In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ὁκόσοι πονέοντές τι τοῦ σώματος τὰ πολλὰ τῶν πόνων μὴ αἰσθάνονται, τουτέοισι ἡ γνώμη νοσέει.

Πόνους εἴωθεν ὀνομάζειν ἐνίοτε τὰς διαθέσεις αὐτὰς, ἐν αἷς ὀδυνώμεθα. κατὰ τοῦτο γοῦν ἔλεγεν ἐν ταῖς ἐπιδημίαις, ἐν Κρανῶνι αἱ μὲν παλαιαὶ ὀδύναι ψυχραὶ, αἱ δέ νεαραὶ θερμαί· οὐκ αὐτὰς δήπου τὰς ὀδύνας θερμὰς καὶ ψυχρὰς ὀνομάζων, ἀλλὰ τὰς διαθέσεις ἐφ’ αἷς γίνονται. καὶ νῦν οὖν ὡσαύτως εἴρηκε πόνους αὐτὰς τὰς διαθέσεις, ὅσαι μετ’ ὀδύνης γίνεσθαι πεφύκασιν, ἐρυσίπελας δηλονότι καὶ φλεγμονὴν καὶ τραῦμα καὶ θλάσμα καὶ ῥῆγμα καὶ σπάσμα καὶ πᾶν εἴ τι τοιοῦτον. ὦν ἐάν τινος ὑπάρχοντος ὁ κάμνων ἀναίσθητος ᾖ, τὴν γνώμην νοσέει, γνωμὴν δὲ λέγειν ἢ διάνοιαν οὐδὲ εἰς τὰ παρόντα διοίσει.

461
Τὰ ἐν πολλῷ χρόνῳ λεπτυνόμενα σώματα νωθρῶς ἐπανατρέφειν δεῖ, τὰ δ’ ἐν ὀλίγῳ ὀλίγως.

Τὰ μὲν γὰρ ἐν ὀλίγῳ χρόνῳ λεπτυνόμενα σώματα κενώσει τῶν ὑγρῶν καὶ τῶν πνευμάτων, οὐ συντήξει τῶν στερεῶν πέπονθε τοῦτο. τοῖς δ’ ἐν πλείονι χρόνῳ λεπτυνθεῖσιν ἐκτήκονται μὲν αἱ σάρκες, ἰσχνὰ δὲ γίνονται καὶ τὰ ἄλλα, δι’ ὦν ἥ τε πέψις τῶν ζώων ἐπιτελεῖται καὶ ἡ ἀνάδοσις καὶ ἡ ἐξαιμάτωσις καὶ ἡ θρέψις, ὥστε οὐ δυνήσεται τοσαύτην κατεργάσασθαι τροφὴν, ὅσης δεῖται τὸ σῶμα. διὰ τοῦτ’ οὖν ἐν χρόνῳ πλείονι χρὴ τὰ τοιαῦτα ἀνατρέφειν καὶ λεπτῶς, ὅπερ ὠνόμασε νωθρῶς. ἐφ’ ὦν δὲ μόνα ἐκενώθη τὰ ὑγρὰ καὶ τὰ πνεύματα, ἐπὶ τούτων διὰ ταχέων ἀνατρέφειν ἐγχωρεῖ καὶ ἄκρως, εὐθαῤῥοῦντας τῇ τῶν στερεῶν εὐρωστίᾳ. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ διχῶς γέγραπται καὶ σημαίνει ταυτὸν, ἄν τε ὀλίγῳ κατὰ δοτικὴν

462
πτῶσιν γεγραμμένον ᾖ, ἅν τ’ ἐπιῤῥηματικῶς, ὀλίγως μετὰ τοῦ σ΄.

Ἤν ἐκ νούσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ, σημαίνει ὅτι πλείονι τροφῇ τὸ σῶμα χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντος τοῦτο γίνηται, χρὴ εἰδέναι ὅτι κενώσεως δεῖται.

