In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ἐπὶ αἵματος ἐμέτῳ φθόη καὶ τοῦ πύου κάθαρσις ἄνω.

Ἐπὶ τῇ φθόῃ ῥεῦμα ἐκ τῆς κεφαλῆς ἐπὶ τῷ ῥεύματι διάῤῥοια, ἐπὶ τῇ διαῤῥοίᾳ σχέσις τῆς ἄνω καθάρσεως, ἐπὶ τῇ σχέσει θάνατος. ἐν τοῖς πλείοσι τῶν ἀντιγράφων καὶ παρὰ τοῖς πλείστοις τῶν ἐξηγητῶν γέγραπται· ἐπὶ αἵματος ἐμέτῳ φθορά. κατά τινα μέντοι τῶν ἀντιγράφων ἐπὶ αἵματος ἐμέτῳ φθόη γέγραπται. φαίνεται γοῦν ὅτι καὶ ταῦτα συνηράνισται μοχθηρῶς ἐκ πολλῶν Ἱπποκρατείων ἀποφάσεων συγκείμενα παρεφθαρμένως, μάλιστα δὲ παρ’ ἐκείνων τῶν ἀφορισμῶν ἐπὶ αἵματος πτύσει, πύου πτύσις καὶ ῥύσις. ἐπὴν δὲ τὸ σίαλον ἴσχηται, ἀποθνήσκουσιν.

194
Ὁκοῖα καὶ ἐν τοῖσι κατὰ τὴν κύστιν καὶ ἐν τοῖσι κατὰ τὴν κοιλίην ὑποχωρήμασι καὶ ἐν τοῖσι κατὰ τὰς σάρκας καὶ ἤν πη ἄλλη τῆς φύσεως ἐκβαίνῃ τὸ σῶμα, ἢν ὀλίγον, ὀλίγη νοῦσος γίνεται, ἢν πολὺ δὲ, πολλὴ, ἢν πάνυ πολλὴ, θανάσιμον τὸ τοιοῦτον.

Οὗτος ὕστατος ὁ ἀφορισμὸς ἐν πλείστοις τῶν ἀντιγράφων γέγραπται, κατά τινα μέντοι καὶ ἄλλοι πρόσκεινται, διεσκευασμένοι καθάπερ καὶ οἵδε οὓς διεληλύθαμεν ἐκ τῶν γνησίων ὄντας οὕτως, ὥστε τοὺς μὲν αὐτῇ τῇ λέξει, τοὺς δὲ παρὰ βραχὺ, τοὺς δὲ μετὰ βραχείας προθέσεως ἐοικέναι τοῖς ὑπ’ αὐτοῦ τοῦ Ἱπποκράτους γεγραμμένοις, ὅθεν αὐτοὺς οὐδ’ ἡμεῖς ἔτι προσεθήκαμεν. οὐδὲ γὰρ αὐτὸς οὗτος ὁ νῦν προκείμενος ἔχει τι περιττότερον ὧν πολλάκις ὁ Ἱπποκράτης ἔδειξεν, ἀλλὰ καὶ ὁ τρόπος τὰς ἑρμηνείας εὔδηλος ὁ κατ’ ἐκεῖνον. τὸ δὲ οἷα καὶ ἐν τοῖς κατὰ τὴν κύστιν καὶ ἐν τοῖς κατὰ τὴν κοιλίαν ἀποδόσεως χρῄζει,

195
τό γε μὴν κεφάλαιον, ὡς ἔφην, ἀληθές. εἰ μὲν γὰρ ὀλίγον ἐκβαίνοι τοῦ κατὰ φύσιν ἐν οἵῳ δή ποτε μορίῳ μακροτέραν τὴν νόσον· εἰ δ’ ἐπὶ πλέον, πολλὴν ὑποληπτέον· εἰ πάνυ πολλὴ τοῦ κατὰ φύσιν ἡ μετάβασις γένηται, θανάσιμον εἶναι τὸ τοιοῦτον νόσημα.