In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ἃ δεῖ ἄγειν, ταύτῃ ἄγειν ὅκου ἂν μάλιστα ῥέπῃ ἡ φύσις, διὰ τῶν ξυμφερόντων χωρίων.

Τίνα δή ποτε ἃ δεῖ ἄγειν; δηλονότι τὰ μήτε κρινόμενα μήτε κεκριμένα ἀρτίως. ταῦτα οὖν διὰ τίνος ἐκκενοῦν χρὴ μορίου διδάσκει, σκοπὸν ἡμῖν διδοὺς διττὸν, αὐτήν τε τοῦ μορίου τὴν φύσιν καὶ τὴν ῥοπὴν τοῦ χυμοῦ. ὅπως γὰρ ἂν, φησὶ, ῥέπῃ διὰ τῶν ξυμφερόντων χωρίων, ταύτῃ ἄγειν. ξυμφέροντα δ’ ἐστὶ χωρία κενώσεσιν, ἔντερά τε καὶ γαστὴρ καὶ κύστις καὶ μήτρα καὶ σύμπαν τὸ δέρμα, τῆς πρὸς τούτοις αἵ θ’ ὑπερῶαί τε καὶ ῥῖνες, ὅταν ἤτοι τὸν ἐγκέφαλον ἐκκαθαίρωμεν ἢ καθ’ αἱμοῤῥαγίαν ἡ κρίσις γίνεται καὶ μάλιστα εἰ κατ’ ἴξιν, ὅπερ ἐστὶ κατ’ εὐθὺ τοῦ πεπονθότος 

440
μορίου. τὰ γὰρ ἀνάπαλιν αἱμοῤῥαγέοντα κακὸν, ὡς ἀσύμφορα δὲ χωρία αἱ ῥοπαὶ τῶν λυπούντων χυμῶν γίνονται, ὅταν ἤτοι κύρια ταῦτα τὴν φύσιν ὑπάρχει καὶ μείζων ἡ ἐξ αὐτῶν ἔσεσθαι βλάβη μέλλει, τῆς τοῦ κρινομένου νοσήματος ἀξίας ἢ ὅταν μηδεμίαν ἔκκρισιν ἔχῃ. παραδείγματος δ’ ἕνεκα τῶν καθ’ ἧπαρ λυπούντων χυμῶν ἐκκενοῦσθαι χρῃζόντων ἐπιτήδειοι ῥοπαὶ διτταὶ, ἡ μὲν ἑτέρα κατὰ τὴν γαστέρα καὶ ταύτης αὐτῆς βελτίων ἡ κάτω τῆς δι’ ἐμέτων, ἡ δ’ ἑτέρα τῶν κατὰ νεφρούς τε καὶ κύστιν, οὐ μὴν ἥ γε εἰς πνεύμονα καὶ θώρακα καὶ καρδίαν ἀγαθή προσέχειν οὖν χρὴ τὸν ἰατρὸν τῇ ῥοπῇ τῆς φύσεως, εἴτ’ ἐπιτηδείως μὲν γενομένης ὑπηρετεῖν τε ἅμα καὶ συνεργεῖν εἴτ’ ἐναντίως τε ἅμα καὶ βλαβερῶς γίγνοιτο, κωλύειν τε ἅμα καὶ μετάγειν καὶ ἀντισπᾷν.

441
Πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμὰ, μηδ’ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ· τὰ δὲ πολλὰ οὐκ ὀργᾷ.

Τὸ μὲν φαρμακεύειν ἔθος ἐστὶν αὐτῷ λέγειν ἀντὶ τοῦ χρῆσθαι φαρμάκῳ καθαίροντι, τὸ δ’ ὀργᾷν ἀπὸ τῶν ὀργώντων ζώων μετενήνοχεν ἐπὶ τοὺς χυμούς. καθ’ ὃν γὰρ τρόπον ἐκεῖνα ἡσυχάζειν οὐ δύνανται γαργαλιζόμενά πως καὶ κινούμενα καὶ διανιστάμενα πρὸς τοῦ πάθους, οὕτω καὶ οἱ χυμοὶ πολλάκις ἐν κινήσει σφοδροτέρᾳ καὶ μεταῤῥύσει μορίων εἰς μόρια, κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἐνοχλοῦσι τὸν ἄνθρωπον, κινοῦντες καὶ γαργαλίζοντες καὶ ἡσυχάζειν οὐκ ἐπιτρέποντες, ἀλλ’ αὐτοί τε κινούμενοι καὶ μεταῤῥέοντες, ἐνοχλοῦντές τε τῇ τοσαύτῃ φορᾷ τὸν κάμνοντα. τοὺς μὲν δὴ τοιούτους ἐκκενοῦν προσήκει, τουτέστι τοὺς ἐν κινήσει καὶ φορᾷ καὶ ῥύσει, τοὺς δ’ ἤδη καθ’ ἕν τι μόριον ἐστηριγμένους οὔτ’ ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν

