In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιέει, θανάσιμον, ἢν δὲ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον.

Ὅτι μὲν ὁ πόνος αὐτῷ βλάβην σημαίνει νῦν εὔδηλον ἐκ τῆς ἀντιθέσεως. φησὶ γὰρ, ἢν δ’ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον. οὔσης δὲ διττῆς τῆς ἐξ ὕπνου βλάβης τῆς

452
μὲν κοινῆς, ὅταν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν, ἃς ἐπισημασίας ὀνομάζουσιν, οἱ κάμνοντες κοιμηθῶσι, τῆς δ’ ἰδίας, ὡς ἐπί τινων νοσημάτων, ὅταν ἐν ἄλλῳ τινὶ καιρῷ, περὶ ταύτης αὐτὸν ἡγετέον λέγειν. ἐκείνη γὰρ οὔτε θάνατον οὔτ’ ἄλλο τι σημαίνει δεινὸν, ἑπομένῃ τῇ φύσει τοῦ καιροῦ. συννεύουσι γὰρ εἰς τὸ βάθος τοῦ σώματος ἐν ταῖς τῶν παροξυσμῶν ἀρχαῖς, ἤτοι θερμασία πᾶσα καὶ οἱ χυμοὶ, καθάπερ αὐτὸς ἐδίδαξε, καὶ μᾶλλον ἐφ’ ὧν ἤτοι φρίκη τις ἢ ῥῖγος ἢ ψύξις τῶν ἔξω μερῶν ἰσχυρὰ γίνεται. καὶ διὰ τοῦτο αὐτοῖς χρονίζει τὰ συμπτώματα κοιμηθεῖσιν ἐν ταῖς ἀρχαῖς καὶ μόγις ἐπὶ τὴν ἀκμὴν οἱ πυρετοὶ παραγίνονται. καὶ εἰ δή τις εἴη φλεγμονὴ περὶ σπλάγχνων, εἰκότως αὔξεται· καὶ εἰ χυμοί τινες εἰς τὴν γαστέρα συῤῥέουσιν, οὐχ ὁμοίως πέττονται, καθάπερ ἐν τοῖς ἄλλοις ὕπνοις, ἀλλὰ πολλῷ πλείους γίνονται, διαμένοντες ἄπεπτοι. διὰ ταῦτά τοι καὶ παρακελευόμεθα τοῖς κάμνουσιν ἐγρηγορέναι τηνικαῦτα τὴν ὑπὸ τῆς ἐγρηγόρσεως ἐπὶ τὰ ἐκτὸς φορὰν τοῦ πνεύματος καὶ τοῦ αἵματος καὶ τῆς ἐν αὐτοῖς
453
θερμασίας, ἀντιτάττοντες ὡς μέγιστον ἴαμα τῇ κατὰ τὰς ἐπισημασίας ἐπιγινομένῃ πρὸς τὸ βάθος αὐτῶν φορᾷ. διὸ καὶ φαίη ἄν τις οὐκ ἀλόγως μὲν αὐτὰς τὰς βλάβας ἐν τούτῳ τῷ καιρῷ γίγνεσθαι τῇ φύσει τοῦ παροξυσμοῦ, κωλυομένας δὲ ὑπὸ τῆς ἐγρηγόρσεως, ἐπειδὰν δὲ καὶ ταύτης στερηθῶσιν οἱ κάμνοντες, ἐναργεστέραν ἴσχειν τὴν βλάβην, οὐχὶ τῷ προσέρχεσθαί τινα διὰ τὸν ὕπνον ἑτέραν βλάβην, ἀλλὰ τῷ τὴν ἐκ τῆς ἐγρηγόρσεως ὠφέλειαν ἀπογίνεσθαι. οὗτος μὲν οὖν ὁ λόγος ἐπιδείκνυσι μηδεμίαν ἐν ταῖς ἀρχαῖς τῶν παροξυσμῶν βλάβην ἐξ ὕπνου γινομένην, ἀλλ’ αὐτὸ δὴ τοῦτο μόνον, ἀπουσίαν ὠφελείας· ὁ δ’ ἕτερος λόγος ὁ καὶ τοίοις ὕπνοις συγχωρῶν ἐν τούτῳ τῷ καιρῷ βλάβην ἐργάζεσθαι τὴν διδασκαλίαν φησὶ γίνεσθαι νῦν Ἱπποκράτει περὶ τῶν ἐν ἄλλοις καιροῖς ὑπνούντων, οἷς ἀκολουθεῖ τοὐπίπαν ἐναργής τις ὠφέλεια καὶ μάλιστα ὅταν ἐν ταῖς παρακμαῖς γεννηθῶσιν. ὠφελοῦσι μὲν γὰρ ἐναργῶς ἐνίοτε καὶ κατ’ αὐτὰς τὰς ἀκμὰς γινόμενοι, καί ποτε κἀν τοῖς τῶν ἀναβάσεων τῶν γινομένων ἐν τοῖς ἐσχάτοις, ὅσαι συνάπτονται
