In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Οἱ δὲ τῇ πτέρνῃ πειρώμενοι ἐμβάλλειν ἐγγύς τι τοῦ κατὰ φύσιν ἀναγκάζουσι.

Διὰ τί ταύτην τὴν ἐμβολὴν ἐγγύς τι τοῦ κατὰ φύσιν ἔχειν ἔφη μαθήσῃ σαφῶς ὅλης αὐτῆς ἀκούσας πρότερον. ἔσται δὲ τοῦτο ταῖς ῥήσεσιν ἀκολουθήσαντι αὐτοῦ.

Χρὴ δὲ τὸν μὲν ἄνθρωπον χαμαὶ κατακλῖναι ὕπτιον, τὸν δὲ ἐμβάλλοντα χαμαὶ ἵζεσθαι, ἐφ’ ὁπότερα ἂν τὸ ἄρθρον ἐκπεπτώκῃ, ἔπειτα λαβόμενον τῇσι χερσὶ τῇσιν ἑωυτοῦ τῆς χειρὸς τῆς σιναρῆς κατατείνειν αὐτὴν, τὴν δὲ πτέρνην ἐς τὴν μασχάλην ἐμβάλλοντα ἀντωθέειν, τῇ μὲν δεξιῇ ἐς τὴν δεξιὴν, τῇ δὲ ἀριστερῇ ἐς τὴν ἀριστερήν. δεῖ δὲ ἐς τὸ κοῖλον τῆς μασχάλης ἐνθεῖναι στρογγύλον τι ἐναρμόττον. ἐπιτηδειότατα δὲ αἱ πάνυ σμικραὶ σφαῖραι 
330
καὶ σκληραὶ, οἷαι πολλαὶ ἐκ τῶν σκυτέων ῥάπτονται· ἢν γὰρ μή τι τοιοῦτον ἐγκέηται, οὐ δύναται ἡ πτέρνη ἐξικνέεσθαι πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος· κατατεινομένης γὰρ τῆς χειρὸς κοιλαίνεται ἡ μασχάλη. οἱ γὰρ τένοντες οἱ ἔνθεν καὶ ἔνθεν τῆς μασχάλης ἀντισφίγγοντες ἐναντίοι εἰσί. χρὴ δέ τινα ἐπὶ θάτερα τοῦ κατατεινομένου καθήμενον κατέχειν κατὰ τὸν ὑγιέα ὦμον, ὡς μὴ περιέλκηται τὸ σῶμα τῆς χειρὸς τῆς σιναρῆς ἐπὶ θάτερα τεινομένης, ἔπειτα ἱμάντος μαλθακοῦ πλάτος ἔχοντος ἱκανὸν, ὅταν ἡ σφαῖρα ἐντεθῇ εἰς τὴν μασχάλην περὶ τὴν σφαίρην περιβεβλημένου τοῦ ἱμάντος καὶ κατέχοντος, λαβόμενον ἀμφοτερέων τῶν ἀρχῶν τοῦ ἱμάντος ἀντικατατείνειν τινὰ ὑπὲρ κεφαλῆς τοῦ κατατεινομένου καθήμενον, τῷ ποδὶ προσβάντα πρὸς τοῦ ἀκρωμίου τὸ ὀστέον. ἡ δὲ σφαίρη ὡς ἐσωτάτω καὶ ὡς μάλιστα πρὸς τῶν πλευρέων κείσθω καὶ μὴ ἐπὶ τῇ κεφαλῇ τοῦ βραχίονος.
331

