In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ὑγραὶ πᾶσαι δίαιται τοῖσι πυρεταίνουσι ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι καὶ τοῖσιν ἄλλοισι τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι.

Ἐν μὲν τοῖς ἔμπροσθεν ἀφορισμοῖς περὶ τοῦ κατὰ τὴν δίαιταν ποσοῦ τὴν διδασκαλίαν ἐποιήσατο, νυνὶ δὲ περὶ τοῦ ποιοῦ διεξέρχεται, πολλὰ καὶ χρήσιμα τῶν κατὰ τὴν

426
τέχνην ἐν βραχυτάτῳ διδάσκων λόγῳ. πρῶτον μὲν ὅπως χρὴ διαιτᾶν τοὺς πυρέττοντας, εἶθ’ ὅτι τὰς ἐνδείξεις τῶν ὑγιεινῶν διαιτημάτων ἐπὶ μὲν τῶν παρὰ φύσιν ἐναντίας, ἐπὶ δὲ τῶν κατὰ φύσιν ὁμοίας χρὴ ποιεῖσθαι. τῷ μὲν γὰρ πυρετῷ, διότι θερμὸν καὶ ξηρὸν ὑπάρχει πάθος (ἔστι γὰρ τροπὴ τῆς ἐμφύτου θερμασίας ἐπὶ τὸ πυρῶδες) ὑγρὰν δίαιταν συμβουλεύει. ταῖς δ’ ὑγροτέραις φύσεσιν, εἴτε δι’ ἡλικίαν εἴτε δι’ ἔθος, οὐ τὴν ἐναντίαν, ἀλλὰ τὴν οἰκείαν. φυλάττεσθαι γὰρ αὐτῶν δεῖ διὰ τῶν ὑγρῶν τὴν φύσιν οὐκ ἀνασκευάζεσθαι, καθάπερ τὰ νοσήματα. ὅσοι δὲ τοὺς ἅμα πυρετοῖς ὑδέρους προχειριζόμενοι τῷ λόγῳ διαβάλλειν οἴονται τὸν ἀφορισμὸν, ὡς οὐ χρὴ ἐκείνων ζώντων ὑγρᾶς, ἀλλὰ ξηρᾶς διαίτης, ἀγνοοῦσιν ἀναγκαιότατόν τε τῆς θεραπευτικῆς μεθόδου κεφάλαιον, ὅπερ ἡμεῖς ἐπὶ πλέον ἐν ἐκείνῃ τῇ πραγματείᾳ διεληλύθαμεν, ὡς ἕκαστον μὲν τῶν ἁπλῶν παθῶν ἰδίας δεῖται θεραπείας, ἐπιπλεκομένων δ’ ἀλλήλοις εἰς ὅσον ἂν ἐπιπλέκηται, εἰς τοσοῦτον ἕξει κοινὴν καὶ τὴν τῆς θεραπείας ἔνδειξιν, ἤτοι πρὸς τὸ κατεπεῖγον ἡμῶν
