In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Ἀτὰρ καὶ ἡ διὰ τοῦ κλιμακίου ἑτέρη τις τοιαύτη καὶ ἔτι βελτίων, ὅτι ἀσφαλεστέρως ἂν τὸ σῶμα τὸ μὲν τῇ ἀντισηκωθείη μετεωρισθέν. περὶ γὰρ τὸ ὑπεροειδὲς ὦμος, εἰ καὶ κατεπεπείγει, περισφάλλεσθαι τὸ σῶμα κίνδυνος ἢ τῇ ἢ τῇ.
338

Πέμπτος οὗτος αὐτῷ τρόπος ἐμβολῆς ἐστι. διὰ τί δὲ βελτίων ἐστὶ τοῦ προειρημένου τοῦ τετάρτου περὶ τὸ ὑπεροειδὲς, αὐτὸς ἐξηγεῖται σαφέστατα.

Χρὴ μέντοι καὶ ἐπὶ τῷ κλιμακτῆρι ἐπιδεδέσθαι τι ἄνωθεν στρογγύλον, ἐναρμόσσον ἐς τὸ κοῖλον τῆς μασχάλης, ὃ προσδιαναγκάσῃ τὴν κεφαλὴν τοῦ βραχίονος ἐς τὴν φύσιν ἀπιέναι.

Ἐξ αὐτοῦ τοῦ κατὰ τὸν κλιμακτῆρα ξύλον τοιοῦτον ἐξέχον εὐθὺς ἀπ’ ἀρχῆς γίνεται κατὰ τὸ μηχανικὸν κλιμάκιον, ᾧ καὶ ἡμεῖς συνήθως χρώμεθα. παραπλήσιον δέ ἐστι τῷ κατὰ τὴν ἐφεξῆς ὑπ’ αὐτοῦ μέλλοντι γράφεσθαι ξύλῳ κατὰ τὴν ἄμβην ἔχοντι τὸ πέρας, ἐφ’ οὗ καὶ πάλιν προσαγορεύουσιν αὐτὸ ἄμβην οἱ μετ’ αὐτὸν ἰατροὶ πάντες. ἐπιτιθέναι δὲ τοῦτο καὶ τοῖς στασίμοις ὀργάνοις, οἷον ἐστι τό τε τοῦ Ἀνδρέου καὶ τὸ τοῦ τέκτονος, ὧν οὐδενὸς ἀναγκαῖόν

339
ἐστι λέγειν νῦν τὴν κατασκευήν. εἴρηται γὰρ μυρίοις τῶν νεωτέρων ὀργανικῶν, ἐν οἷς γεγράφασι περὶ τῶν ὀργάνων. ἡμῖν δὲ νῦν πρόκειται Ἱπποκράτους ἐξηγεῖσθαι χρωμένου πρὸς ἅπαντα τὰ σφοδροτέρας ἀντιτάσεως καὶ μοχλείας δεόμενα τῷ καλουμένῳ βάθρῳ.

Κρατίστη μέντοι πασέων ἐμβολέων ἡ τοιήδε· ξύλον χρὴ εἶναι πλάτος μὲν ὡς πεντεδάκτυλον ἢ τετραδάκτυλον τὸ ἐπίπαν, πάχος δὲ ὡς διδάκτυλον ἢ καὶ λεπτότερον, μῆκος δὲ δίπηχυ ἢ ὀλίγῳ ἔλασσον. ἔστω δὲ ἐπὶ θάτερα τὸ ἄκρον περιφερὲς καὶ στενώτατον ταύτῃ καὶ λεπτότατον. ἄμβην δὲ ἐχέτω μικρὸν ὑπερέχουσαν ἐπὶ τῷ ὑστάτῳ τοῦ περιφερέος ἐν τῷ μέρει, ἀλλὰ μὴ τῷ πρὸς τὰς πλευρὰς, ἀλλὰ τῷ πρὸς τὴν κεφαλὴν τοῦ βραχίονος ἔχοντι, ὡς ὑφαρμόσειε τῇ μασχάλῃ παρὰ τὰς πλευρὰς ὑπὸ τὴν κεφαλὴν τοῦ βραχίονος ὑποτιθέμενος, ὀθονίῳ δὲ ἢ ταινίῃ μαλθακῇ κατακεκολλήσθω ἄκρην τὸ ξύλον, ὅκως 
340
προσηνέστερον ἔῃ, ἔπειτα χρὴ ὑπώσαντα τὴν κεφαλὴν τοῦ ξύλου ὑπὸ τὴν μασχάλην ὡς ἐσωτάτω μεσηγὺ τῶν πλευρέων καὶ τῆς κεφαλῆς τοῦ βραχίονος, τὴν δὲ ὅλην χεῖρα πρὸς τὸ ξύλον κατατείνοντα προσκαταδῆσαι κατά τε τὸν βραχίονα κατά τε τὸν πῆχυν κατά τε τὸν καρπὸν τῆς χειρὸς, ὡς ἂν ἀτρεμέῃ ὅτι μάλιστα. περὶ παντὸς δὲ χρὴ ποιέεσθαι, ὅκως τὸ ἄκρον τοῦ ξύλου ὡς ἐσωτάτω τῆς μασχάλης ἔσται ὑπερβεβηκὸς τὴν κεφαλὴν τοῦ βραχίονος.

Τὸν ἕκτον τρόπον τῆς ἐμβολῆς, ὃν ἐπῄνεσε μάλιστα, νῦν διδάσκειν ἄρχεται, τὴν κατασκευὴν τοῦ ξύλου γράφων σαφῶς, ᾧ κατὰ τὸ πέρας ἐπικειμένης ὀφρύος ἄμβωνι παραπλησίας ὅλον αὐτὸ προσαγορεύουσιν ἄμβην οἱ ἰατροί. τοιαύτη δέ ἐστιν ἡ ὀφρὺς, οἵη κατὰ τῶν λοπάδων πέρας τὸ ἄνω γίνεται πρὸς τὴν ἐντὸς ἐστραμμένην κοιλότητα· καί τις τῶν κωμικῶν ἐπεῖπεν ἐπισκώπτων τινὰ δὴ τῶν λοπάδων τοὺς ἄμβωνας περιλείχειν. ἀῤῥενικῶς μὲν οὖν ἄμβωνας οἱ Ἀττικοὶ, θηλυκῶς δὲ οἱ Ἴωνες τὰ τοιαῦτα σχήματα καλοῦσιν

341
ἄμβας. ἐπιτηδειότατον δὲ ἔτι τοῦτο παραδοῦναι μεταξὺ τῆς κεφαλῆς τοῦ βραχίονος καὶ τῶν πλευρῶν. καὶ μέντοι καὶ μοχλεύουσι χρησιμώτατον ἀσφαλῶς περιλαμβάνον τὴν κυρτότητα τῆς κεφαλῆς τοῦ βραχίονος. τὰ δὲ κατὰ μέρος ἅπαντα τῆς ῥήσεως αὐτοῦ σαφῆ.