442
οὔτε φαρμακεύειν πρὶν πεφθῆναι. τηνικαῦτα γὰρ ἤδη καὶ τὴν φύσιν ἔχομεν βοηθοῦσαν τῇ κενώσει. φαίνεται γάρ τοι καὶ αὕτη μετὰ τὰς πέψεις διακρίνουσά τε τοὺς χυμοὺς, ἀπωθουμένη τε καὶ περιττὸν, ἐν ᾧ δὴ καιρῷ καὶ αἱ κρίσεις γίνονται. ἀλλὰ τελέως μὲν αὐτῆς κινουμένης οὐδενὸς δεῖ φαρμάκου. μετριώτερον δὲ καὶ ἀσθενέστερον ἐνεργούσης τὸ λεῖπον αὐτοὺς χρὴ προστιθέναι φαρμακεύοντας, ἵν’ ἐξ ἀμφοῖν ἡ τοῦ λυποῦντος χυμοῦ γίνηται κένωσις, ἀπωθουμένης μὲν τῆς φύσεως, ἕλκοντος δὲ τοῦ φαρμάκου. δέδεικται γὰρ ἡμῖν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων ὑπομνήμασιν ἡ μὲν φύσις ἑκάστου τῶν μορίων τέτταρσι δυνάμεσι χρωμένη, ἑλκτικῇ τε τοῦ οἰκείου καὶ καθεκτικῇ τοῦ αὐτοῦ καὶ πρὸς ταύτῃ πεπτικῇ καὶ τετάρτῃ τῶν ἀλλοτρίων ἀποκριτικῇ, ἕκαστον δὲ τῶν φαρμάκων τὸν οἰκεῖον ἑαυτῷ χυμὸν ἐπισπώμενόν ἐστι. καλῶς δὲ προσέθηκε τῷ λόγῳ, τὰ δὲ πολλὰ οὐκ ὀργᾷ. καὶ χρὴ τοῦτο διδαχθῆναι παρὰ τῆς ἐμπειρίας, ὡς αἱ μεταῤῥύσεις ἄλλοτ’ εἰς ἄλλο μόριον τῶν χυμῶν ὀλιγάκις γίνονται. τὰ πλείω δ’ ἡσυχάζει καὶ μένει καθ’ ἕν
443
τι μόριον, ἐν ᾧ καὶ πέττονται παρ’ ὅλον τοῦ νοσήματος χρόνον ἄχρι λύσεως. χρὴ δὲ γινώσκειν ὅτι ἔν τισι τῶν ἀντιγράφων ὁ ἀφορισμὸς οὗτος οὐ γέγραπται, κατὰ μέντοι τὸ περὶ χυμῶν ἐν ἅπασι γέγραπται.

Τὰ χωρέοντα μὴ τῷ πλήθει τεκμαίρεσθαι, ἀλλ’ ὡς ἂν χωρέῃ οἷα δεῖ καὶ φέρει εὐφόρως καὶ ὅκου δεῖ μέχρι λειποθυμίης ἄγειν καὶ τοῦτο ποιεῖν, ἢν ἐξαρκέσῃ ὁ νοσέων.

Εἴθ’ ὑπὸ φύσεως εἴθ’ ὑφ’ ἡμῶν ἡ κένωσις γίνοιτο, χρὴ πάντως ὡρίσθαι τι μέτρον αὐτῆς· ὡς γὰρ τὴν ποιότητα κατὰ τὸν λυποῦντα χρὴ κενοῦσθαι χυμὸν, οὕτω δηλονότι καὶ τὴν ποσότητα τῷ πλήθει τοῦ λυποῦντος ἁρμόττειν. ἀλλὰ τῆς μὲν ποιότητος τὰς διαγνώσεις ἔμπροσθεν εἴπομεν, ἡνίκα τὸν ἀφορισμὸν ἐξηγούμεθα, οὗ ἡ ἀρχὴ, ἐν τῇσι ταραχῇσι τῆς κοιλίας καὶ τοῖσιν ἐμέτοισι. ποσότητος