427
ἱσταμένων, μετὰ τοῦ μηδὲ ἑτέρων παντάπασιν ἀμελεῖν ἢ ὁμοτίμως ἅπασι βοηθούντων. τὸ δὲ τῶν πυρεσσόντων ὑδρωπικῶν μεμνῆσθαι τοιοῦτόν ἐστιν οἷον καὶ τὸ τῶν αἷμα πτυόντων πλευριτικῶν. καὶ γὰρ ἐπὶ τούτων ἐναντίας μὲν δεῖται θεραπείας τὰ πάθη, αἵματος ἀναγωγὴ καὶ πλευρῖτις· ἀλλ’ εἴπερ ἅμα συμβαίη τινὶ πρὸς τὸ κατεπεῖγον, ἵστασθαι μᾶλλον ἐν αὐτοῖς χρὴ, μὴ ἀμελοῦντας μηδὲ τοῦ ἑτέρου. οὕτως οὖν εἰ πυρέττει τις ἅμα καὶ ὑδρωπικὴν ἔχει διάθεσιν, εἰς ἄμφω τὰ πάθη βλέποντες ἐναντίας θεραπείας δεόμενα, πρὸς ἑκάτερον αὐτῶν τῶν παθῶν εὐμηχάνως ἱστάμεθα, καθάπερ ἐν τοῖς ἄλλοις ἅπασι τοῖς οὕτως ἐπιπλεκομένοις. οὔκουν τοιοῦτον οὐδὲν οὔθ’ ἡμεῖς ἐροῦμεν οὔθ’ ἑτέρου λέγοντος προσοισόμεθα. καὶ εἴ τι μὴ ῥητῶς ὠνόμασται κατὰ τὸν ἀφορισμὸν, ἐκ τῆς αὐτῆς ὑπάρχον τῆς εἰρημένης κρίσεως καὶ τοῦθ’ ἡγητέον εἰρῆσθαι δυνάμει, ἡλικίας μὲν γὰρ ἐμνημόνευσε καὶ ἔθους· σὺ δ’ ἂν καὶ τῆς φυσικῆς κράσεως καὶ ὥρας καὶ χώρας εὐλόγως μνημονεύσεις, ἅπερ ἐνίοτε καὶ αὐτὸς μὲν Ἱπποκράτης προστίθησιν, ἐνίοτε δ’ ἑνὸς ἢ δυοῖν μνημονεύσας τὰ λοιπὰ τῶν ἐκ τῆς αὐτῆς συστοιχίας παραλείπει. γίνονται δὲ καὶ ἀπὸ τούτων ἐνδείξεις,
428
ὥσπερ ἔμπροσθεν ἀπό τε τῆς ἡλικίας ἐῤῥέθη καὶ τοῦ νοσήματος· ὅσα μὲν ἄμεμπτα φυλαττόντων ἡμῶν αὐτὰ τοῖς ὁμοίοις τῇ κράσει διαιτήμασιν, ὅσα δὲ μεμπτὰ τοῖς ἐναντίοις ἐπανορθουμένων. εἴρηται δὲ τελεώτερον περὶ πασῶν ἐνδείξεων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι.

