In Hippocratis Aphorismos Commentarii VII
Galen
Galen, In Hippocratis Aphorismos Commentarii VII
Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγένηται καὶ καταπίνειν μὴ δύνηται, ἀλλὰ μόλις θανάσιμον.
Ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐπιστραφῇ καὶ καταπίνειν μὴ δύνηται οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον.
Ὅκου ἐν ὅλῳ τῷ σώματι καὶ τὸ σῶμα καταψύχεται καὶ πάλιν θερμαίνεται ἢ χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλλει, μῆκος νόσου σημαίνει.
Καὶ τοῦτον τὸν ἀφορισμὸν ἐν τῷ τετάρτῳ τῶν ὑπομνημάτων ἐξηγησάμεθα τὴν αὐτὴν παρὰ βραχὺ λέξιν ἔχοντα τῇ νῦν εἰρημένῃ. γέγραπται γὰρ οὕτως· καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ καὶ ἢν τὸ σῶμα ψύχηται ἢ αὖθις θερμαίνηται καὶ εἰ χρῶμα ἕτερον ἐξ ἑτέρου γένηται, νόσου μῆκος σημαίνει.
Ἱδρὼς πολὺς, θερμὸς ἢ ψυχρὸς, ἀεὶ ῥέων, σημαίνει ὑγρὸν ἀπάγειν, ἰσχυρῷ μὲν ἄνωθεν, τῷ δ’ ἀσθενεῖ κάτωθεν.
Ἔμπροσθεν ἄλλον ἀφορισμὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ἐξηγησάμεθα, ὃς κατὰ τόνδε τὸν τρόπον ἐγέγραπτο· ἱδρὼς πολὺς ἢ θερμὸς ἢ ψυχρὸς ἀεὶ ἐὼν, ὁ ψυχρὸς μείζω, ὁ θερμὸς ἐλάσσω νοῦσον σημαίνει. καὶ τήν γε διάθεσιν ἔφαμεν εἶναι τῶν γε τοιούτων ἱδρώτων ὑγρότητος πλῆθος ἐν τῷ τοῦ κάμνοντος περιεχόμενον σώματι.
Πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι. ὅτῳ δ’ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.
Ὁκόσοι πυρετοὶ μακροὶ, τουτέοισι φύματα εἰς τὰ ἄρθρα ἢ πόνοι ἐπιγίνονται.
Ὁκόσοις φύματα μακρὰ ἢ εἰς τὰ ἄρθρα πόνοι ἐκ πυρετοῦ γίνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.
Εὔδηλον δὲ ὅτι καὶ οὗτοι παρέγκεινται τῶν ἔμπροσθεν ἢ οὐδὲν ἢ βραχύ τι τῇ λέξει διαφέροντες, ἐξήγημαι δ’ αὐτοὺς ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων.
Ἤν τις τῷ πυρέσσοντι τροφὴν διδῷ ἣν ὑγιεῖ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ κάμνοντι νοῦσος.