Διὰ βραχυλογίαν καὶ συνήθειάν τινα λέξεως, ὁποῖα καὶ νῦν ἔτι παρ’ ἡμῖν ἐστιν ἐν πολλαῖς τῶν κατὰ τὴν Ἀσίαν πόλεων, ἀσαφὴς ὁ ἀφορισμὸς ἐγένετο. λέγειν γὰρ ἡμῖν ἔθος ἐστὶ μὴ λαμβάνειν μὲν τροφὴν τοὺς ἀνορέκτους, λαμβάνειν δὲ τοὺς ὀρεγομένους τε καὶ τρεφομένους ἄχρι κόρου. ὅσοι μὲν οὖν ὀρεγόμενοι καὶ τροφὴν δαψιλῆ προσφερόμενοι τὴν ὑγιεινὴν ἰσχὺν ἀδυνατοῦσιν ἀνακτήσασθαι, βαρύνονται

463
μᾶλλον, οὐ τρέφονται πρὸς αὐτῆς. ὅσοι δ’ οὐδὲ λαμβάνειν αὐτάρκως δύνανται, μοχθηροὺς ἔχουσι χυμοὺς, οὓς εἰ μὴ κενωθεῖεν, ἀδύνατον αὐτοῖς ἐστι νῦν ὑγιεινὴν ἰσχὺν ἀναλαβεῖν. ὁ δ’ Ἱπποκράτης οὐ νῦν μόνον, ἀλλὰ κἀν τοῖς ἄλλοις αὐτοῦ συγγράμμασιν, ὅταν μὲν ἀναλόγως ἀλλήλοις αὐξηθῶσιν οἱ χυμοὶ πάντες, αἵματος ἀφαιρέσει ποιεῖται τὴν βοήθειαν· ὅταν δ’ εἷς τις ἐξ αὐτῶν πλεονάσῃ, καθαρτικὸν ἐκείνῳ δίδωσι φάρμακον. ἅτε οὖν ταῦτα γινώσκων τε καὶ πολλάκις ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν εἰρηκὼς, ὀρθῶς ἐπάγει τοὺς ἑξῆς ἀφορισμοὺς δύο, περὶ τῆς αὐτῆς ἔτι διαθέσεως διδάσκων, περὶ ἧς καὶ κατὰ τὸν προκείμενον ἀφορισμὸν ἐδίδαξεν εἰπών· ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίγνηται, εἰδέναι ὅτι κενώσεως δεῖται· καὶ τήν γε τάξιν τῶν ἐφεξῆς δυοῖν ἀφορισμῶν πεπλημμελῆσθαι νομίζω κατὰ τὰ πλεῖστα τῶν ἄλλων ἀντιγράφων. καὶ κάλλιον ἐν ἐκείνοις γέγραπται, καθ’ ἃ ὁ πρότερος ἀφορισμὸς ἐξ αὐτῶν γέγραπται οὕτω. τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεις, ἵν’ οὖν ὁ πᾶς λόγος ᾖ τοιοῦτος,
464
ἢν δὲ μὴ λαμβάνοντος τοῦτο γίνηται, σημαίνει ὅτι κενώσεως δεῖται. τὰ γὰρ μὴ καθαρὰ σώματα, ὁκόσῳ ἂν θρέψῃς, μᾶλλον βλάψεις. ἀλλ’ ἡμεῖς τῇ κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων ἑπόμενοι τάξει τὴν ἐξήγησιν αὐτῶν οὕτω ποιησόμεθα.

Τὰ σώματα χρὴ ὅκου ἄν τις βούληται καθαίρειν, εὔροα ποιέειν.

