In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ἤν ἡ γλῶσσα ἐξαίφνης ἀκρατὴς γένηται ἢ ἀπόπληκτόν τι τοῦ σώματος, μελαγχολικὸν τὸ τοιοῦτο γίνεται.

Ἀκρατῆ μὲν ὀνομάζει γλῶσσαν ἤτοι τὴν ἀστήρικτον ὡς μὴ διαθροῦσαν ἀκριβῶς τὴν φωνὴν ἢ τὴν ἀκίνητόν τε καὶ παραλελυμένην παντάπασιν. ἀπόπληκτον δέ τι τοῦ σώματος τὸ παραλελυμένον. διὰ τί δὲ ἐξαίφνης γινόμενα

143
ταῦτα μελαγχολικὰ ὑπάρχειν φησὶν οὐκ οἶδα. μελαγχολίας μὲν γὰρ, ἣν δὴ καὶ συνήθως ἅπαντες Ἕλληνες ὁμολογοῦσιν, ὀρθῶς εἴρηται πρὸς αὐτοῦ τὰ τοιαῦτα γνωρίσματα, ἢν φόβος ἢ δυσθυμία πολὺν χρόνον ἔχουσα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον. ἄλλως δὲ μελαγχολικὰ λέγομεν εἶναι πάθη τούς τε καρκίνους καὶ τοὺς ἰλέφαντας, ἔτι τε λέπρας καὶ ψώρας καὶ μέλανας ἀλφούς. ἀλλ’ οὐδὲ τῶν τοιούτων παθῶν τινος οὔτε τῆς ὑπὸ πάντων ὀνομαζομένης μελαγχολίας ὁρᾶται προηγουμένη γλώσσης ἀκράτεια, καθάπερ οὐδὲ μορίου τινὸς ἀποπληξία. λοιπὸν οὖν ἐστι λέγειν, ὥσπερ ἐπὶ τεταρταίου πυρετοῦ, μελαγχολικὸν εἶναί φαμεν αἴσιον τὸν τῆς περιόδου χυμὸν, οὕτω καὶ τῶν εἰρημένων παθημάτων, τῆς τε κατὰ τὴν γλῶτταν ἀκρατείας καὶ τῆς τοῦ μορίου παραλύσεως. καὶ δυνατόν γε τῷ πάχει τοῦ χυμοῦ τὰ τοιαῦτα ἀκολουθῆσαι παθήματα, καθάπερ τῷ παχεῖ τε καὶ γλίσχρῳ φλέγματι, οὔκουν ἁπλῶς μελαγχολικὸν ἐροῦμεν εἶναι τῶν εἰρημένων ἑκάτερον, ὥσπερ οὐδὲ φλεγματικὸν
144
ἁπλῶς, ἀλλὰ φλεγματικὸν καὶ μελαγχολικόν. τὸ δὲ ἐξαίφνης πρόσκειται τῷ λόγῳ διὰ τὰς κατὰ βραχὺ γιγνομένας βλάβας, ἐπί τε φλεγμονῇ σκιῤῥουμένῃ καὶ δυσκρασίᾳ δυσλύτῳ.

Ἥν ὑπερκαθαιρομένων πρεσβυτέρων λὺγξ ἐπιγένηται, οὐκ ἀγαθόν.

Κοινὸς οὗτος ὁ λόγος κατ’ ἄμφω, καὶ καθ’ ὅσον ἅπασι τοῖς ὑπερκαθαιρομένοις οὐκ ἀγαθὸν ἡ λὺγξ καὶ καθ’ ὅσον τοῖς πρεσβυτέροις τὰ μοχθηρὰ πάντα χείρω διὰ τὴν ἡλικίας ἀσθένειαν.

Ἤν πυρετὸς μὴ ἀπὸ χολῆς ἔχῃ, ὕδατος πολλοῦ καὶ θερμοῦ καταχεομένου ἐπὶ τῆς κεφαλῆς, λύσις τοῦ πυρετοῦ γίνεται.
145

Δηλοῖ σαφῶς ἐν τούτῳ τῷ λόγω μὴ πάντας ἀπὸ χολῆς γίνεσθαι τοὺς πυρετούς. δηλοῖ δὲ καὶ ὅτι πλὴν τῶν ἐπὶ χολῆς γινομένων οἱ λοιποὶ πάντες ὕδατος πολλοῦ καταχεομένου ἐπὶ τῆς κεφαλῆς λύονται. κατὰ τοῦτον γοῦν τὸν λόγον κἀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐπὶ Μελίτωνος ἔγραψε, λουτροῖς ἐχρήσατο κατὰ τῆς κεφαλῆς. οἵ τε γὰρ ἐπ’ ἐγκαύσει καὶ ψύξει γινόμενοι πυρετοὶ πρὸς τῶν τοιούτων ὀνίνανται λουτρῶν, οἵ τ’ ἐπὶ κόποις οὐδὲν ἧττον, οἵ τε διὰ στέγνωσιν πόρων, εἴτε δι’ ἔμφραξιν εἴτε διὰ μύσιν στεγνωθέντων. ἀναπνεῦσαι γὰρ ἐπ’ αὐτῶν χρὴ καὶ διαφορηθῆναι τὴν πυρετώδη θερμασίαν. οὐ μὴν ὅταν γε φλεγμονή τις καὶ χωρὶς φλεγμονῆς χυμῶν σηπεδὼν ἀνάπτῃ τὴν πυρετώδη θερμασίαν, ὀνίνησι τὰ λουτρὰ πρὶν ἤτοι κενωθῆναι τοὺς λυποῦντας χυμοὺς ἢ πεφθῆναι. ἀλλὰ τά γε τοιαῦτα νοσήματα πλευρίτιδάς τε καὶ περιπνευμονίας ἡπατίτιδάς τε καὶ σπληνίτιδας ἐκάλουν οἱ παλαιοὶ, σύμπτωμα τιθέμενοι τὸν πυρετὸν αὐτὸν, οὐκ αὐτὸ πάθος. ἐφ’ ὧν δὲ