Γράφεται δὲ καὶ οὕτως ὁ ἀφορισμὸς ἤν τι τῷ πυρέσσοντι τροφὴν διδῷ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ δὲ κάμνοντι νοῦσος. ἑκατέρα δ’ ἡ λέξις ἀποκεχώρηκε τῆς κατὰ φύσιν ἑρμηνείας, ἐπὶ τοῦτο δὴ τὸ καλούμενον κακόζηλον, οὐκ οἶδ’ ὅ τι βουληθέντων, ὅσοι διεσκεύασαν οὕτω πολυειδῶς τὸ τέλος τοῦ βιβλίου. τὰ μὲν αὐτῇ τῇ λέξει γράφοντες τῶν ἔμπροσθεν ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους εἰρημένων, τὰ δ’ ὑπαλλάττοντες βραχύ τι, τὰ δ’ ὅλα παρεντιθέντες, ὥσπερ καὶ τουτὶ τὸ νῦν προκείμενον, οὐδ’ ἐγγὺς τῆς Ἱπποκράτους ἑρμηνείας ἧκον. ἐκεῖνος μὲν γὰρ ἔμπροσθεν ἔφη· τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν τρέψῃς, μᾶλλον βλάψεις· καὶ ἢν ἐκ νόσου τροφὴν· λαμβάνων τις μὴ ἰσχύει, σημαίνει ὅτι τὸ σῶμα πλείονι τροφῆ χρῆται, ἢν δὲ χρὴ μὴ λαμβάνοντος τοῦτο γίνηται τροφὴν εἰδέναι ὅτι κενώσεως δεῖται,
Τὰ διὰ τῆς κύστεως διαχωρέοντα ὁρῆν δεῖ, ἢν οἷα τοῖς ὑγιαίνουσιν ὑποχωρέεται. τὰ ἥκιστα οὖν ὅμοια τούτοισι, ταῦτα νοσερώτερα· τὰ δὲ ὁμοιότερα τοῖς ὑγιαίνουσιν ἥκιστα νοσερά.
Ὅμοια κατὰ τὸ σῶμα σύμπαν εἴρηται πρὸς Ἱπποκράτους ἔν τε τῷ προγνωστικῷ καὶ κατ’ ἄλλα βιβλία πάντα τοῖς ὑγιαίνουσι δηλοῦν ἀγαθόν τι, τὰ δ’ ἀνόμοια τοὐναντίον. τοῦτο οὖν καὶ νῦν πειρᾶται λέγειν ὁ συνθεὶς τὸν ἀφορισμὸν τοῦτον. ὑποπτεύω γὰρ καὶ τοῦτον οὐχ Ἱπποκράτους εἶναι τῇ λέξει τεκμαιρόμενος οὐκ ἐχούσῃ τὴν αὐτὴν ἰδέαν ταῖς ἐκείνου καὶ τοῖς λεγομένοις αὐτοῖς οὐκ ἀπηκριβωμένῃ ὁμοίως ἐκείνου. ὅταν γοῦν εἴπῃ τὸ τὰ ἥκιστα ὅμοια τούτοις, ταῦτα νοσερώτερά τις οὐκ ἂν μέμψαιτο νοσερώτερα λέγοντι αὐτῷ ἀντὶ τοῦ νοσερώτατα, τοῦ τε ὕστατον νοσώδη. τὸ γὰρ ἥκιστα μετ’ ἐπιτάσεώς τινος λέγεται καὶ πολλῆς τῆς εἰς τὸ παρὰ φύσιν παρατροπῆς. ἕκαστον δὲ τῶν παρὰ φύσιν εἰς ὅσον ἀποκεχώρηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον καὶ μοχθηρόν ἐστι. τὰ γοῦν ἥκιστα τοῖς κατὰ φύσιν ὅμοια μάλιστά ἐστι τοῖς κατὰ φύσιν ἐναντία καὶ διὰ τοῦτο νοσερώτατα.
Καὶ οἷσι τὰ ὑποχωρήματα ἢν ἐάσῃς στῆναι καὶ μὴ κινέῃς, ὑφίστανται οἷον ξύσματα, καὶ ἢν ὀλίγα ᾖ, ὀλίγη ἡ νοῦσος γίγνεται, ἢν δὲ πολλὰ, πολλὴ, τουτέοισι ξυμφέρει ὑποκαθῆραι τὴν κοιλίην· ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς τὰ ῥοφήματα, βλάψεις καὶ ὁκόσῳ ἂν πλείω διδῷς μᾶλλον βλάψεις.