454
ταῖς ἀκμαῖς, ἀλλ’ ἡ πασῶν ἐναργεστάτη τῶν ὠφελειῶν ἐν ταῖς παρακμαῖς γίνεται. καὶ τοίνυν καὶ βλάπτοντες ἧττον μὲν ὀλέθριοι, κατά γε τὴν ἀκμήν εἰσι καὶ τὴν αὔξησιν τοῦ παροξυσμοῦ, μάλιστα δ’ ἐν ταῖς παρακμαῖς ὀλέθριοι γίνονται. ἐν ᾧ γὰρ ἕκαστον τὸ ὠφελιμώτατόν ἐστιν, ἐὰν πρὸς τῷ μηδὲν ὠφελεῖν ἔτι καὶ βλάπτῃ, θάνατον εἰκότως δηλώσει. βλάβαι δ’ ἐξ ὕπνων εἰσὶν αἱ ταῖς ὠφελείαις ἐναντίαι, παραδείγματος χάριν τό τε τὸν πυρετὸν ἢ μὴ λύεσθαι πρὸς αὐτῶν ἢ καὶ παροξύνεσθαι καὶ τὸ τὰς ὀδύνας ἐπιτείνεσθαι καὶ τὰ ῥεύματα πλείω γίνεσθαι καὶ τὰς φλεγμονὰς αὐξάνεσθαι. τινὲς δὲ καὶ κατ’ αὐτοὺς τοὺς ὕπνους φθέγγονται παρακοπτικῶς καὶ ἢν ἐξεγείρωνται, μέχρι πολλοῦ παρανοοῦσιν. ἐνίοις δὲ ἀρχὴ κώματος ἐν τῷ ὕπνῳ γίνεται καὶ μόγις ἀνίστανται νυττόμενοι. συμβαίνει δὲ ταῦτα πάντα διὰ τὴν τῶν χυμῶν κακοήθειαν, οὓς, ὅταν μὲν ἰσχυρότερον ᾖ τὸ ἔμφυτον θερμὸν ἡμῶν, ἐκπέττει κατὰ τοὺς ὕπνους· ὅταν δὲ ἀσθενέστερον, ἐνικήθη μὲν ὑπ’ ἐκείνων, βαρύνεται δ’ ὑπ’ αὐτῶν τὰ σπλάγχνα καὶ τοῖς εἰρημένοις ἁλίσκεται παθήμασιν ὁ ἄνθρωπος. αὐτὸς γάρ τοι
455
ὁ Ἱπποκράτης βούλεται τὸν μὲν ἐγρηγορότα ἔξωθεν θερμότερον εἶναι, τὸν δὲ καθεύδοντα ἐναντίον, διδάσκων ἡμᾶς ὅπερ καὶ ἄλλοις τισὶ τῶν φυσικῶν ἔδοξε, κατὰ τὰς ῥοπὰς τῆς ἐμφύτου θερμασίας ἐγρήγορσίν τε καὶ ὕπνον γίνεσθαι. καὶ τοίνυν εἰκότως, ἐπειδὰν ἐν τοῖς σπλάγχνοις ἀθροισθὲν τοῦτο μὴ περιγίνηται τῶν νοσοποιῶν αἰτιῶν, ὄλεθρον σημαίνει. περιγινόμενον μέντοι οὐδέπω βεβαίας ἐστὶν ἀσφαλείας σημεῖον, πλὴν εἴ τις ὅσον ἐπὶ τούτῳ τῷ πάθει φάσκοι σωθήσεσθαι τὸν κάμνοντα, καθ’ ἑτέραν διάθεσιν ἀπολέσθαι δυνάμενον. εἰ γὰρ δὴ φθάνοι φλεγμονή τις εἶναι καθ’ ὁτιοῦν τῶν κυρίων δύσλυτος, ἐγχωρεῖ τὸν οὕτως ἔχοντα τεθνήξεσθαι· ὥστ’ ἀσφαλέστερον μὲν εἰπεῖν, ὅταν ἐξ ὕπνου γίνηταί τις βλάβη, θανάσιμον εἶναι τὸ σημεῖον, ὅταν δ’ ὠφέλεια, οὐ θανάσιμον. ὅτι δ’ ἐξ ὕπνων γίνονταί τινες βλάβαι κἀν τοῖς τῶν ἐπιδημιῶν αὐτὸς ἐδήλωσεν εἰπών· ἐν τούτοις πολλοὶ κωματώδεες ἦσαν καὶ παράφοροι, οἱ δὲ ἐξ ὕπνου τοιοῦτοι ἐγίνοντο.