146
χωρὶς μορίου φλεγμονῆς οἱ κατὰ τὰς φλέβας χυμοὶ σηπόμενοι πυρετοὶ ἀνάπτουσιν, ἐπ’ ἐκείνων μόνων ἔλεγον ὑπὸ πυρετοῦ τὸν ἄνθρωπον ὀχλεῖσθαι καὶ πυρετὸν ἔχειν αὐτὸν, ἐπ’ ἐκείνων δὲ καὶ τὰς διαφορὰς τῶν πυρετῶν ἔγραψαν, ἠπίαλον καὶ λειπυρίαν, ἑλκώδη τε καὶ τυφώδη καὶ λοιμώδη καὶ καῦσον. ἡπατίτην δὲ τὸν πυρετὸν καὶ σπληνῖτιν ἢ περιπνευμονίην ἢ πλευρίτην οὐδεὶς εἶπεν, ὥστε νῦν ὁ λόγος ἐστὶ τῷ Ἱπποκράτει περὶ τῶν αὐτῶν πυρετῶν μορίων ἄνευ φλεγμονῆς. κατὰ μέντοι τὰ πλεῖστα τῶν ἀντιγράφων οὐχ ὕδατος, ἀλλ’ ἱδρῶτος γέγραπται, τοιαύτην τινὰ ἔννοιαν ἐνδεικνυμένης τῆς γραφῆς· ἐὰν πυρετὸς μὴ ὑπὸ χολῆς ἔχῃ, πολὺς ἱδρὼς ἀπὸ τῆς κεφαλῆς καταῤῥέων λύει τὸν πυρετὸν, οὐ δήπου τῆς κεφαλῆς μόνης ἐκχεῖσθαι τὸν ἱδρῶτα λέγοντος τοῦ Ἱπποκράτους, ἀλλ’ ἀπὸ πρώτου φαινομένου μορίου περὶ παντὸς τοῦ σώματος δηλοῦντος. ἐπὶ ταύτῃ τῇ γραφῇ συμβήσεται τοὺς διὰ χολὴν πυρέττοντας ὑπὸ τῶν τοιούτων ἱδρώτων μηδὲν ὀνίνασθαι. καὶ μὴν ἐναργῶς γε λύονται πολλάκις οἵ τ’ ἄλλοι πυρετοὶ καὶ καθ’ οὓς ἡ ξανθὴ χολὴ
147
πλείστη τριταῖοί τε καὶ καῦσοι. βελτίων οὖν ἡ προτέρα γραφὴ θεραπείαν ἀληθῆ διδάσκουσα τοῦ γένους τῶν εἰρημένων πυρετῶν, ὅσοι διὰ κόπους ἢ ἐγκαύσεις ἢ ψύξεις ἢ ὅλως στεγνώσεις τοῦ δέρματος γίγνονται. τὸ μὲν οὖν μὴ ἀπὸ χολῆς ῥῆμα καὶ τὴν ὠχρὰν δύναται καὶ τὴν μέλαιναν ἐνδείκνυσθαι χολήν. οὐ μὴν ἐπί γε ταύταις μόναις ἐδείκνυμεν, ἀλλὰ καὶ διὰ φλέγμα σηπόμενον γίνεσθαι πυρετὸν καὶ κατὰ τοῦτο μόνον ὁ ἀφορισμὸς οὐκ ἀληθεύειν δόξει, πλὴν εἰ τὴν σηπεδόνα τοῦ φλέγματος εἰς χολώδη χυμὸν ἀξιώσειέ τις μεταπίπτειν.

    Γυνὴ ἀμφιδέξιος οὐ γίγνεται.

    Ἀμφιδέξιον Εὐριπίδης εἴρηκε σίδηρον τὸν ἑκατέρωθεν μὲν τέμνοντα, περιδέξιον δὲ τὸν Ἀστεροπαῖον Ὅμηρος τὸν ἀμφοτέραις ταῖς χερσὶν ὁμοίως χρώμενον, ὡσεὶ καὶ ἀμφοτεροδέξιον εἰρήκει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀμφαριστερὸν

    148
    Ἀριστοφάνης εἶπεν ἐν Ταγηνίταις ἄνθρωπον ἀμφοτέρωθεν ἀριστερόν. Ἱππῶναξ ἀμφιδέξιον ἔφη κατὰ τόνδε τὸν ἴαμβον.

  1. Ἀμφιδέξιος γὰρ εἰ μὴ καὶ οὐχ ἁμαρτάνω.
  2. ἄνδρες μὲν οὖν ἀμφοτέραις ταῖς χερσὶν ὡς δεξιαῖς χρώμενοι πολλάκις ὤφθησαν, γυνὴ δὲ οὐδεμία μέχρι δεῦρο, διὰ τὴν ἀσθένειαν τῆς φύσεως. εἴπερ γὰρ ἀμφοτέραις ταῖς χερσὶ διὰ ῥώμην τῆς κατὰ τὰ νεῦρα καὶ τοὺς μῦς δυνάμεως ἄνδρες τινὲς χρῶνται, δεόντως οὐδεμία γυνὴ χρήσεται, ᾗ γε ἀγαπητόν ἐστι τῇ δεξιᾷ μόνῃ χρῆσθαι μετρίως. τὰς γοῦν Ἀμαζονίδας αὐτός φησιν ἐπικαίειν τὸν δεξιὸν τιτθὸν, ἵνα εἰς τὴν πλησίον χεῖρα πλείονος τροφῆς ἀφικνουμένης εὐρωστία τις αὐτῇ προσγένηται, ὡς τῇ φύσει γε καὶ ταύτης ὑπαρχούσης ἀσθενοῦς. ἔνιοι μέντοι φασὶν ἀμφιδέξιον εἰρῆσθαι τὴν ἐν τῷ δεξιῷ μέρει τῆς μήτρας γινομένην. καὶ τούτων ἔτ’ ἀλογώτερον ἕτεροι περὶ τῶν ἑρμαφροδίτων ὀνομαζομένων τὸν λόγον εἶναί φασι τῷ Ἱπποκράτει

    149
    τῷ μὲν ἄῤῥενι προσγίνεσθαι φάσκοντι γυναικεῖον αἰδοῖον, τῇ θηλείᾳ δὲ μὴ προσγίνεσθαι τὸ ἀνδρεῖον.

Ὁκόσοισιν ἔμπυοι καίονται ἢ τέμνονται ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται, ἢν δὲ ὕφαιμόν τε καὶ βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται.

Ἐμπυήματα μὲν εἴωθεν ὀνομάζειν οὐ τὰ κατὰ θώρακα μόνον, ἀλλὰ καὶ τὰ καθ’ ὁτιοῦν μόριον ἄλλον τοῦ σώματος εἰς πῦον ἀλλοιωθέντα φύματα. μόνους δὲ ἐμπύους προσαγορεύει τοὐπίπαν ἐξαιρέτους, οἷς μεταξὺ θώρακός τε καὶ πνεύμονος ἤθροισται τὸ πῦον, οὓς ὅτι συνήθως ἔκαιον οἱ παλαιοὶ μαθεῖν ἔστι καὶ ἐξ ὧν εἴρηκε Πλάτων ὁ κωμικὸς ἐπὶ Κινησίου κατὰ τήνδε τὴν ῥῆσιν· μετὰ ταῦτα δὲ Εὐαγόρου ὁ παῖς ἐκ πλευρίτιδος Κινησίας σκελετὸς, ἄπυος, καλάμινα σκέλη φορῶν, φθόης προφήτης, ἐσχάρας κεκαυμένος πλείστας ὑπ’ Εὐρυφῶντος ἐν τῷ σώματι.

150
ὅτι δὲ τὸ μὲν πῦον τὸ λευκὸν ἀγαθόν ἐστι, τὸ δὲ βορβορῶδες καὶ δυσῶδες μοχθηρὸν οὐδεὶς ἀγνοεῖ.

Ὁκόσοι τὸ ἧπαρ διάπυον καίονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται· ἐν χιτῶνι γὰρ τὸ πῦον τουτέοισίν ἐστιν· ἢν δὲ οἷον ἀμόργη ῥυῇ, ἀπόλλυνται.

Ὁ αὐτὸς εἶπε τὴν αἰτίαν, δι’ ἣν οἱ μὲν ἀπόλλυνται τῶν οὕτως ἐχόντων, οἱ δὲ περιγίνονται· καὶ γὰρ οἷς ἐν χιτῶνι τὸ πῦον ἐστι μηδὲν πεπονθυίας τῆς οὐσίας τοῦ σπλάγχνου σώζονται πάντες, οἷς δ’ ἄχρι τῆς τοῦ ἥπατος σαρκὸς ἡ φθορὰ διήκει, δεόντως ἀποθνήσκουσιν. ὅτι δὲ ἀμόργην ὀνομάζουσιν οἱ Ἕλληνες τὴν ὑπόστασιν τοῦ ἐλαίου καὶ ὅτι τοιαύτης εἰκὸς γίνεσθαι τὴν ἄπεπτον σηπεδόνα τοῦ ἥπατος εὔδηλον παντί.