Εἴ τις δὴ τῶν οὕτως εἰρημένων συνίησιν, οὗτος οὐ δεῖται τῆς διὰ τῶν λόγων ἐξηγήσεως, ἀλλὰ τῆς ἐπ’ αὐτῶν ἐνεργειῶν δείξεως. διὸ καὶ πολλάκις, ὡς καὶ πρόσθεν ἔφην, ἀξιῶ τὸ βιβλίον ἀναγινώσκειν αὐτοῦ τοῦ Ἱπποκράτους ἐπιμελῶς προσέχοντας τῇ λέξει καὶ πειρωμένους νοεῖσθαι τὸ λεγόμενον. ἐγὼ τοίνυν ὡς ἤδη σοὶ τῶν ὑπ’ αὐτοῦ λεγομένων ἐν περινοίᾳ γεγονότι τὴν αἰτίαν προσθήσω, δι’ ἣν ἐγγύς τι τοῦ κατὰ φύσιν ἔφη τὴν τοιαύτην ἐμβολὴν εἶναι, τὰς ἔμπροσθεν ψαυσάμενος ὡς οὐ κατὰ φύσιν ἐπιτελουμένας. πρῶτον μὲν οὖν ὅτι κατατείνει τὸν βραχίονα μηδεμιᾶς τῶν ἔμπροσθεν ἐχούσης τοῦτο, ὥστε προσηκόντως ἄν τις ἐπαινέσειε τὴν τοιαύτην ἐμβολήν. ἐῤῥέθη γὰρ ἡμῖν κἀν τῇ περὶ τῶν ἀγμῶν πραγματείᾳ ἥ τε χρεία τῆς κατατάσεως, ὅτι τε προηγεῖσθαι χρὴ πάσης ἐμβολῆς καὶ διαπλάσεως αὐτήν. δεύτερον δὲ ἐπὶ τῷδε τῷ ἔργῳ τὸ διὰ τῆς πτέρνης ὀπίσω τὸν ἄνθρωπον ὠθεῖσθαι, χάριν τοῦ μὴ συνακολουθεῖν ἑλκομένῃ τῇ χειρί. διὰ μὲν οὖν τῶν δυοῖν τούτων ἐνεργειῶν ἡ ἀντίτασις γίνεται, διὰ

332
μὲν τοῦ περιβαλλομένου κατὰ τὴν μασχάλην ἱμάντος εἰς τοὐπίσω τοῦ κάμνοντος ἑλκομένου, διὰ δὲ τοῦ ποδὸς ἀντωθουμένου πρόσω, καὶ σαφῶς γε πάνυ τῶν ἀντιτάσεων ἑκατέραν εἷς ἄνθρωπος ἐργάζεται. ταῦτα μὲν οὖν κατὰ φύσιν ἐν τῷ τρόπῳ τῷδε τῆς ἐμβολῆς γίνεται· ἡ μέντοι μοχλεία λείπεται τοῦ προσήκοντος, οὔτε τῆς μικρᾶς σφαίρας δυναμένης εἰς τὸ μεταξὺ τῶν τε πλευρῶν καὶ τῆς τοῦ βραχίονος κεφαλῆς εἰσελθεῖν οὔτε πολὺ μᾶλλον τῆς πτέρνης· ὅπου δ’ οὐδὲν εἰς ταύτην τὴν χώραν παρεισέρχεται, πῶς ἂν ἡ μοχλεία γένηται; μὴ γινομένης δὲ ταύτης οὐδὲ τὴν ἐμβολὴν ἔσεσθαι κατὰ φύσιν.

Ἔστι δὲ καὶ ἄλλη ἐμβολὴ ὡς κατωμίζουσιν ἐς ὀρθόν· μείζω μέντοι εἶναι χρὴ τὸν κατωμίζοντα, διαλαβόντα δὲ τὴν χεῖρα ὑποθεῖναι τὸν ὦμον τὸν ἑωυτοῦ ἐπὶ τὴν μασχάλην ὀξύν.
333

Πρῶτος μὲν οὖν αὐτῷ τρόπος ἐμβολῆς εἴρηται ὁ διὰ τῶν δακτύλων γινόμενος, ἤτοι τοῦ κάμνοντος ἢ τοῦ ἰατροῦ, δεύτερος δὲ ὁ διὰ τῆς πτέρνης, ἐφ’ οἷς τρίτος ὁ διὰ τοῦ κατωμισμοῦ. καλοῦσι γὰρ οὕτως αὐτὸν, ἐπειδὴ καὶ αὐτὸς ἔφη ὡς κατωμίζουσιν ἐς ὀρθόν. ὅπως δὲ γίνεται τοῦτο, σαφῶς αὐτὸς ἐδίδαξε κελεύσας τὸν κατωμίζειν μέλλοντα διαλλάσσειν ταῖς ἑαυτοῦ χερσὶ τὴν ἐξηρθρηκυῖαν χεῖρα καὶ οὕτως ἀποξύναντα τὸν ἴδιον ὦμον εἰς τὴν κάμνοντος ὑποθεῖναι μασχάλην, ὡς ἕδραν αὐτῷ γενέσθαι τῆς ἐξοχῆς τὴν ἐν ἐκείνῳ κοιλότητα.