Τὰ διὰ τῆς γαστρὸς ὑπιόντα λέγειν εἴωθεν αὐτὸς ὑποχωρήματά τε καὶ διαχωρήματα· καὶ διὰ τοῦτο καὶ νῦν ἐδέξαντό τινες ἐπὶ τῶν κατὰ τὴν γαστέρα κενουμένων εἰρῆσθαι τὸν λόγον αὐτῷ. μάχεται δ’ αὐτὸ τὸ προσκείμενον ἐν τῇ λέξει, τὸ ἢν ἐάσῃς στῆναι καὶ μὴ κινέῃς, οἰκεῖον γὰρ τοῦτο τοῖς ὑγροῖς, καὶ διὰ τοῦθ’ ἕτεροι πάλιν ἐπὶ τῶν οὔρων ἐδέξαντο λέγειν αὐτόν. ἑκάτεροι δὲ πάλιν σχιθέντες οἱ μὲν ἐφίστανται γράφουσι διὰ τοῦ ε τὴν πρώτην συλλαβὴν, οἱ δὲ ὑφίστανται διὰ τοῦ υ. τοῖς μὲν οὖν οὔροις οὐδέτερον ἐναντιοῦται τῶν ῥημάτων. καὶ γὰρ καὶ
Ὁκόσα ἂν κάτω ὠμὰ ὑποχωρέῃ ἀπὸ χολῆς μελαίνης ἐστὶν, ἢν πλείω πλείων, ἢν ἐλάσσω, ἐλάσσων ὁ νοῦσος.
Εἴρηται δὲ καὶ πρόσθεν ὅτι καὶ ἄλλοι τινές εἰσιν, ἔξεστι γὰρ ἐν τοῖς ἀσαφέσιν ὡς ἂν ἐθέλῃ τις γράφειν, οὐδενὸς ἐπὶ τοῖς μεταγράφουσι νόμου κειμένου, πολλάκις δὲ οὐ διὰ τὴν ἀσάφειαν, ἀλλ’ ὅτι ψευδής ἐστιν ὁ λόγος· διὰ τοῦτο ἀναγκάζονται προσγράφειν τοῖς ἐξ ἀρχῆς εὑρεθεῖσιν ἢ ἀφαιρεῖν ἢ μεταγράφειν, ὥσπερ ἀμέλει καὶ κατὰ τόνδε τὸν ἀφορισμὸν, οὗ τὴν λέξιν οἱ πρῶτοι τῶν ἐξηγησαμένων
Αἱ ἀποχρέμψεις ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ χολώδεες καὶ δυσώδεες πᾶσαι κακαὶ, ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ καὶ κατὰ κοιλίην καὶ κύστιν καὶ ὅκου ἄν τι ἀποχωροῦν στῇ κεκαθαρμένον κακόν.
Καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν γέγραπται κατὰ τόνδε τὸν τρόπον. αἱ ἀποχρέμψιες ἐν τοῖσι πυρετοῖσιν ἐν τοῖσι μὴ διαλείπουσιν αἱ πελιδναὶ καὶ αἱματώδεες, πᾶσαι κακαί. ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ καὶ κατὰ τὴν διαχώρησιν καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μήτε τῶν συμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν. ἐξηγησάμεθα δ’ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων.
Τὰ σώματα χρὴ, ὅπου τις βούλεται καθαίρεσθαι, εὔροα ποιέειν καὶ ἢν ἄνω εὔροα ποιέειν, στῆσαι τὴν κοιλίην, ἢν δὲ κάτω, ῥυῆσαι τὴν κοιλίην.
Καὶ τούτου τοῦ λόγου τὸ πρῶτον μέρος ἔμπροσθεν γέγραπται, μὴ προσκειμένου τοῦ καὶ ἄνω, ἢν βούλῃ εὔροα καὶ τὰ ἐφεξῆς, ἅτινα προσγράψαι βουλόμενος ἐνταυθοῖ τις ἐνέγραψεν αὖθις τὸν αὐτὸν ἀφορισμὸν μετ’ ἐξηγήσεως, ὥσθ’ ὑπάρχειν ἀληθῆ. ὅτι ἀληθεστέρα ταύτης ἑτέρα τίς ἐστιν ἐξήγησις, ἣν καὶ διὰ μακρᾶς πείρας ἡμεῖς ἐβασανίσαμεν, ἔμπροσθεν δέδεικται κατὰ τὸ τέταρτον ὑπόμνημα.