151
Ὀφθαλμῶν ὀδύνας ἄκρητον ποτίσας καὶ λούσας πολλῷ θερμῷ φλεβοτόμει.

Τῶν παραγεγραμμένων εἶναί μοι δοκεῖ καὶ οὗτος ὁ ἀφορισμὸς, οὐχ ὁμολογῶν ἑνὶ τῶν ἔμπροσθεν εἰρημένων τὸ ὀδύνην ὀφθαλμῶν ἀκρατοποσίαν ἢ λουτρὸν ἢ πυρίην ἢ φλεβοτομίην ἢ φαρμακείην λύειν. τοῦτον μὲν τὸν ἀφορισμὸν ἐξήγημαι κατὰ τὸ ἕκτον ὑπόμνημα, δεικνὺς τὰς διαθέσεις, ἐφ’ ὧν ἕκαστον χρὴ τῶν βοηθημάτων ἄγειν εἰς χρῆσιν. ὁ δὲ νῦν προκείμενος ἀφορισμὸς ἐπὶ μιᾶς διαθέσεως ἀξιοῖ χρῆσθαι τοῖς τρισὶ βοηθήμασιν. εἰ μὲν οὖν ἔχει τις ἡμᾶς διδάξαι τὴν διάθεσιν,· ἐφ’ ἧς χρεία τῶν τριῶν ἐστι βοηθημάτων, εἰσόμεθα χάριν αὐτῷ· μέχρι δ’ ἂν ἐξηγῶνται μὲν τὸν ἀφορισμὸν ὡς γνήσιον, μὴ διδάσκωσι δ’ ἡμᾶς τὴν διάθεσιν, οὐ πεισόμεθα ταῖς ἐξηγήσεσιν αὐτῶν. ἃ γοῦν λέγουσιν οἱ ὅλως ἐγχειρήσαντες εἰπεῖν τι, κἂν μετρίως πιθανὰ, ἔστι τοιαῦτα. ἐφ’ ὧν αἷμα παχὺ τὸ πλεονάζον ἐστὶ

152
καὶ διὰ τοῦτο κενώσεως χρῇζον, ἄμεινον νομίζουσι χέοντες πρότερον αὐτὸ μετὰ ταῦτα χρῆσθαι τῇ φλεβοτομίᾳ, χεθήσεσθαι δὲ πιόντων τὸν ἄκρατον νῶν καμνόντων καὶ λουσαμένων. ἀλλ’ οἱ ταῦτα λέγοντες ὅτι μηδέποτε διὰ πείρας ἦλθον ὧν λέγουσιν, ἀκριβῶς ἴσασιν οἱ τῶν ἔργων τῆς τέχνης τρίβωνες. οὔτε γὰρ οἶνον οὔτε λουτρὸν ἀνέχεται ἡ πληθωρικὴ διάθεσις ἄνευ μεγίστης βλάβης, ἀλλ’ ἔστι ταῦτα τὰ βοηθήματα ταχέως αἵματος ἐσφηνωμένου κατά τι μόριον ἄνευ τοῦ καθ’ ὅλον τὸ σῶμα πλήθους. οὕτω γοῦν καὶ ὁ Ἀσκληπιάδης οἴνῳ χρῆται μετὰ τὴν τοῦ παντὸς σώματος κένωσιν, ὑπὲρ τοῦ τὰς ἐνστάσεις ἰᾶσθαι. πλήθους δ’ ὄντος ἐν ὁλῷ τῷ σώματι διαῤῥαγῆναι φθάνουσιν οἱ χιτῶνες ὀφθαλμῶν ἐν αὐτῷ τῷ πίνειν τε καὶ λούεσθαι. ὥστε εἰ μὲν ἄνευ πλήθους ἡ ὀδύνη γίγνοιτο, δι’ ἔμφραξίν τε καὶ σφήνωσιν αἵματος παχέος, ὀρθῶς μὲν λούσουσί τε καὶ οἶνον δώσουσιν, οὐκ ὀρθῶς δὲ φλεβοτομήσουσιν· εἰ δὲ πλῆθος εἵη, καλῶς μὲν φλεβοτομήσουσιν, οὐκ ὀρθῶς δὲ λούσουσι καὶ οἶνον δώσουσιν.

153
Ὑδρωπιῶντα ἢν βὴξ ἔχῃ, ἀνέλπιστός ἐστι.

Τοῦτο πρόσθεν εἴρηται· τοῖς ὑδρωπικοῖς βὴξ ἐπιγενομένη κακόν.

Στραγγουρίην καὶ δυσουρίην θώρηξις καὶ φλεβοτομίη λύει, τέμνειν δὲ τὰς εἴσω.

Ὅτι μὲν ἡ στραγγουρία τὴν κατὰ στράγγα τῶν οὔρων ἀπόκρισιν δηλοῖ τοὔνομα αὐτὸ διδάσκει. δυσουρία δὲ δύναται μὲν καὶ ἡ μετ’ ὀδύνης οὔρησις εἰρῆσθαι, δύναται δὲ καὶ ἡ μετὰ δυσχερείας τινὸς, ὡς μόγις ἐνεργεῖν τὴν κύστιν. τὴν μὲν οὖν στραγγουρίαν αὐτῶν τε τῶν οὔρων ἐργάζεται ἡ δριμύτης, ἀῤῥωστία τε τῆς καθεκτικῆς ἐν τῇ κύστει δυνάμεως, ἥτις γίνεται διὰ δυσκρασίαν καὶ μάλιστα τὴν ψυχράν. τὴν δὲ δυσουρίαν, εἰ μὲν μετὰ ὀδύνης εἴη, φλεγμονὴ

154
καὶ ἀπόστημα καὶ ἕλκωσις ἀνώμαλός τε δυσκρασία καὶ πνεῦμα φυσῶδες· εἰ δὲ δυσχερής τις κίνησις εἴη, ἢ ἀῤῥωστία δυνάμεως ἢ παρὰ φύσιν ὄγκος. ἐκ τούτων ἁπασῶν τῶν διαθέσεων τὴν μὲν ψύξιν ἡ θώρηξις λύει, τουτέστιν ἤτοι ἁπλῶς οἴνου πόσις ἢ ἀκρατεστέρου· καὶ μέντοι τὴν τοιαύτην φλεγμονὴν, ἥτις δι’ ἔμφραξιν παχέος αἵματος ἄνευ πλήθους ἐγένετο, τὴν δὲ σὺν πλήθει φλεγμονὴν, ἤδη δὲ καὶ τὴν ἄλλην, ὅση χωρὶς μὲν ἐνδείας ἐστὶ, μετ’ εὐρωστίας δὲ δυνάμεως, ἰᾶται φλεβοτομία. περὶ δὲ τοῦ τέμνειν τὰς εἴσω φλέβας εἴρηταί μοι κατὰ τὸ πρὸ τούτου βιβλίον, ἐν ᾧ τόνδε τὸν ἀφορισμὸν ἐξηγούμην, δυσουρίην φλεβοτομίη λύει, τέμνειν δὲ τὰς εἴσω.

Ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα καὶ ἐρύθημα ἐν τῷ στήθει ἐπιγιγνόμενον ἀγαθόν. ἔξω γὰρ τρέπεται τὸ νούσημα.
155

Οὗτος ὁ ἀφορισμὸς ἔμπροσθεν εἴρηται κατὰ τήνδε τὴν λέξιν· ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα γενέσθαι ἐν τῷ βρόγχῳ ἀγαθόν. ἐξήγημαι δ’ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων. ἐνταῦθ’ οὖν ἔοικε παραγεγράφθαι, προσθεῖναί τινος βουληθέντος τὸ ἔξω γὰρ τρέπεται τὸ πάθος.