456
Ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν.

Ἐὰν ἐφεξῆς ἀλλήλων εἴπωμεν ἀμφοτέρους τοὺς ἀφορισμοὺς, τοῦτόν τε καὶ τὸν προειρημένον, ὅλος ὁ λόγος γενήσεται τοιοῦτος· ἐν ᾧ νοσήματι ὕπνος πόνον ποιεῖ, θανάσιμον, ἢν δ’ ὕπνος ὠφελέῃ, οὐ θανάσιμον. ὅκου γοῦν παραφροσύνην ὕπνος παύει, ἀγαθόν. ἵνα δ’ οἶον παράδειγμά τι τῶν κατὰ μέρος ἓν ἐπιφέρηται τῷ προειρημένῳ λόγῳ τῷ καθόλου, ὡς εἰ καὶ οὕτως εἶπεν· ὅκου ὀδύνην ὕπνος παύει ἀγαθόν. ὅκου πυρετὸν ὕπνος, ἀγαθόν. ἀλλ’ ἠρκέσθη τὸ κινδυνωδέστερον εἰπεῖν, νόσημα μόνον. ἐναργέστερον γὰρ ἡ τῶν καθόλου λόγων ἀλήθεια διὰ τῶν τοιούτων ἐπιδείκνυται παραδειγμάτων.

Ὕπνος, ἀγρυπνίη, ἀμφότερα μᾶλλον τοῦ μετρίου γινόμενα κακόν.
457

Ἐνίοις τῶν ἰατρῶν ἔδοξεν ἡ μὲν ἀγρυπνία μᾶλλον τοῦ μετρίου γιγνομένη κακὸν εἶναι καὶ σημεῖον καὶ αἴτιον, οὐ μήν γε ὕπνος. ἀεὶ γὰρ τοῦτον ἀγαθὸν εἶναι καὶ μηδὲ γίνεσθαί ποτε μᾶλλον τοῦ μετρίου, τοὺς πολλοὺς δ’ ἐξηπατῆσθαι, τὰς κωματώδεις διαθέσεις ἀρχομένας, νομίζοντας εἶναι ὕπνον μακρόν. ἀλλὰ μαθόντες οὗτοι παρ’ ἡμῶν ὡς πρὸ τοῦ τὸ δυσδιέγερτον ἔχειν, οὔπω κῶμα προσαγορεύεσθαι συγχωρείτωσαν ὕπνον ὀρθῶς ὀνομάζεσθαι μακρὸν, ὅταν τῷ χρόνῳ μόνῳ ὑπερβάλλῃ τὴν κατὰ φύσιν συμμετρίαν, οὐδέπω τὸ δυσδιέγερτον ἔχων. γίγνεται δὲ ὁ τοιοῦτος ὕπνος ἐπὶ ψύξει τοῦ πρώτου αἰσθητικοῦ, τουτέστι τοῦ ἐγκεφάλου, ἥτις ψύξις, ὅταν ἰσχυρὰ γενηθῇ, μετὰ μὲν ὑγρότητος μιχθεῖσα τὰ ληθαργικὰ πάθη ποιεῖ, μετὰ δὲ ξηρότητος τὰς καλουμένας καταλήψεις. οὕτω δὲ καὶ ἀγρυπνίαι γίνονται μὲν διὰ θερμασίαν τοῦ πρώτου μορίου τῶν αἰσθητικῶν, ἀλλ’ ἤτοι κατὰ δυσκρασίαν μόνην ἢ καὶ χυμοῦ χολώδους πλεονάσαντος. αἱ δ’ ἀποδείξεις ἁπάντων τῶν τοιούτων ἐν ταῖς ἡμετέραις εἴρηνται πραγματείαις.

