον ἔστω. τὸ δὲ ἐπὶ θάτερα τοῦ σώματος καταναγκαζέτω τις ὑπερβάλλων κατὰ τὸν αὐχένα παρὰ τὴν κληῖδα τὰς χεῖρας.
336

Καὶ οὗτοι μὲν καθόσον ἀντιτάσει χρῶνται, κατὰ φύσιν ἐμβάλλουσι, καθόσον δὲ ὡσαύτως, ἐφεξῆς περισφάλλεται τὸ κυρτὸν τοῦ ἄρθρου ὑπεροειδοῦς ἐν τούτῳ τῷ κατὰ φύσιν ἁμαρτάνουσι. τὰ δὲ κατὰ μέρος τῆς λέξεως ἁπλᾷ.

Αὕτη ἡ ἐμβολὴ κατὰ φύσιν ἐπιεικέως ἐστὶ καὶ ἐμβάλλειν δύναται, ἢν χρηστῶς σκευάσωνται αὐτήν.

Μετρίως αὐτὴν λέγει κατὰ φύσιν εἶναι· τοῦτο γὰρ σημεῖον ᾖ τὸ ἐπιεικῶς, ὥσπερ καὶ ὁ ἐπιεικὴς ἄνθρωπος ὁ μέτριος δηλοῦται πρὸς τῶν Ἑλλήνων. ἔνιοι δὲ ᾠήθησαν τὸ ἐπιεικῶς ἀντὶ μάλιστα λέγεσθαι καὶ διὰ τοῦτο οἶμαι καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως ἀφείλοντο ἐγγύς τε γράψαντες. οὕτως γὰρ καὶ οἱ περιαναγκάζοντες κατὰ φύσιν ἐμβάλλουσιν. ἐχρῆν δὲ αὐτοὺς, εἰ καὶ μὴ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους τοῦτο εἴρητο, κατὰ τὴν ἐφεξῆς ῥῆσιν, ἃ

337
μέμφεται τῆς τοιαύτης ἐμβολῆς αὐτοὺς ἐννενοηκέναι, μέμφεται δὲ λέγων περὶ τὸ ὑπεροειδὲς ὁ ὦμος ἢν καὶ καταπεπειγῇ, περισφάλλεσθαι τὸ σῶμα κίνδυνος, δι’ ὅπερ φησὶν, ἡ διὰ τοῦ κλιμακίου βελτίων ἐστίν. οὐκ οὖν εἰς ἄκρον ἀρετῆς κατὰ τὸ ὑπεροειδὲς ἥκει, ὡς τοῦδε ἐπιεικῶς τὸ μάλιστα συμβαίνει· τὴν γὰρ διὰ τοῦ κλιμακίου μᾶλλον αὐτῆς ἐπαινέσας τί μᾶλλον ἐκείνης ἐπαινεῖ τὴν διὰ ἐμβολῆς.