Ὁκόσοισι σφακελισθῇ ὁ ἐγκέφαλος, ἐν τρισὶν ἡμέρῃσιν ἀπόλλυνται· ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται.

Τὸ σφακελίζειν μὲν, ὡς πολλάκις εἴρηκεν ἐν τῷ περὶ ἀγμῶν καὶ ἄρθρων, ἐπὶ τοῦ διαφθείρεσθαι τοὔνομα φέρων, ἐνταυθοῖ οὐκ ἐγχωρεῖ φθορὰν ἀκοῦσαι τοῦ ἐγκεφάλου προκειμένου τοῦ, ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται. εἰ γὰρ δὴ φθορὰ τῆς οὐσίας ἐστὶν ὅλης ἑκάστου τῶν σφακελιζόντων μορίων ὁ σφάκελος, οὐκ ἐνδέχεται θεραπευθῆναι τὸν οὕτω κάμνοντα. μή ποτε οὖν ἐνίοτε οὕτω καταχρώμενοι

156
φέρωσι τοὔνομα καὶ κατὰ τῶν ἀρχομένων μὲν ἐμπίπτειν τῇ διαθέσει, μηδέπω δ’ ἀκριβῶς ἐχόντων αὐτὴν συμπεπληρωμένην. τοιαῦτα γάρ τινα κἀπὶ τῶν σαρκωδῶν μορίων ἐν ταῖς γαγγραίναις συμβαίνει, τοῦ μὲν πάθους αὐτοῦ διὰ μέγεθος τῆς φλεγμονῆς ἀναισθησίαν τε καὶ μελασμὸν ἢ πάντως γε νεκρώδη τινὰ χροιὰν ἐπιφέροντος τῷ πάσχοντι μορίῳ. γαγγραινοῦσθαι δὲ λέγομεν καὶ τὸν ἀρχόμενον ἐμπίπτειν τῇ διαθέσει. ὥσπερ οὖν γάγγραιναν ἤδη μὲν συμπεπληρωμένην, ὡς νενεκρῶσθαι τὸ μόριον ἀδύνατον ἰᾶσθαι, γεννωμένην δ’ ἔτι δυνατὸν, οὕτω καὶ σφάκελον. καίτοι γε καὶ τὴν ἐν τοῖς σαρκώδεσι μορίοις νέκρωσιν ἐπὶ μεγέθει φλεγμονῆς, ἣν ἰδίως ὀνομάζουσι γάγγραιναν οἱ ἰατροὶ καὶ ταύτην οἱ Ἕλληνες ἐκάλουν σφάκελον. οὕτω γοῦν μοι δοκεῖ καὶ ὁ Ἡρόδοτος τὸν μηρὸν εἰρηκέναι τοῦ Καμβύσου σφακελίζεσθαι καὶ τὸν ἐγκέφαλον δὲ σφακελίζειν οὕτως ἄν τις εἴποι μόνως· καὶ μέντοι καὶ διὰ τί παχὺς ὁ θάνατος ἐπ’ αὐτοῦ, πρόδηλον ὡς τοῦ τε πάθους ὄντος χαλεπωτάτου καὶ μορίου κυριωτάτου. μὴ φθάσαντος δὲ ἀποθανεῖν ἐν τρισὶ
157
ταῖς πρώταις ἡμέραις τοῦ κάμνοντος, ἀλλ’ εἰς τὴν τετάρτην ἀφικομένου, παρακμάζειν τε χρὴ τὸ πάθος ἐλπίζειν, ἐῤῥῶσθαί τε τὴν δύναμιν, ὡς κρατῆσαι τελέως αὐτοῦ.

Πταρμὸς γίνεται ἐκ τῆς κεφαλῆς διαθερμαινομένου τοῦ ἐγκεφάλου ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ· ὑπερχεῖται γὰρ ὁ ἀὴρ ὁ ἐνεὼν ἔξω. ψόφει δὲ ὅτι διὰ στενοῦ αὐτῷ ὁ διέξοδός ἐστιν.

Αἱ τοιαῦται λέξεις δύο σημαίνουσιν, ἓν μὲν καθόλου λεγόμενον ἐπὶ παντὸς τοῦ προκειμένου πράγματος, ὥσπερ ἐνταῦθα τῶν πταρμῶν, ἕτερον δ’ ἐπὶ μέρους, ὡς ἐνταῦθα περὶ τῶν ἐξ ἐγκεφάλου γινομένων πταρμῶν. ὁ μὲν οὖν πρῶτος λόγος ἔσται τοιοῦτος· πᾶς πταρμὸς ἐξ ἐγκεφάλου γίνεται, διαθερμαινομένου τοῦ ἐγκεφάλου ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ, ὥσπερ ἐστὶν ἀληθέστερος·