Ὕπνος, ἀγρυπνίη, ἀμφότερα γιγνόμενα μᾶλλον τοῦ δέοντος, νοῦσος.
Καὶ οὗτος ὁ ἀφορισμὸς ἔν τισι τῶν ἀντιγράφων παρέγκειται πρόσθεν εἰρημένος ὅλος ὡσαύτως, πλὴν τοῦ κατὰ τὸ τέλος, ἐνταυθοῖ μὲν γὰρ νόσος. ἐκεῖ δὲ πολὺ βέλτιον γέγραπται κακόν.
Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔσω καίηται καὶ πυρετὸς ἔχῃ, θανάσιμον.
Καὶ οὗτος ὁ ἀφορισμὸς εἰκῆ γέγραπται πρόσθεν ἄμεινον εἰρημένος, χωρὶς τοῦ καὶ πυρετὸς ἔχῃ. νῦν δὲ ἐκ περιττοῦ πάλιν ἔχει προσκείμενον τὸ καὶ πυρετὸς ἔχῃ· προειρηκότος γὰρ αὐτοῦ κατὰ τὴν ἀρχὴν, ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖς, ματαία πάλιν ἡ ἐπὶ τῇ τοῦ λόγου τελευτῇ προσθήκη καὶ πυρετὸς ἔχῃ.
Ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος ἢ ῥὶς ἢ ὀφθαλμός ἢ ὀφρὺς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἀσθενέος ἐόντος, ὅτι ἂν τούτων γένηται, ἐγγὺς ὁ θάνατος,
Καὶ οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν εἴρηται κατὰ τήνδε τὴν λέξιν. ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος ἢ ῥὶς ἢ ὀφθαλμὸς ἢ ὀφρὺς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενοῦς ἐόντος, ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος.
Ἐπὶ λευκῷ φλέγματι ὕδρωψ ἐπιγίνεται.
Τὸ λεγόμενόν ἐστι τοιοῦτον, ὅσοις ἂν πλεῖστον ἐν τοῖς ἀγγείοις καὶ κατὰ τὴν ἕξιν ὅλην τοῦ σώματος ἀθροισθῇ λευκὸν φλέγμα, τούτοις ὁ λευκοφλεγματίας ὕδερος ἔσται.
Ἐπὶ διαῤῥοίῃ δυσεντερίη.
Ἀπὸ κοινοῦ δηλονότι προσυπακοῦσαι χρὴ τὸ ἐπιγίνεται, ξεομένων τῶν ἐντέρων κατὰ βραχὺ, κἄπειτα διὰ βάθους
Ἐπὶ δυσεντερίῃ λειεντερίη ἐπιγίνεται.
Καὶ οὗτος ὁ ἀφορισμὸς μόριόν ἐστιν ἀφορισμοῦ εἰρημένου ἔμπροσθεν τοῦτον τὸν τρόπον· ὅσοι σπληνώδεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τούτοισιν ἐπιγενομένης μακρῆς τῆς δυσεντερίης, ὕδρωψ ἐπιγίνεται ἢ λειεντερίη, καὶ ἀπόλλυνται. ἐξηγησάμεθα δὲ καὶ ἡμεῖς αὐτὸν κατὰ τὸ ἕκτον τῶν ὑπομνημάτων.
Ἐπὶ σφακελισμῷ ἀπόστασις ὀστέου.
Ἀπὸ κοινοῦ δηλονότι κἀνταῦθα προσυπακοῦσαι δεῖ τὸ ἐπιγίνεται. πότερον δὲ τῷ τοῦ ὀστέου σφακελισμῷ τὴν ἀπόστασιν αὐτοῦ ἕπεσθαι ἢ τῷ τῆς προκειμένης σαρκὸς, οὐκ ἐδήλωσε, δύναται δ’ ἑκάτερον ἀληθῶς λέγεσθαι.