444
δ’ οὐδὲν τοιοῦτον ἔχομεν εἰπεῖν γνώρισμα. διὰ τοῦτ’ οὖν ἐπ’ αὐτῆς ἔδωκεν ὁ Ἱπποκράτης ἡμῖν κριτήριον τὴν εὐφορίαν. εἰ μὲν γὰρ τὸ πλεονάζειν ἐκκενοῖτο, κουφότερον ἑαυτοῦ τὸν κάμνοντα καὶ εὐφορώτερον ἀνάγκη γίνεσθαι. εἰ δέ τι καὶ τῶν κατὰ φύσιν ἐκκρίνοιτο, καταλύεσθαί τε καὶ ἀῤῥωστεῖν αὐτοῦ τὴν δύναμιν αἰσθάνεσθαί τε δυσφορίας, ὥστε μὴ τῇ προχείρῳ φαντασίᾳ τῆς ποσότητος τῶν κενουμένων προσέχειν τὸν νοῦν, ἀλλὰ τοῖς εἰρημένοις δύο γνωρίσμασιν, εἰ οἷα δεῖ κενοῦνται καὶ εἰ μετ’ εὐφορίας. τὸ δ’ ἐφεξῆς εἰρημένον ὑπ’ αὐτοῦ, τὸ καὶ ὅκου δεῖ ἄγειν μέχρι λειποθυμίας, ὀρθῶς μὲν λέλεκται. προσγεγράφθαι δὲ χρὴ τὰ γνωρίσματα τῆς χρήσεως. ἐπεὶ τοίνυν ἐκεῖνος οὐκ εἶπεν ἡμεῖς ἐξ ὧν αὐτῇ τε τῇ πείρᾳ καὶ τῷ λόγῳ δοκοῦμεν εὑρηκέναι τὰς διαθέσεις, ἐφ’ ὧν ἁρμόττει τὸ μέχρι τῆς λειποθυμίας κενοῦν ἐροῦμεν. καὶ πρῶτόν γε τὸ μέχρι ποίας λειποθυμίας εἴρηται ὑπ’ αὐτοῦ διορίσασθαι δίκαιον. οὐ 
445
γὰρ δὴ τάς γε τοιαύτας λέγει λειποθυμίας, ὅσαι φοβηθέντων ἐνίοτε τῶν καμνόντων ἢ τὴν τῆς φλεβὸς διαίρεσιν, ἤ τι τοιοῦτον ἄλλο βοήθημα γίνονται. οὐ μὴν οὐδ’ ὅταν ἐν τῷ στόματι τῆς γαστρὸς ὑπάρχωσι δακνώδεις χυμοί τινες, ἤτοι πρότερον ἠθροισμένοι κατ’ αὐτὴν ἢ κατὰ τὴν τοῦ βοηθήματος χρῆσιν συῤῥυέντες λειποθυμίαι παρέσχον. λειποθυμοῦσι μὲν γὰρ καὶ τότε, οὐ μὴν ἱκανόν γε μέτρον κενώσεως ἡ τοιαύτη λειποθυμία, πρὸ τοῦ δέοντος ἐνίοτε γινομένη, καθάπερ καὶ ἐπὶ αὐτοῦ τοῦ διαναστῆναί τε καὶ καθίσαι πολλάκις ἐλειποθύμησάν τινες τῶν πυρεττόντων, διὸ δὴ καὶ κατακειμένους αὐτοὺς φλεβοτομοῦμεν. ἡ τοίνυν κατὰ τὸν λόγον τῆς κενώσεως ἐπιγιγνομένη λειποθυμία νῦν εἴρηται πρὸς Ἱπποκράτους μέτρον γινομένη τῆς κενώσεως, ἐπί τε μεγίστων φλεγμονῶν καὶ πυρετῶν διακαεστάτων καὶ ἀλγημάτων σφοδροτάτων. χρὴ δὲ, ὡς καὶ αὐτὸς εἶπεν, ἐῤῥωμένης τῆς δυνάμεως ἐπιχειρεῖν ἐπὶ τοσοῦτον κενοῦν καὶ ἡμεῖς πάνυ πολλάκις πεπειράμεθα τῶν τοιούτων κενώσεων ἰσχυρῶς ὠφελουσῶν. ἔν τε γὰρ τοῖς θερμοτάτοις
446
πυρετοῖς ἡ μέχρι λειποθυμίας φλεβοτομία κατάψυξίν τε παραχρῆμα τῆς ὅλης ἕξεως ἐργάζεται καὶ σβέννυσι τὸν πυρετόν. καὶ δὴ καὶ ἡ γαστὴρ διαχωρεῖ τοῖς πλείστοις καὶ ἱδρῶτες προχέονται, καί τινες αὐτῶν ἐπὶ τούτων ἐπαύσαντο τελέως. ἄλλοι δὲ μεγάλως ὠφεληθέντες ἐνέκοψαν τὸ σφοδρὸν τοῦ νοσήματος. ἔν τε ταῖς μεγίσταις φλεγμοναῖς καὶ ταῖς ἰσχυροτάταις ὀδύναις οὐδὲν οἶδα μεῖζον βοήθημα τοῦ μέχρι λειποθυμίας ἐκκενῶσαι, διορισάμενος εἴτε φλεβοτομεῖν εἴτε καθαίρειν ἄχρι λειποθυμίας προσήκει, καθότι δεδήλωται ἐν τοῖς περὶ φλεβοτομίας ὑπομνήμασιν.

Ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι καὶ τοῦτο προεξευκρινήσαντας ποιέειν.

Ὀλίγον ἔμπροσθεν εἴρηκε, πέπονα φαρμακεύειν καὶ κινέειν μὴ ὠμὰ, μηδὲ ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ, τὰ δὲ πολλὰ

447
οὐκ ὀργᾷ. νῦν οὖν καὶ ὅτι κατὰ τὰς ἀρχὰς μόνων τῶν ὀξέων νοσημάτων ἐγχωρεῖ ποτε κάθαρσιν ποιήσασθαι συμφέρουσαν ἐδίδαξεν ἡμᾶς. ἐν μὲν γὰρ τοῖς χρονίοις ἀεὶ χρὴ τὸν πεπασμὸν ἀναμένειν· ἐν δὲ τοῖς ὀξέσιν, ὅταν ὀργᾷ καὶ κατ’ ἀρχὴν οἷόν τε φαρμακεύειν καὶ τοῦτο αὐτὸ πρᾶξαι μετὰ πολλῆς εὐλαβείας καὶ περισκέψεως. ὅθεν μοι δοκεῖ ὁ Ἱπποκράτης καλῶς προσθεῖναι καὶ τοῦτο προεξευκρινήσαντας ποιέειν. εἴτε γὰρ προδιασκεψάμενος ἐπιμελῶς, εἴτε προπαρασκευάσας τὸν ἄῤῥωστον, εἴτε τὴν ἐνδεχομένην εὐκρίνειαν ἀναμείνας, εἴτε καί τινα τούτων, εἴτε καὶ πάντα σημαίνει τοὔνομα, τὴν εὐλάβειαν αὐτοῦ τὴν περὶ τὰς τοιαύτας καθάρσεις ἐνδείκνυται σαφῶς. κίνδυνος γὰρ οὐ μικρὸς ἐν ὀξεῖ νοσήματι κακῶς φαρμακεῦσαι, τῷ πάντα μὲν τὰ καθαίροντα φάρμακα θερμὰ ταῖς δυνάμεσιν εἶναι, δεῖσθαι δὲ τὸν πυρετὸν, ᾗ πυρετός ἐστι κατὰ τὸν ἑαυτοῦ λόγον, οὐχ ὅπως τῶν θερμαινόντων καὶ ξηραινόντων, ἀλλὰ τῶν ἐναντιωτάτων αὐτοῖς, τουτέστι τῶν ὑγραινόντων τε καὶ ψυχόντων.
448
οὐκοῦν οὐδ’ αὐτῆς ἕνεκα τῆς πυρώδους θερμασίας ἡ κάθαρσις ἡμῖν παραλαμβάνεται. ταύτην γὰρ ἴσμεν ὅσον ἐφ’ ἑαυτῇ βλαπτομένην, ἀλλὰ τῶν ἐργαζομένων αὐτὴν ἕνεκα χυμῶν. χρὴ τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆς τῶν λυπούντων χυμῶν κενώσεως γίγνεσθαι τῆς βλάβης, ἣν ἐξ ἀνάγκης λαμβάνεται τὸ σῶμα πρὸς τῶν καθαιρόντων φαρμάκων. ἔστι δὲ ἡ ὠφέλεια μείζων, ἐὰν ἀλύπως τε καὶ πᾶς ὁ βλάπτων καὶ λυπῶν ἐκκενωθῇ χυμός. ἵνα δὲ τοῦτο γένηται, πρῶτον μὲν δεῖ προσκέψασθαι εἰ ἐπιτηδείως ὁ κάμνων ἔχει πρὸς τὴν τοιαύτην κάθαρσιν. οἱ γὰρ ἐξ ἀπεψιῶν πολλῶν ἢ γλίσχρων ἢ παχέων ἐδεσμάτων, ὡσαύτως δὲ οἷς καὶ ὑποχόνδρια διατεταμένα πεφύσηται ἢ ὑπερβαλλόντως ἐστὶ θερμὰ καὶ πυῤῥώδη τὰ οὖρα, καί τὶς αὐτόθι τῶν σπλάγχνων φλεγμονὴ, πάντες οὗτοι πρὸς τὰς καθάρσεις ἀνεπιτήδειοι. χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα καὶ τοὺς χυμοὺς ὡς ἔνι μάλιστα τοῦ κάμνοντος εὐρουστάτους εἶναι, τουτέστι λεπτοὺς καὶ ἥκιστα μετέχοντας γλισχρότητός τινος, ἀναπεπταμένους τε τοὺς πόρους, δι’ ὧν ἡ κάθαρσις μέλλει
449
γενέσθαι καὶ μηδεμίαν ἔμφραξιν ἔχοντας. ταῦτα γὰρ καὶ ἡμεῖς προπαρασκευάζομεν, ἐπειδὰν μέλλωμεν καθαίρειν τινὰ καὶ τοῦτό ἐστιν αὐτὸ τὸ ὑφ’ Ἱπποκράτους εἰρημένον ἐν ἐκείνῳ τῷ ἀφορισμῷ. τὰ σώματα χρὴ ὅκου τις βούλεται καθαίρειν, εὔροα ποιέειν. ἀλλ’ ἔν γε τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς εὐθὺς, ἤτοι περὶ τὴν πρώτην ἡμέραν ἢ οὐκ ἔξω τῆς δευτέρας μελλόντων ἡμῶν χρῆσθαι ταῖς καθάρσεσιν, ὅταν ὀργᾷ, τὴν τοιαύτην παρασκευὴν οὐκ ἐγχωρεῖ γενέσθαι, πλὴν εἰ μὴ ἄρα τις σχοίη καιρὸν, μελίκρατον δοῦναι πιεῖν, ἐναφεψήσας ὑσσώπου τι ἢ ὀριγάνου, ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχωνος, ἤ τινος τῶν οὕτως λεπτυνόντων χυμοὺς, ὥστ’ εὐλόγως εἶπεν ὀλιγάκις ἐν τοῖς ὀξέσι νοσήμασι κατ’ ἀρχὰς ἔσεσθαι χρείαν ἡμῖν φαρμακείας, τῷ μήτε πολλάκις ὀργᾷν ἐν ἀρχῇ τοὺς λυποῦντας χυμοὺς μήτ’, εἰ καί τι τούτων ὑπάρχει, τοῦ νοσοῦντος ἐπιτηδείου πρὸς τὴν κάθαρσιν ἔχοντος, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν παρέχοντος τοῦ νοσήματος, ἐπιτήδειον αὐτὸν παρασκευάσαι.