158
οὐ γὰρ πᾶς πταρμὸς γίνεται διαθερμαινομένου τοῦ ἐγκεφάλου ἢ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ. πτεροῖς γοῦν τινες ἐρεθίζοντες τὰς ῥῖνας πτάρνυνται καὶ μετὰ βηχὸς δέ τι πνεῦμα κάτωθεν ἀφικνούμενον εἰς τοὺς τῆς ῥινὸς πόρους αἴτιον γίνεται πταρμοῦ. καὶ τὸ νομίζειν δὲ τὸν ἐκ τῆς κεφαλῆς ἐκκρινόμενον ἀέρα μόνον εἶναι τὸν ψοφοῦντα, προφανῶς ψεῦδός ἐστιν. ἐναργῶς γὰρ φαίνεται κάτωθεν ἐκ τοῦ πνεύμονος ὁ ἀὴρ ἀναφερόμενος, ἀθρόως συστελλομένου τοῦ θώρακος. ἀλλὰ καὶ τὸ προηγεῖσθαι τοῦ πταρμοῦ τὴν εἰσπνοὴν ἀθροιζούσης τῆς φύσεως ἀέρα δαψιλῆ, πρὸς τὴν τοῦ πταρμοῦ γένεσιν ὁμολογεῖ τοῖς εἰρημένοις. μόνος οὖν ὁ τὴν ἀρχὴν τῆς γενέσεως ἔχων, ὄρεξιν τῆς φύσεως ἀποκρῖναι φυσῶδες ἐκ τῆς κεφαλῆς πνεῦμα, τοῦτον γίνεται τὸν τρόπον, ὃν ἐπιχειρεῖ διδάσκειν ὁ ἀφορισμὸς, οὐδὲ τοῦτον ἴσως πάντα, τὸ γὰρ διυγραινομένου περιττὸν εἰς πταρμοῦ γένεσιν. εἰ γὰρ καὶ πλεονάζει τι κατὰ τὴν κεφαλὴν ὑγρὸν, οὐκ ἐργάζεται πταρμὸν ἄνευ τοῦ πνευματωθῆναι· καὶ τοῦτο φαίνεται προφανῶς ἐπὶ πολλῶν
159
ἐκκρινόντων μὲν ὑγρότητα διὰ μυκτήρων παμπόλλην, οὐ πταρνυμένων ἐξ ἀνάγκης ἐπὶ πολύ. ἐκεῖνοι μὲν γὰρ μόνοι πτάρνυνται τῶν οὕτω διακειμένων, οἷς δακνῶδές ἐστι τὸ καταῤῥέον ὑγρὸν, ὡς εἰ καὶ τοῖς μυκτῆρσιν αὐτοῖς ἐνθείης τι δακνῶδες. ὥσπερ γὰρ ἡ βήξ φυσικόν τι σύμπτωμά ἐστιν, ἕνεκα τοῦ καθαίρεσθαι τὰς ἐν τῷ πνεύμονι τραχείας ἀρτηρίας, οὕτω καὶ ὁ πταρμὸς ἐναργῶς φαίνεται καθαίρων τοὺς κατὰ τὴν ῥῖνα πόρους. διττῆς δ’ οὔσης αὐτοῖς τῆς συντρήσεως, εὐρείας μὲν εἰς τὸ στόμα, διὰ λεπτοτέρων δὲ πόρων εἰς τὸν ἐγκέφαλον. ἡ μὲν εἰς τὸ στόμα σύντρησις ὑπὸ τοῦ κάτωθεν ἀναφερομένου πνεύματος, οἱ δ’ εἰς τὸν ἐγκέφαλον ἀνήκοντες πόροι πρὸς τοῦ κατιόντος ἐξ ἐκείνου καθαίρονται. καί σοι παραφυλάττοντι φανοῦνται κουφίζοντες τὰ βάρη τῆς κεφαλῆς οἱ ἐξ ἐγκεφάλου τὴν ἀρχὴν τῆς κινήσεως ἔχοντες πταρμοί. γίνονται γὰρ ἀραιουμένων καθαιρομένων τε τῶν κατὰ τὴν κεφαλὴν ὑγρῶν ἐκκρινομένων τε τῇ τῆς φύσεως ὁρμῇ. τὸ δ’ ἀραιοῦσθαι γίνεται αὐτοῖς θερμαινομένοις. θερμαίνονται δὲ ὑπὸ τῆς
160
ἐμφύτου θερμασίας ἀναζωπυρουμένης, ἧς διὰ τὴν ἀῤῥωστίαν πρότερον ἤθροιστο τὰ περιττὰ τῶν ὑγρῶν. ὅταν οὖν εἴπῃ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ, μάλιστα μὲν ἀκουστέον τοῦ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου, ἤδη δὲ καὶ τοῦ περιέχοντος αὐτὸν ἔξωθεν. εὔπορον γάρ ἐστι κἀκεῖνο διὰ τοῦ ἐγκεφάλου, πρότερον μὲν εἰς τὰς κοιλίας αὐτὰς, ἐντεῦθεν δ’ ὑπελθεῖν εἰς τὴν ῥῖνα. τὸ δὲ τῷ ἀθρόῳ τῆς ἐκπτώσεως αὐτοῦ γίνεσθαι τὸν ψόφον, αὐτὸς ὁ Ἱπποκράτης εἶπεν. ἔστι δὲ τοῦτο κοινὸν ὁποτέρωθεν ἂν ἔχηται, εἴτ’ οὖν ἐκ τοῦ πνεύμονος ἀναφερόμενος εἴτ’ ἐκ τῆς κεφαλῆς καταφερόμενος.

Ὁκόσοισι ἧπαρ περιοδυνᾶται, τουτέοισι πυρετὸς ἐπιγινόμενος λύει τὴν ὀδύνην.

Τὸ ἐπιγινόμενον ὄνομα δηλωτικόν ἐστι τοῦ πρόσθεν, ὅτι περιωδυνῶντο, μὴ πυρέττειν αὐτούς. εἴπερ οὖν τὸ ἧπαρ

161
ὀδυνᾶται σφοδρῶς ἢ διὰ φλεγμονὴν ἰσχυρὰν ἢ διὰ πνεῦμα φυσῶδες, οὐκ ἦν αὐτοῖς φλεγμονὴ, πάντως γὰρ ἂν ἐπύρεττον. εὔλογον οὖν ὑπὸ φυσώδους πνεύματος ὀδυνᾶσθαι τὸ σπλάγχνον αὐτοῖς. ὀδυνᾶται μὲν καὶ δι’ ἔμφραξιν, ἀλλὰ μετρίως καὶ μετὰ βάρους μᾶλλον ἢ σφοδρᾶς ὀδύνης. ἡ δὲ σφοδρὰ ὀδύνη διὰ πνεῦμα φυσῶδες ἢ φλεγμονὴν ἤτοι μεγίστην ἢ διαπυΐσκουσαν γίνεται.

Ὁκόσοισι συμφέρει αἷμα ἀφαιρεῖσθαι ἀπὸ τῶν φλεβῶν, τούτους χρὴ ἔαρι φλεβοτομεῖσθαι.

Οὗτος ὁ ἀφορισμὸς μόριόν ἐστι τοῦ διὰ τοῦ ἔμπροσθεν εἰρημένου κατὰ τόνδε τὸν τρόπον· ὁκόσοις φαρμακείη ἢ φλεβοτομίη συμφέρει, τοῦ ἦρος φλεβοτομεῖν ἢ φαρμακεύειν. ἔν τισι δὲ τῶν ἀντιγράφων ὅλως οὐ γέγραπται. καὶ τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον ἴσασι δίς τε

162
γράφουσιν αὐτὸν, ἔνιοι δ’ οὐδ’ ὅλως μέμνηνται. θαυμάσαι δ’ ἐστὶ τῶν μὴ μόνον γραφόντων δὶς τοὺς αὐτοὺς ἀφορισμοὺς, ἀλλὰ καὶ τὰς ἐξηγήσεις προστιθέντων ἐν τοῖς αὐτοῖς ὑπομνήμασιν, ἄνευ τοῦ ἐπισημαίνεσθαι, ἤδη τῶν ἔμπροσθεν γεγραμμένων ὑπάρχειν αὐτοὺς, ἐνίους μὲν ὅλους, ἐνίους δ’ ἐκ μέρους, ὥσπερ καὶ τόνδε. τί ποτ’ οὖν ἔδοξεν ἢ τοῖς προστιθεῖσι τοὺς τοιούτους ἀφορισμοὺς ἐπὶ τῆς τοῦ βιβλίου τελευτῆς ἢ αὐτῷ τῷ Ἱπποκράτει, δὶς ὑπὲρ τῶν αὐτῶν μνημονεύειν καί τισι τῶν ἐξηγησαμένων δὶς ἐξηγεῖσθαι, μὰ τοὺς θεοὺς, οὐκ ἔχω συμβαλεῖν. οὔτε γὰρ αὐτὸν τὸν συγγραφέα πιθανόν ἐστιν ἐπιλήσμονα τῶν τηλικούτων ὑπάρχειν, καὶ μάλισθ’ ὅταν ᾖ τοιοῦτος, οἶον ἴσμεν ἐν ἅπασιν ὄντα τὸν Ἱπποκράτην, οὔτε τῶν προστιθέντων ἢ λήθην τοσαύτην ἤ τινα ἄλλην πανουργίαν ἐστὶν ἐπινοῆσαι, δι’ ἣν δὶς ἔγραψαν ὑπὲρ τῶν αὐτῶν. ἔτι τε μᾶλλόν ἐστι τῶν ἐξηγητῶν ἐκείνων θαυμάζειν ὅσοι δὶς ἐξηγούμενοι τοὺς αὐτοὺς ἀφορισμοὺς οὐδ’ αὐτὸ τοῦτο προσέθεσαν, ὅτι δεύτερον
163
αὐτὸ ποιοῦσι. καὶ τούτων ἔτι μᾶλλον ὅσοι καὶ διαφόρους ἐξηγήσεις ἔγραψαν, ἔν τε τούτοις ἐπὶ τῇ τελευτῇ καὶ τοῖς ἔμπροσθεν ἐπὶ τῶν αὐτῶν εἰρημένοις.