Καὶ οἷσιν ἅπαξ ἢ δὶς καὶ πλείω ἢ ἐλάσσω καὶ κατὰ μέρος. δοτέον δέ τι καὶ τῇ ὥρῃ καὶ τῇ χώρῃ, τῇ ἡλικίῃ καὶ τῷ ἔθει.

Ἐπειδὴ τὸν περὶ τῆς ποσότητος καὶ ποιότητος ἐποιήσατο λόγον, ἑξῆς ἡμᾶς διδάσκει περὶ τοῦ τρόπου τῶν προσφερομένων. οὐ γὰρ ἱκανὸν αὐτὸ τοῦτο μόνον, ὅτι τῷδε πλέον ἢ ἔλαττον δοτέον γινώσκειν ἢ ὅτι ξηραινούσῃ χρηστέον

429
ἢ ὑγραινούσῃ τροφῇ, ἀλλ’ εἰ καὶ ἅπαξ ἢ καὶ πλεονάκις ἑκάστης ἡμέρας ἢ νυκτὸς εὔλογόν ἐστι προσφέρειν τὰς τροφὰς, ἀναγκαιότατα σκέπτεσθαι καὶ πρὸς ταῦτ’ οὖν ἀπό τε τῆς ὥρας καὶ τῆς ἡλικίας καὶ τοῦ ἔθους ἔνδειξιν λαμβάνειν, καθάπερ ἐπὶ τοῦ ποσοῦ καὶ τοῦ ποίου. πρῶτοι μὲν γὰρ σκοποὶ καὶ πρὸς ταῦτα, τά τε νοσήματα αὐτὰ καὶ ἡ τοῦ κάμνοντος δύναμις, ἔτι τε ἡλικία καὶ ἡ ὥρα καὶ ἔθος, ὅσα τ’ ἄλλα τούτοις ἀνάλογα. καὶ διὰ τοῦτο καὶ αὐτὸς ὁ Ἱπποκράτης προσέθηκεν τὸ δοτέον δέ τι καὶ τῇ ὥρῃ καὶ τῇ χώρῃ καὶ τῇ ἡλικίῃ καὶ τῷ ἔθει. σαφῶς δηλῶν διὰ τῆς, δοτέον δέ τι φωνῆς, ὡς οὔτε τὸ πᾶν οὔτε τὸ μέγιστον ἀπὸ τῶν τοιούτων λαμβάνει. τὸ γὰρ εἴτε πολλάκις εἴτ’ ὀλιγάκις εἴθ’ ὅλως χρὴ τρέφειν, ἀπό τε τοῦ νοσήματος καὶ τῆς δυνάμεως πρῶτον μάλιστα λαμβάνεται. μετὰ ταῦτα δὲ καὶ ἀπὸ τῆς ὥρας καὶ τῆς ἡλικίας καὶ τῶν τοιούτων. εἰ μὲν γὰρ ἥτε δύναμις εἴη τοῦ κάμνοντος ἀσθενὴς καὶ ἡ κατὰ τὸ σῶμα διάθεσις, ἤτοι κατὰ διαφθορὰν ἢ κατ’ ἔνδειαν, 
430
ὀλίγην τροφὴν πολλάκις τοῖς τοιούτοις δώσομεν, ὀλίγην μὲν ὅτι μὴ δύναται φέρειν εἰσάπαξ ἀθρόον πλῆθος ἄῤῥωστος δύναμις, πολλάκις δὲ ὅτι πολλῶν ἡ διάθεσις δεῖται. καὶ γὰρ ἡ ἔνδεια τῆς προσθέσεως δεῖται καὶ ἡ διαφθορὰ τῆς ἐπικράσεως. εἰ δ’ ἀσθενούσης τῆς δυνάμεως μήτ’ ἔνδειά τις συνυπάρχει μήτε διαφθορὰ, συμμετρία δὲ τῶν κατὰ φύσιν εἴη χυμῶν ἢ καὶ πλῆθος, ὀλιγάκις τε καὶ ὀλίγα τούτοις δώσομεν, ἔτι δὲ μᾶλλον εἰ τῆς δυνάμεως ἰσχυρᾶς ὑπαρχούσης πλῆθος χυμῶν εἴη. εἰ δὲ μετ’ ἐνδείας ἢ διαφθορᾶς ἡ δύναμις ἐῤῥωμένη τύχοι, καὶ πολλὰ καὶ πολλάκις σιτία τοῖς οὕτω κάμνουσι δώσομεν, ὡς ἂν καὶ τῆς διαθέσεως δεομένης πολλῶν καὶ τῆς δυνάμεως κρατεῖν αὐτῶν δυναμένης. μὴ συγχωρούντων δὲ τῶν παροξυσμῶν, μηδὲ πολλοὺς τῆς τροφῆς ἡμῖν καιροὺς παρεχόντων, ὀλιγάκις δώσομεν τὰ πολλά· τῆς μέντοι δυνάμεως ἰσχυρᾶς οὔσης μετὰ πληθωρικῆς διαθέσεως, ὀλιγάκις ὀλίγα δώσομεν. εἰ γὰρ καὶ τὸ κατεργαζόμενον ἔχοιμεν εὔρωστον, ἀλλὰ τῆς γε διαθέσεως