458
νυνὶ δὲ ἀρκεῖ μόνα αὐτῶν λελέχθαι τὰ κεφάλαια. καθάπερ δὲ μόνον τὸν ὕπνον διὰ παντὸς οἴονται ἔνιοι σύμμετρον γίγνεσθαι καὶ μηδέποθ’ ὑπάρχειν ὕπνον ἄμετρον, οὕτως ἔνιοι πάλιν φασὶν ἀγρυπνίαν μηδέποτε γίγνεσθαι μετρίαν, ἀλλ’ εἶναι τοὔνομα μόνης ἀμετρίας δηλωτικὸν, ἐπιλελησμένοι τῆς τοῦ βίου συνηθείας, ὅτι καὶ κατὰ μέτρια λέγομεν, ἐνίοτε τοῖς μεγάλοις ἀντιθέντες. οὕτω γοῦν καὶ ἀγρυπνίαν ἀκούειν χρὴ μετρίαν ἐν ἴσῳ τῷ μικράν.

Οὐ πλησμονὴ, οὐ λιμὸς, οὐδ’ ἄλλο οὐδὲν ἀγαθὸν ὅ τι ἂν μᾶλλον τῆς φύσεως ᾖ.

Πάλιν οὗτος ὁ λόγος, ὥσπερ ὁ προγεγραμμένος ἀφορισμὸς, ἐπὶ μιᾶς ὕλης ὁ αὐτὸς καὶ ἐπὶ πασῶν ἀποφαίνεται. τῆς γὰρ ὑγείας συμμετρίας οὔσης ἀνάγκη πάσας τὰς ἀμετρίας, ὅσαι μὲν ἐπὶ πλεῖστον ἀποκεχωρήκασι τῆς συμμετρίας,

459
ἤδη νοσήματα ὑπάρχειν, ὅσαι δ’ οὐδέπω τὸ μέχρι πλείστου κέκτηνται νοσημάτων ἐνδείκνυσθαι γένεσιν.

Κόποι αὐτόματοι φράζουσι νούσους.

Οὐ τῆς ἐκ τῶν κινήσεων ἀμετρίας ὄνομά ἐστιν ὁ κόπος, ἀλλὰ τῆς ἐγγινομένης διαθέσεως ἐν τοῖς τῶν ζώων σώμασιν· οὐ γινομένων γὰρ μνημονεύει κόπων, ἀλλὰ τῶν αὐτομάτων· ὅταν οὖν ἄνευ κινήσεως τοιαύτη γένηται διάθεσις, οὐ κόπος ἁπλῶς, ἀλλὰ κόπος αὐτόματος ὀνομάζεται. τριῶν οὖν ὄντων κόπων, ὡς ἐν τοῖς ὑγιεινοῖς ἐδείξαμεν, ἑλκώδους, τονώδους καὶ φλεγμονώδους τοῦ ἐκ τούτων συντιθεμένου, ὁ μὲν πρῶτος αὐτῶν ἀπὸ κακοχυμίας, ὁ δὲ δεύτερος ὑπὸ πλησμονῆς, ὁ δὲ τρίτος ὑπ’ ἀμφοτέρων ἅμα συνελθόντων πέφυκε γίνεσθαι. ἐδείχθη γὰρ οὕτω καὶ περὶ τούτων ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ. εἰκότως οὖν οἱ αὐτόματοι κόποι νόσους ἀπαγγέλλουσιν.