Ὁκόσοισι μεταξὺ τῆς γαστρὸς καὶ τῶν φρενῶν φλέγμα ἀπόκειται καὶ ὀδύνην παρέχει οὐκ ἔχον ἔξοδον, οὐδὲ εἰς ἑτέρην τῶν κοιλιῶν, τουτέοισι κατὰ τὰς φλέβας ἐς τὴν κύστιν τρεπομένου τοῦ φλέγματος λύσις γίνεται τῆς νούσου.

Εἰκότως ἀπορεῖν μοι δοκεῖ Μαρῖνος, ἀδύνατον ἡγούμενος συστῆναι μεταξὺ γαστρὸς καὶ φρενῶν φλέγμα. καταῤῥυήσεται γὰρ αὐτὸ κάτω μέχρι τῶν τῆς ἥβης ὀστῶν. οὐ μὴν οὐδὲ μεταληφῆναι δύνασθαί φησιν εἰς τὰς φλέβας τοῦτο, καθάπερ ἐπὶ τῶν ὑδερικῶν ἡ λεπτὴ καὶ ὑδατώδης ὑγρότης μεταλαμβανομένη δι’ οὔρων ἐκκρίνεται. ἀκούειν οὖν φησι χρῆναι τοῦ μεταξὺ τῶν φρενῶν τε καὶ

164
τῆς γαστρὸς, ἀντὶ τοῦ μεταξὺ φρενῶν ἰδίου σώματος, ὃ σαρκῶδές ἐστι καὶ τῆς τοῦ περιτοναίνου κορυφῆς. ἀλλ’ εἰ καὶ οὕτως ἀκούσαιμεν, ὦ Μαρῖνε, τὴν εἰς τὰς φλέβας μετάληψιν ὁμοίως ἄπορον εἴη. οὐ δυνατὸν γὰρ ἐντεῦθεν ἐπὶ τοὺς νεφροὺς ἀφικέσθαι διὰ φλεβῶν, οὐδ’ ἐκ τῆς ὑπὸ τὸ περιτόναιον εὐρυχωρίας ἀδύνατον πρὸς τῷ καὶ παντελῶς ἄκυρον εἶναι τὴν κατάχρησιν τῆς κατὰ γαστέρα προσηγορίας. οὐδὲν γὰρ ὅμοιόν ἐστι περιτοναίῳ καὶ γαστρὶ, διότι τῆς προσηγορίας κοινωνήσουσι. κάλλιον ἦν ἀκούειν μὲν ὥσπερ ἅπαντες ἤκουσαν, ἐκείνην ὑπ’ αὐτοῦ λέγεσθαι τὴν εὐρυχωρίαν, ὅση κάτω μέν ἐστι τῶν φρενῶν, ἔνδον τε τοῦ κατ’ ἐπιγάστριον περιτοναίου, σκοπεῖν τε εἰ δυνατόν ἐστιν ὃ λέγει γινωσκόντων ἡμῶν ὡς ἀεὶ ταῖς ὕλαις ὁδὸν εὑρίσκειν οἴεται τὴν φύσιν ὁ Ἱπποκράτης, ὅταν ἐῤῥωμένη τυγχάνει κἂν ὅτι μάλιστα παχεῖαί πώς εἰσι καὶ διὰ λεπτῶν ὁδοιποροῦσι πόρων, ὅπου γε καὶ δι’ ὀστῶν ἀποστάσεις γίνεσθαί φησιν. ὁρῶμεν δὲ καὶ τὸ μεταξὺ θώρακός τε καὶ
165
πνεύμονος ὑγρὸν ἐπὶ τῶν ἐμπύων ἀναβηττόμενον. ἐνίοτε δὲ καὶ διὰ τοῦ δέρματος ὑγιοῦς ὑπάρχοντος αἷμα διεκπῖπτον ἐπὶ τῶν πωρουμένων ὀστῶν. οὔκουν οὐδ’ ἐφ’ οὗ νῦν εἶπεν ὁ Ἱπποκράτης φλέγματος ἀδύνατον παντάπασιν ὑποληπτέον εἰς οὖρα γενέσθαι μετάληψιν, ἀλλ’ ἐγχωρεῖν ποτε καὶ τοῦτο ὑπὸ τῆς φύσεως πραχθῆναι, προλεπτυνάσης κατὰ βραχὺ τὸ φλέγμα, καθάπερ ἐπὶ τῶν ἐμπύων τὸ πῦον.

Ὁκόσοισι τὸ ἧπαρ ὕδατος πλησθὲν εἰς τὸν ἐπίπλουν ῥαγῇ, τουτέοισιν ἡ κοιλίη ὕδατος ἐκπιμπλᾶται καὶ ἀποθνήσκουσιν.

Ἐπιτηδειότατόν ἐστι τὸ ἧπαρ ὑδατίδας γεννῆσαι κατὰ τὸν ἔξωθεν αὐτῷ περικείμενον ὑμένα. φαίνεται γοῦν ἐπὶ τῶν σφαττομένων ζώων ἐνίοτε μεστόν. ἐὰν οὖν ποτε συμβῇ ῥαγῆναι τὰς ὑδατίδας, ἐκχεῖται δηλονότι τὸ ὕδωρ εἰς τὴν

166
κατ’ ἐπιγάστριον περιτοναίου χώραν, ἐν ᾗ καὶ τὸ κατὰ τοὺς ὑδέρους ἀθροίζεται. εἰς δὲ τὸ ἐπίπλοον οὐχ οἷον τε ῥαγῆναι τὸ ὕδωρ ἄνευ τοῦ διαβρωθῆναί πως αὐτό. στεγανὸν γάρ ἐστι πανταχόθεν, ὡς μηδὲν εἰς αὐτὸ παρεμπεσεῖν ἐκ μηδενὸς ἄλλου μορίου, πλὴν ἐκ γαστρὸς καὶ κώλου καὶ σπληνὸς, ἐκείνων τε τῶν μερῶν, ὅθεν ἐκπέφυκεν· ἢ τοίνυν βούλεται διαβιβρώσκεσθαι τὸν περιτόναιον ἐν τοῖς δεξιοῖς δηλονότι μέρεσιν αὐτοῦ καθ’ ἃ πλησιάζει τῷ ἥπατι. ἢ εἰς τὸ ἐπίπλουν ἀκουστέον ἀντὶ τοῦ εἰς τὴν χώραν αὐτοῦ. τὸ δ’ ἐμπίπλασθαι τὴν κοιλίαν ὕδατος οὐκ ἐπ’ αὐτῆς εἴρηται τῆς τὰ σιτία δεχομένης γαστρὸς, ἀλλὰ τοῦ παντὸς κύτους, ὃ κάτω τοῦ θώρακός ἐστι, καθ’ ὁ σημαινόμενον οἵ τε προγάστορες λέγονται καὶ αἱ γυναῖκες ἔχειν ἐν γαστρί. τὸ δ’ ἀποθνήσκειν οἷς ἐνταῦθα τὸ ὕδωρ ἀθροίζεται σκεπτέον. ἢ γὰρ διηνεκῶς ἀκουστέον ἢ ὡς τὸ πολύ. σώζονται γοῦν ἔνιοι καὶ τῶν ὑδερικῶν, καίτοι τῆς τοιαύτης χώρας αὐτοῖς ὕδατος ἐμπλησθείσης. οὐ μὴν οὐδ’ ἀδύνατόν ἐστιν ὥσπερ ἐπ’ ἐκείνων, διά τε τῶν ὑδατώδη καθαιρόντων φαρμάκων καὶ προσέτι
167
τῶν οὐρητικῶν, ἐπιθημάτων τε τῶν ἐξατμίζειν δυναμένων ὑγρότητα τοιαύτην, οὕτω κἀπὶ τούτων γενήσεσθαι τὴν θεραπείαν.