431
μὴ δεομένης πολλῶν, εὔλογον ὀλίγα προσφέρειν. οὕτω μὲν ἀπό τε τοῦ νοσήματος καὶ τῆς δυνάμεως εἰς τὰ προκείμενα τὰς ἐνδείξεις ληπτέον, ἀπὸ δὲ τῆς ὥρας καὶ τῆς ἡλικίας καὶ τοῦ ἔθους καὶ ὅσα τ’ ἄλλα τούτοις ἀνάλογα ὧδε. κατὰ μὲν τὴν θερινὴν ὥραν, ὅσον ἐπ’ αὐτῇ τῇ ὥρᾳ, πολλάκις ὀλίγα δοτέον, ὅτι καὶ δέονται προσθήκης πλείονος, ὡς ἂν καὶ διαφορούμενοι καὶ ὅτι ἡ δύναμις αὐτῶν ἐστιν ἀσθενής. κατὰ δὲ τὴν χειμερινὴν πολλὰ μὲν διὰ τὴν ῥώμην τῆς δυνάμεως, οὐ πολλάκις δέ. οὐ γὰρ δέονται πάνυ πολλῆς προσθήκης οἱ κάμνοντες, ἅτε μηδὲ πολλὰ κενούμενοι. τοὺς γὰρ ὑγιαίνοντας ἔμπροσθεν ἐδείξαμεν ἱκανῶς κενουμένους ἐν χειμῶνι, διότι πλέον ἔχουσι τὸ ἔμφυτον θερμόν. κατὰ δὲ τὸ μέσον ἔτι τὸ ἔαρ, ἔτι δὲ καὶ μᾶλλον, ὅταν ἐγγὺς ᾖ τοῦ θέρους, ὀλίγοις τε καὶ διὰ πολλοῦ θρέψομεν. κινδυνεύει γὰρ ἥδε ὥρα πληθωρικῆς εἶναι διαθέσεως ἐγγὺς, διὰ τὴν τῶν ἐν χειμῶνι πεπηγότων χύσιν. ὥσπερ οὖν ἐν
432
ταῖς πληθωρικαῖς διαθέσεσιν, ὅταν ἡ δύναμις ἰσχύῃ, τὴν τροφὴν ὀλίγην τε καὶ διὰ πολλοῦ χρόνου δίδομεν, οὕτω καὶ κατὰ τὴν ἐαρινὴν ὥραν ποιητέον ἐπὶ τῶν πυρεσσόντων μάλιστα, ὑπὲρ ὧν ὁ λόγος οὗτός ἐστι τῷ Ἱπποκράτει. τὴν γὰρ τῶν ὑγιαινόντων δίαιταν ἔμπροσθεν ἐδίδαξε. τὸ δὲ φθινόπωρον τοῖς κατὰ διαφθορὰν ἐνοχλοῦσι νοσήμασιν ἔοικε, διὸ καὶ τῆς χρηστοῦ προσθέσεως συνεχοῦς οἱ τότε πυρέσσοντες δέονται, κἂν ἡ δύναμις ἰσχυρὰ εἴη, πολλάκις καὶ πολλὰ δώσομεν αὐτοῖς· εἰ δ’ ἀσθενὴς, ὀλίγα πολλάκις. παραπλησίως δ’ ἄν τις καὶ ἀπὸ τῶν ἡλικιῶν καὶ τῶν ἀπὸ ἐτῶν καὶ ἀπὸ τῶν χωρῶν λαμβάνῃ τὰς ἐνδείξεις, εἰς τοὺς πρώτους δύο σκοποὺς ἀνάγων αὐτάς. ἕκαστον γὰρ τῶν εἰρημένων ἤτοι ἰσχυρὰν ἢ ἀσθενῆ τὴν δύναμιν ἐργάζεται καὶ ἤτοι πληθωρικὸν ἢ ἐνδεὲς ἢ κακόχυμον τὸ σῶμα.

Θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον.
433

Οὐ δὶς ὑπὲρ τῶν αὐτῶν, ὡς ἄν τις οἰηθείη, διῆλθεν, ἔμπροσθεν μὲν γράψας τὸν ἀφορισμὸν ἐκεῖνον, οὖ ἡ ἀρχὴ αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει. νυνὶ δὲ πάλιν, ὡς θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. ἀλλ’ ἐπειδὴ πρός τε τὸ ποσὸν τῆς διαίτης καὶ πρὸς τὸν τρόπον χρήσεως τῶν σιτίων, ἐπὶ τε τῶν ὑγιαινόντων καὶ τῶν νοσούντων ἀπὸ τῶν ὡρῶν ἔνδειξίν τινα λαμβάνει, δεόντως ἐν ἀμφοτέροις ἐμνημόνευσεν, ἐκεῖ μὲν δείξας ὡς τὰ προσάρματα τοῖς ὑγιαίνουσι πλείω διδόναι χειμῶνος· διότι τὸ ἔμφυτον θερμὸν πλεῖον καὶ τρέφεσθαι δεῖται. νυνὶ δὲ ὅτι κἂν ἅπαξ αὐτοῖς πολλὰ δοίης οὐ βλάψεις. εὐφόρως μὲν γὰρ φέρουσιν ἅπαντες πλῆθος σιτίων ἐν χειμῶνι, δυσφόρως δ’ ἐν θέρει. κατὰ τοῦτο ἐν χειμῶνι μὲν ὀλιγάκις τε καὶ πολλὰ προσφέρεσθαι σιτία συγχωρητέον, ἐν θέρει δ’ ἐπειδὴ δυσκόλως φέρουσι τὰ σιτία, διότι τὸ πέττον αὐτὰ καὶ κατεργαζόμενον τὸ ἔμφυτον θερμὸν ὀλίγον ὑπάρχει, τὸ μὲν ἀθρόον διδόναι ἅπαντι τρόπῳ φευκτέον, ἐπιχειρητέον δὲ συνεχέστερον ὀλίγα

434
προσφέρειν. ἡ γὰρ τοῦ σώματος διάθεσις ὁμοία τοῖς κατ’ ἔνδειαν οὖσι νοσήμασιν προσθήκης δεῖται. χειμῶνος μὲν οὖν καὶ θέρους οὕτως ἔχουσι, τῶν δ’ ἄλλων δυοῖν ὡρῶν τὸ μὲν φθινόπωρον ἐφεξῆς θέρει, τὸ δ’ ἔαρ χειμῶνι καὶ ἡ αἰτία πρόδηλος. ἐμψύχεσθαι μὲν γὰρ ἄρχεται καὶ συνάγεσθαι καὶ πυκνοῦσθαι τὰ σώματα τῷ φθινοπώρῳ, χαλᾷσθαι δὲ καὶ ἀραιοῦσθαι τῷ ἦρι. διά γε οὖν ταῦτα δὶς οὐκ εἴρηται ταυτὸν ὑπὲρ τῶν ὡρῶν παράγγελμα ἢ καὶ ὅτι κατ’ ἐκεῖνον τὸν ἀφορισμὸν ὑπὲρ τῶν ὑγιαινόντων ὁ λόγος ἦν αὐτῷ.

τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν διδόναι μηδ’ ἀναγκάζειν, ἀλλ’ ἀφαιρέειν τῶν προσθεσίων πρὸ τῶν κρισίων.
435