450
Ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, τὰ δ’ ἐναντία δυσχερῶς.

Φανερῶς οὗτος ὁ ἀφορισμὸς ἐν ἐκείνῳ περιέχεται καθ’ ὃν ἔλεγεν· ἐν τῇσι ταραχῇσι τῆς κοιλίης καὶ τοῖσιν ἐμέτοισι τοῖσιν αὐτομάτως γινομένοισιν, ἢν μὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυμφέρει τε καὶ εὐφόρως φέρουσι, ἢν δὲ μὴ, τἀναντία. ἀλλ’ ἐπειδὴ κατὰ τοῦτο τὸ χωρίον τοῦ βιβλίου περὶ τῶν ὑπὸ τοῦ ἰατροῦ γινομένων διελέγετο καθάρσεων καὶ σχεδὸν ἅπαντας εἴρηκε τοὺς ἀναγκαίους διορισμοὺς, οὐκ ὤκνησεν οὐδὲ τοῦτον προσθεῖναι τὸν ἀφορισμὸν, οὐδὲν μὲν διδάσκοντα νεώτερον, ἀναμιμνήσκοντα δὲ ὧν ἔμπροσθεν ἐν ἑτέρῳ χωρίῳ τοῦ βιβλίου, περὶ τῶν αὐτομάτων κενώσεων προειρήκει, πρὸς τῶν κᾀνταῦθα συμπεπληρῶσθαι τὸν περὶ τῶν καθάρσεων ἅπαντα λόγον.