Ἁλύκη, χάσμη, φρίκη, οἶνος ἴσος ἴσῳ πινόμενος λύει τὴν νόσον.

Σολοικοφανὲς εἰκότως ἐνίοις ἔδοξεν εἶναι τὸ σχῆμα τοῦ λόγου καὶ διὰ τοῦτ’ ἔνιοι κατ’ αἰτιατικὰς πτώσεις ἔγραψαν ἁλύκην, χάσμην, φρίκην, οἶνος ἴσος ἴσῳ πινόμενος λύει. διαφέρει γοῦν εἰς τὸ παρὸν, καθ’ ὁποτέραν ἄν τις γραφὴν ἐξηγήσηται τὸν ἀφορισμόν. ἐπίστασθαι γὰρ χρὴ πρῶτον ὅτι προσηγόρευκεν ἁλύκην, ἣν οἱ πολλοὶ τῶν Ἑλλήνων ὀνομάζουσιν ἅλην, ἔπειτα δ’ ἥτις ἐστὶν ἡ τοῦτ’ ἐργαζομένη τὸ σύμπτωμα διάθεσις. ἁλύειν μὲν οὖν λέγουσιν ἐκείνους τῶν ὑγιαινόντων, ὅσοιπερ ἂν ἀεὶ τοῖς παροῦσι δυσχεραίνοντες

168
ἄλλοτε εἰς ἄλλα μεταβαίνουσι πράγματά τε καὶ πράξεις. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ νοσούντων ἐκείνης ἁλύειν φασὶν ὅσοι μὴ φέροντες τὴν κατάκλισιν ἐξαλλάττουσι τὰ σχήματα διὰ τὸ δύσφορον ἀεὶ τὸ παρὸν εἶναι. τοῦτο δὲ ἔγνωμεν ἐκείνοις μάλιστα συμβαῖνον, οἷσπερ ἂν ἐν τῷ στόματι τῆς γαστρὸς, ὅπερ ἐνίοτε καταχρώμενοι στόμαχον ὀνομάζουσι, περιέχεταί τις ἰδιότης ὑγρότητος ἀνιαρᾶς, οὔτε πολλῆς οὔτ’ ἐμπλεούσης τῷ κύτει τῆς γαστρὸς, ἀνατρεπομένης δὲ εἰς τοὺς χιτῶνας αὐτῆς. ἀλλὰ καὶ τὸ χασμᾶσθαι, καθάπερ καὶ σκοτοδινᾶσθαι περιεχομένης τινὸς ἐν τοῖς μυσὶ, δι’ ὧν καὶ κατὰ προαίρεσιν γίνονται κινήσεις, ἤτοι ὑγρότητος πνευματώδους ἢ πνεύματος ἀτμώδους γίνεσθαι δέδεικται. καὶ ἡ φρίκη δὲ μοχθηρῶν χυμῶν διαθεόντων κατὰ τὸ δέρμα συμβαίνει. δῆλον δὲ ὅτι περὶ τῆς ἐκ τοῦ νοσώδους σώματος ὁρμωμένης φρίκης ὁ λόγος νῦν ἡμῖν ἐστιν, οὐ τῆς ὑπό τινος αἰτίας ἔξωθεν. ἕκαστον οὖν τούτων τῶν εἰρημένων οἴνου πόσις θεραπεύει ἀκρατεστέρου, τὴν συμμετρίαν δὲ τῆς κράσεως αὐτὸς ἐδήλωσεν εἰπών.
169
οἶνος ἴσος ἴσῳ πινόμενος· ὕδατι γὰρ δηλονότι κεράννυσθαι βούλεται τὸν οἶνον ἴσῳ, χάριν τοῦ τὸ μὲν διώσασθαι, κενῶσθαι τῶν λυπηρῶν, ὅσον ἂν ὑπείκῃ τῇ ῥύμῃ τῆς τοῦ οἴνου φορᾶς, τὸ δ’ ὑπόλοιπον ἐπικράσαι. θερμαίνει γὰρ, ὡς ἴσμεν, ὁ οἶνος ἅπαν τὸ σῶμα καὶ ταχέως ἐπὶ πάντα φέρεται τὰ μόρια, μετὰ τοῦ χυμοὺς χρηστοὺς ἐργάζεσθαι.

Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα γίνονται, τουτέοισι διαπυήσαντος καὶ ἐκραγέντος λύεται ὁ πόνος.

Καὶ τοῦτον τὸν ἀφορισμὸν ἐν τοῖς ἔμπροσθεν ὁ Ἱπποκράτης ἔγραψεν, ἡμεῖς δὲ ἐξηγησάμεθα κατὰ τήνδε τὴν λέξιν εἰρημένην· ὁκόσοισιν ἐν τῇ οὐρήθρᾳ φύματα φύεται, τουτέοισι διαπυήσαντος καὶ ἐκραγέντος λύσις

170
Ὁκόσοισι δ’ ἂν ὁ ἐγκέφαλος σεισθῇ ὑπό τινος προφάσιος, ἀνάγκη ἀφώνους γίνεσθαι παραχρῆμα.

Καὶ κατὰ τόνδε τὸν ἀφορισμὸν ἐν τισὶ μὲν τῶν ἀντιγράφων ἀφώνους ἐστὶν εὑρεῖν κατὰ τὴν πληθυντικὴν αἰτιατικὴν πτῶσιν γεγραμμένον, ἐν τισὶ δὲ κατὰ τὴν ἑνικὴν ἄφωνον ἐν σολοικοφανεῖ σχήματι. διαφέρει δὲ οὐδὲν οὐδ’ ἐνταῦθα πρός γε τὰ παρόντα γινωσκόντων ἡμῶν ὡς ἔθος ἐστὶ τῷ Ἱπποκράτει πολλάκις ἀφ’ ἑνὸς συμπτώματος τοῦ προδηλοτάτου, τῆς ἀφωνίας, ὀνομάζειν οὕτω καὶ δηλοῦν, ὅσοι μηδ’ ἄλλην τινὰ τῶν νατὰ προαίρεσιν ἀποσώζουσι κινήσεων ἢ μηδ’ ὅλως αἰσθάνονται. κεῖνται δὲ ὡσαύτως τοῖς ἀποπληκτικοῖς ἀναίσθητοί τε ἅμα καὶ ἀκίνητοι· γίνεται μὲν οὖν καὶ δι’ ἄλλας αἰτίας τοῦτο. νυνὶ μέντοι τῆς σείσεως τοῦ ἐγκεφάλου μνημονεύει ὁ Ἱπποκράτης καὶ ταύτῃ τὴν τοιαύτην ὅλου τοῦ σώματος ἔσεσθαί φησι διάθεσιν. σεισθῆναι δὲ οὕτω συμβαίνει τὸν ἐγκέφαλον διά