Τριῶν οὖν ὄντων κεφαλαίων διαιτητικῶν, τοῦ ποσοῦ τῶν σιτίων καὶ τοῦ ποιοῦ καὶ τοῦ τρόπου τῆς χρήσεως αὐτῶν, εἰς μὲν τὰ πρότερα δύο κεφάλαια παρὰ τῶν παροξυσμῶν οὐδὲν ἡμῖν ἐγένετο λυσιτελὲς, εἰς δὲ τὸ τρίτον ἔστι τί γε κἀκ τῶν παροξυσμῶν λαβεῖν. δεόντως οὖν καὶ ὁ Ἱπποκράτης ἐμνημόνευσεν αὐτῶν ἐν τῷ τρίτῳ κεφαλαίῳ. τοὺς καιροὺς γὰρ τῶν κατὰ μέρος τροφῶν οἱ παροξυσμοὶ μάλιστα διδάσκουσιν, ἐν οἶς γε νοσήμασι τεταγμένως ἀπαντῶσι, τουτέστι κατὰ περίοδον, καὶ διὰ τοῦτο καὶ αὐτὸς Ἱπποκράτης εἶπε τοῖσιν ἐν τῇσι περιόδοισι παροξυνομένοισι μηδὲν διδόναι, εἰδὼς ὅτι καὶ ἄλλοι τινές εἰσιν, οἳ παροξύνονται μὲν ἐν νόσοις, οὐ μὴν κατὰ περιόδους, τουτέστιν οὐ τεταγμένως. ἐπ’ ἐκείνων μὲν οὖν οὐδὲ δυνατόν ἐστιν ἀκριβῶς ἐξευρεῖν τὸν καιρὸν τῆς προσφορᾶς. ἐφ’ ὧν δὲ τὰ τῶν παροξυσμῶν τέτακται, φυλακτέον ἐστὶ τὰς ἀρχὰς αὐτῶν, τουτέστιν ὅπως μήτ’ ἤδη γεγονότος μήθ’ ὅσον οὔπω γενησομένου τρέφωμεν. τὸ δὲ πρὸ τῶν κρίσεων, ἤτοι πρὸ τῶν παροξυσμῶν ἁπάντων ἁπλῶς ἢ πρὸ τῶν κυρίως λεγομένων κρίσεων,

436
ἀκουστέον ἐστὶν ἢ πρὸ τῶν ἀκμῶν. ἀληθῆ γὰρ τὰ τρία. μᾶλλον δ’ ἂν δόξειεν ἁρμόττειν ἐν τοῖς προκειμένοις τὸ πρὸ τῶν παροξυσμῶν ἁπλῶς. περὶ γὰρ τῆς ἀκμῆς ἔμπροσθεν εἴρηται καὶ περὶ ἐκείνης δηλονότι καὶ περὶ τῆς κρίσεως. ἐν ταῖς ἀκμαῖς γὰρ τοὐπίπαν αἱ κρίσεις.

Τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίως μὴ κινεῖν μηδὲ νεωτεροποιέειν μήτε φαρμακίῃσι μήτ’ ἄλλοισιν ἐρεθιμοῖσι χρῆσθαι, ἀλλ’ ἐᾷν.

Τὸν περὶ διαίτης συμπληρώσας λόγον ἐφ’ ἕτερον μεταβαίνει κεφάλαιον, ἐν ᾧ διδάσκει πότε μὲν ἐπιτρεπτέον ἐστὶ τῇ φύσει τὸ πᾶν αὐτῇ περὶ τὸν νοσοῦντα διαπράττεσθαι, μηδὲν ἡμῶν ἄλλο διαπραγματευομένων, ὅ τι μὴ τὸ κατὰ τὴν δίαιταν, πότε δὲ οὐ μόνον τῇ φύσει τὸ πᾶν