Οἱ μὲν οὖν πολλοὶ βούλονται εὔροα γίγνεσθαι τὰ σώματα τῶν μὲν ἐμετηρίων φαρμάκων μελλόντων κενοῦσθαι διὰ τοῦ τῶν ἐμετηρίων ἐρεθισμοῦ, τῶν δ’ ὑπηλάτων διὰ τοῦ συνεχῶς ὑπάγεσθαι τὴν γαστέρα. καὶ διὰ τοῦτο τὴν διάθεσιν πᾶσαν ἑκατέροις τοῖς μὲν εἰς ὑπαγωγὴν γαστρὸς ἐπιτήδειον παρασκευάζουσι, τοῖς δὲ εἰς ἐμέτους. ἐγὼ δ’ ἡγοῦμαι τὸν Ἱπποκράτην διδάσκειν ἡμᾶς νῦν οὐ

465
τουτὶ τὸ σμικρὸν, ἀλλά τι μεῖζον ἕτερον, ὃ διὰ μακρᾶς πείρας ἡμεῖς ἐδιδάξαμεν οὕτως ἔχον. εἰ γάρ τις λεπτύνοι καὶ τέμνοι τοῦτο, παχεῖς καὶ γλίσχρους χυμοὺς ἐν τῷ σώματι καὶ τοὺς πόρους, δι’ ὧν οὗτοι μεταλαμβάνονταί τε καὶ ἕλκονται πρὸς τῶν καθαρτικῶν φαρμάκων, ἀναστομώσειεν, ἡ κάθαρσις ἀρίστη γίνεται κατὰ πάντα. τοῖς δὲ τούτων μὲν ἀμελήσασιν, ἐμέτων δὲ καὶ γαστρὸς ὑπαγωγῆς προνοήσασιν αἱ καθάρσεις δυσχερῶς ἀπαντῶσι μετὰ στρόφων ἐνίοτε καί τινων ἰλίγγων, ἄσης τέ τινος πολλῆς καὶ κακοσφυξίας, ἐκλύσεώς τε καὶ δυσκολίας. ἀλλ’ ἡμεῖς γε τῆ λεπτυνούσῃ χρώμεθα ἀγωγῇ, περὶ ἧς ὅλον ἕν ἐστιν ὑπόμνημα γεγραμμένον ἡμῖν καὶ οὐδὲν οὔτε τούτων εἴωθε συμβαίνειν αἵ τε κενώσεις ἁπάντων τῶν παρὰ φύσιν ἀλυπόταται καὶ τάχισται γίνονται. διὰ τοῦτο τὸν Ἱπποκράτην φαμὲν τῷ λόγῳ προστεθεικέναι τὸ, ὅκου τις ἂν βούληται καθαίρειν, τὰ σώματα εὔροα ποιέειν, ὡσεὶ καὶ οὕτως εἶπεν, εἴτε καὶ δι’ ἐμέτων εἴτε καὶ δι’ ὑπαγωγῆς γαστρὸς ἐθέλοις καθαίρειν, εὔρουν ὅλον ἐργασάμενος τὸ σῶμα, κάλλιστα ἂν 
466
οὕτω καθάρῃς· εὔρουν δ’, ὡς εἴπομεν, ἔσται, τῶν μὲν πόρων ἁπάντων ἀναστομωθέντων, τῶν δ’ ὑγρῶν τμηθέντων καὶ λεπτυνθέντων, εἴ πού τι παχὺ καὶ γλίσχρον ὑγρὸν ᾒ κατὰ τὸ σῶμα.

Τὰ μὴ καθαρὰ τῶν σωμάτων ὁκόσον ἂν θρέψῃς, μᾶλλον βλάψεις.

Συνδιαφθείρεται γὰρ ἡ ἐπεισιοῦσα τροφὴ τῇ προϋπαρχούσῃ κατὰ τὸ σῶμα κακοχυμίᾳ, ὥστ’ αὐξάνεσθαι μὲν αὐτῆς τὴν ποσότητα, φυλάττεσθαι δὲ τὴν ποιότητα. καὶ μάλιστα γίγνεται τοῦτο, ὅταν ἡ γαστὴρ ἀναπεπλησμένη μοχθηρῶν χυμῶν ᾖ τινων, ὑφ’ ὧν καὶ τὸ μικρὸν ἔμπροσθεν εἰρημένον σύμπτωμα τοῖς ἀνακομιζομένοις ἐκ τῶν νοσημάτων συμβαίνει, τὸ μὴ δύνασθαι λαμβάνειν τροφάς.