171
τινα βιαίαν πτῶσιν ὅλου τοῦ σώματος ἐξ ὑψηλῶν γεγενημένην χωρίων. αἱ γὰρ τοιαῦται καταπτώσεις εἰώθασι καὶ τὴν ἐν τοῖς τῆς ῥαχέως σπονδύλοις σεῖσιν ἐργάζεσθαι, ὅταν αἱ μὲν ἁρμονίαι κινηθῶσιν αὐτῶν, ὁ δ’ ἐν κοιλότητι περιεχόμενος νωτιαῖος πονήσῃ, διασεισθεὶς δὲ σφοδρῶς εἰς κίνδυνον ἄγει ῥήξεων ἔνια τῶν ἀποπεφυκότων αὐτῷ νεύρων, ὅπερ οὐχ ἥκιστα καὶ κατὰ τὸν ἐγκέφαλον γίνεται καὶ τοσούτῳ γε μᾶλλον, ὅσῳ καὶ πλείων ἐστὶν ἡ πέριξ αὐτοῦ χώρα κενὴ καὶ μᾶλλον ἐπὶ τῶν πρεσβυτέρων, ὡς ἐν ταῖς ἀνατομικαῖς πραγματείαις λέλεκται, συστέλλεται γοῦν ἡ ψυχικὴ δύναμις εἰς ἑαυτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν, ἀνιαθεῖσα τῇ σφαλερᾷ κινήσει καὶ διὰ τοῦτο ἡσυχάζει. τῶν δ’ ἀποφύσεων ἔνιαι μὲν ἱκανῶς τείνονται, τινὲς δ’ ἐκ μέρους γε διασπῶνται. κατὰ τοῦτο μέχρι περ ἂν ἀνακτήσηται πάλιν ἑαυτὴν ἡ ψυχικὴ δύναμις, ἄφωνόν τε καὶ ἀκίνητον ὅλον κεῖται τὸ παθὸν οὕτω ζῶον. εἰ δ’ ἀποσπασθῆναι φθάσειεν ἢ κατά τι μέρος αὐτοῦ κατασπασθῆναι ὁ ἐγκέφαλος, οὐκέτι ἀναφέρουσι.

172
Τοῖσι σώμασι τοῖσιν ὑγρὰς τὰς σάρκας ἔχουσι δεῖ λιμὸν ἐμποιέειν· λιμὸς γὰρ ξηραίνει τὰ σώματα.

Ὅτι μὲν οὖν ὅσα ξηραίνει βοηθήματα τῶν ὑγρῶν παθημάτων ἐστὶν ἰατικὰ πρόδηλον, εἴ γε δὴ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. ὅτι δὲ καὶ ὁ λιμὸς ξηραίνει κατὰ συμβεβηκὸς οὐκ ἄδηλον. ἐὰν γὰρ ἀποῤῥέῃ μέν τι τοῦ σώματος, ὡς καὶ πρόσθεν, ἀναπληρῶται δὲ μηκέτι ὑπὸ τροφῆς τὸ κενούμενον, ἀναγκαῖον αὐτῷ ξηρότερον γενέσθαι. δῆλον γὰρ ὅτι τῶν κατὰ τὸ ζῶον ἑκάστου μερῶν ἀπέρχεται πρότερον ὅσον ἂν ὑγρότερον ᾖ, ὡς ἂν καὶ αὐτῆς τῆς ἀποῤῥόης γιγνομένης, διὰ τὸ λεπτύνεσθαί τε καὶ εἰς ἀτμὸν λύεσθαι τὸ σῶμα διὰ διττὴν αἰτίαν, ἔξωθεν μὲν ὑπὸ τοῦ περιέχοντος, ἔνδοθεν δὲ ὑπὸ τῆς ἐμφύτου θερμασίας· ἀμέλει τῶν φωλευόντων τῶν ζώων, ὡς ἂν μήτ’ ἔξωθεν ἔτι θερμαινομένων μήτ’ ἔνδοθεν. ὅλως οὐδὲν ἢ παντάπασιν ὀλίγιστον ἀποῤῥεῖ, καὶ διὰ τοῦτο τινὰ μὲν αὐτῶν οὐδ’ ὅλως

173
δεῖται τροφῆς, ἔνια δ’ ὀλιγίστης παντάπασιν. ἐφεξῆς τοῖς προγεγραμμένοις ἀφορισμοῖς ἕτεροι δύο σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκονται, μετὰ τοῦ καὶ τοὺς ἐξηγησαμένους τὸ βιβλίον ὀλίγου δεῖν ἅπαντας μνημονεύειν αὐτῶν, καί τινες ἐξηγοῦνται αὐτοὺς, ἀλλὰ διαφόρως ἢ ἐν τοῖς ἔμπροσθεν, οὐδὲ τοῦτο αὐτὸ προστιθέντες ὅτι γεγραμμένοι ἔμπροσθέν εἰσιν. ἡμεῖς δὲ κατὰ τὸ τέταρτον ὑπόμνημα τὴν ἐξήγησιν αὐτῶν ἐποιησάμεθα, βραχύ τι τῇ λέξει διαφερόντων. ὁ μὲν γὰρ ἕτερος τῶν νυνὶ γεγραμμένων ἐκ περιττοῦ προσκείμενον ἔχει καὶ καταπίνειν μὴ δύνασθαι ἀλλ’ ἢ μόγις. ὁ δ’ ἕτερος ἔμπαλιν ὑπηλλαγμένον ἔχει τὸ μόγις, ὥστ’ εἷναι τὸ μὲν πρότερον τοιοῦτον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγένηται καὶ καταπίνειν μὴ δύνηται ἀλλ’ ἢ μόγις, θανάσιμον. τὸ δὲ δεύτερον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστραφῇ καὶ καταπίνειν μὴ δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον. οἱ δὲ πρόσθεν, οὓς κατὰ τὸ τέταρτον ἔφην ἐξηγήσασθαι τῶνδε τῶν ὑπομνημάτων,
174
οὕτως εἶχον. ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιγένηται, θανάσιμον. εἶθ’ ἑξῆς ὁ μετ’ αὐτὸν ἢ ὑπὸ πυρετοῦ ἐχομένῳ ὁ τράχηλος ἐξαίφνης ἐπιστραφῇ καὶ μόγις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ θανάσιμον. ὅπερ οὖν ἐν τῷ προτέρῳ τῶν ἀφορισμῶν εἴρηται περιττὸν, νῦν ἐπισκεψώμεθα. καὶ γὰρ καὶ τεθέαμαι γινόμενον αὐτὸ, παντάπασιν ὀλεθρίως ἐχόντων τῶν καμνόντων, ὥστ’ ἤτοι μηδ’ ὅλως δύνασθαι καταπίνειν ἢ μόγις, οὐκ ὄντος οἰδήματος ἐν τῇ φάρυγγι. πάρεστι γὰρ τοῦτο διαγνῶναι σαφῶς ἀνοιχθέντος μὲν ἐπὶ πλεῖστον τοῦ στόματος, προβληθείσης δὲ τῇ κάτω γένυι τῆς γλώττης. ἐν τῇ τοιαύτῃ καταστάσει τοῦ δυσχερῶς καταπίνειν αἰτίαν ὑποληπτέον τὴν κοινωνίαν τοῦ χιτῶνος, ὃς ὑποπέφυκεν ἐκ τῶν ἔνδον μερῶν, τοῦ τε στομάχου καὶ τοῦ λάρυγγος. ἐδείχθη γὰρ οὗτος ἐν τῇ διὰ τοῦ στόματος πορείᾳ τῶν σιτίων αὐτὸς μὲν ὑπὸ γαστρὸς κατασπώμενος, ἀνασπῶν δ’ ὅλον τὸν λάρυγγα. οἰδησάσης οὖν τῆς ἐν τῷ λάρυγγι φλεγμονῆς ἐνίοτε μὲν οὐδ’ ὅλως, ἔστι
175
δ’ ὅτε μόγις ἕπεται κατασπώσῃ τῇ γαστρὶ, καὶ διὰ ταύτην τὴν αἰτίαν ἤτοι γ’ οὐδ’ ὅλως ἢ μόγις καταπίνουσιν.