437
ἐπιτρεπτέον, ἀλλά τι καὶ αὐτοὺς πραγματεύεσθαι. ἔνθα μὲν οὖν, φησὶν, ἤτοι γέγονεν ἤδη τελεία ἡ κρίσις ἢ γίνεται, τῇ φύσει τὸ πᾶν ἐπιτρέπειν χρὴ καὶ μηδὲν αὐτοὺς νεωτεροποιεῖν, ἔνθα δ’ ἐλλιπῶς κρίνεται, τὸ λεῖπον αὐτοὺς προστιθέναι. τοῦτο δ’ ἔλεγε κἀν τῷ περὶ χυμῶν κατὰ τήνδε τὴν λέξιν. τὰ κρινόμενα ἀπαρτὶ μὴ κινεῖν μήτε φαρμακίῃσι μήτε ἄλλοισιν ἐρεθισμοῖσι νεωτεροποιεῖν. ὅπερ γὰρ ἀρτίως ἐν τοῖς ἀφορισμοῖς ἔφη, τοῦτο ἐν ἐκείνῳ τῷ βιβλίῳ μεταβαλὼν ἀπαρτὶ ὠνόμασεν. ἔστι δὲ καὶ παρὰ τοῖς ἄλλοις παλαιοῖς τοὔνομα τὸ ἀπαρτὶ κατὰ τούτου τοῦ σημαινομένου τοῦ ἀπηρτισμένως καὶ ὁλοκλήρως καὶ ἀνελλιπῶς, ὅπερ αὐτὸ καὶ τὸ ἀπαρτίως νῦν σημαίνει. οὐ γὰρ δὴ τό γε ἐν ἀρτίαις ἡμέραις, ψεῦδος γὰρ δὴ τοῦτο ἐναργῶς, εἴ τις ἐν ἀρτίαις ἡμέραις ἢ ἐκρίθη ἢ κρίνεται, μηδὲν ἐπὶ τούτων νεωτεροποιεῖν. οὐ μὴν οὐδὲ τὸ πρὸ ὀλίγου δηλοῖ τὸ ἀρτίως ἐν ταύτῃ τῇ ῥήσει. δῆλον δὲ μάλιστα μὲν ἐκ τοῦ ῥητοῦ τοῦ ἐπιφερομένου, οὐ γὰρ εἶπεν ἁπλῶς τὰ κεκριμένα
438
ἀρτίως, ἀλλὰ τὰ κρινόμενα καὶ τὰ κεκριμένα. τούτων δὲ τὰ κεκριμένα τάχα ἂν ὁμολογήσειε τῷ ἀρτίως. τὰ δὲ κρινόμενα κατ’ οὐδένα τρόπον, ἀλλὰ κἀξ αὐτῆς τῶν πραγμάτων τῆς ἀληθείας δῆλον. οὐ δήπου γὰρ εἴτε τι πρὸ ὀλίγου κέκριται, τοῦτο οὐ χρὴ νεωτεροποιεῖν, ἀλλ’ εἰ μὲν τελέως τε καὶ ἀνελλιπῶς καὶ ὁλοκλήρως, ἀληθὲς ἂν εἴη τὸ λεγόμενον, εἰ δ’ ἐλλιπῶς κατά τι, τὸ λεῖπον αὐτῶν χρὴ προσθεῖναι. τὰ γὰρ μετὰ κρίσιν ὑπολειπόμενα ὑποστροφὰς ποιεῖ, τίς οὖν ἐστιν ἡ τελεία καὶ ἀνελλιπὴς κρίσις, ἢ δῆλον ὅτι καθ’ ἣν πάντα καλῶς γίγνεται καὶ μηδὲ εἶς ἀριθμὸς ἐλλείπεται τῶν κριτικῶν; πρῶτον μὲν γὰρ ἀμείνων ἡ κατὰ κένωσιν τῆς κατ’ ἀπόστημα, εἶτα ἡ κατὰ τὸν λυποῦντα καὶ πλεονάζοντα χυμὸν τῆς ἄλλον τινὰ κενούσης, καὶ τρίτον ἡ κατ’ ἴξιν τῆς μή. κατ’ ἴξιν δὲ αὐτὸς ὀνομάζει τὸ κατ’ εὐθυωρίαν. ἐπὶ ταύταις ἡ μετ’ εὐφορίας, εἶθ’ ἡ μετὰ πέψεως ἐν ἡμέρᾳ κρισίμῳ. ταῦτα γὰρ πάντα χρὴ παρεῖναι
439
τῇ τελείᾳ κρίσει. ἀπόντος δ’ αὐτῶν τινος ἢ καὶ πλειόνων, οὐκ ἀκριβὴς οὐδ’ ἀπηρτισμένη κρίσις ἂν εἴη.