In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή. τὸ προστιθέναι 
380
γὰρ βλάπτει. καὶ ὁκόσα κατὰ περιόδους παροξύνεται, ἐν τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή.

Τὸ μὲν τῆς ὅλης διαίτης εἶδος ἐν ἑκάστῳ τῶν νοσημάτων ἀπὸ δυοῖν σκοποῖν ἐκέλευσεν ἡμᾶς λαμβάνειν, ἔκ τε τῆς μελλούσης τοῦ ὅλου νοσήματος ἀκμῆς καὶ τῆς τοῦ κάμνοντος δυνάμεως. ὡς δ’ ἄν τις καὶ τὰς κατὰ μέρος προσφορὰς ποιοῖτο προσηκόντως ἐν τῷδε λόγῳ διδάσκει, τοὺς παροξυσμοὺς ἀξιῶν φυλάττεσθαι. σαφέστερον δὲ αὐτὸς ἐν τῷ περὶ διαίτης ὀξέων εἶπεν, ὡς ἂν μήτ’ ὄντων ἤδη μήτε ὅσον οὔπω μελλόντων ἔσεσθαι τῶν παροξυσμῶν διδῶμεν τροφὰς, ἀλλὰ δηλονότι δεῖ διδόναι παρακμαζόντων τε καὶ παυομένων.

Τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι καὶ αἱ ὧραι τοῦ ἔτεος καὶ αἱ τῶν περιόδων
381
πρὸς ἀλλήλας ἀνταποδόσιες ἤν τε καθ’ ἡμέρην ἤν τε παρ’ ἡμέρην ἤν τε καὶ διὰ πλείονος χρόνου γίγνωνται. ἀτὰρ καὶ τοῖσιν ἐπιφαινομένοισιν, οἷον ἐν πλευριτικοῖσι πτύελον, ἢν αὐτίκα ἐπιφαίνηται ἀρχομένου, βραχὺν, ἢν δ’ ὕστερον ἐπιφαίνηται, μηκύνει· καὶ οὖρα καὶ ὑποχωρήματα καὶ ἱδρῶτες καὶ δύσκριτα καὶ εὔκριτα καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῖ.

Εἰ τῶν ἔμπροσθεν εἰρημένων αὐτῷ περὶ διαίτης ἀναμνησθείημεν, ἐναργεστέρα ἡμῖν ἡ χρεία φανεῖται νῦν τῶν λεγομένων. τὰ δὲ προειρημένα ταῦτά ἐστιν. τὸ μὲν τῆς ὅλης διαίτης σχῆμα πρὸς δύο σκοποὺς ἀποβλέπων ἐποιεῖτο, τήν τε δύναμιν τοῦ κάμνοντος καὶ τὴν κατάστασιν τοῦ νοσήματος. τὸ γὰρ εἴτε κάτοξυ εἴτε ὀξὺ εἴτε χρόνιον ἔσοιτο τὸ νόσημα καὶ ὁπηνίκα μάλιστα τὴν ἀκμὴν ἀπολήψοιτο, τὴν κατάστασίν ἐστι τοῦ νοσήματος σκοπεῖν. τὰς δὲ κατὰ μέρος προσφαρὰς τῶν σιτίων τοῖς κατὰ μέρος παροξυσμοῖς

382
ἐτεκμαίρετο. τριῶν οὖν ὄντων σκοπῶν εἰς τὸ τελέως καὶ ἀνελλιπῶς διαιτᾷν, πρώτου μὲν τῆς δυνάμεως τοῦ κάμνοντος, δευτέρου δὲ τῆς καταστάσεως τοῦ νοσήματος, ἐπ’ αὐτοῖς δὲ τρίτου τῶν κατὰ μέρος παροξυσμῶν, τὴν μὲν δύναμιν οἷόν τέ ἐστιν εὐθὺς εἰσελθόντα διαγινώσκειν, ἀπὸ τῶν σφυγμῶν δηλονότι καὶ τῶν ἄλλων, ἅπερ αὐτὸς ἐν τῷ προγνωστικῷ διῆλθεν. ὅθεν οὐδὲ ἀδύνατον ἔφησέ τις εἶναι διαγνῶναι μέγεθος δυνάμεως. ἀλλ’ εἰ καὶ μὴ δυνατὸν ἀκριβῶς αὐτῆς ἐξευρεῖν τὸ ποσὸν, τῷ τεχνικῷ γοῦν στοχασμῷ πλησίον ἀφικνεῖσθαι συγχωροῦσιν ἅπαντες. τὴν δὲ τοῦ νοσήματος κατάστασιν ὁποία τις ἔσται καὶ τοὺς κατὰ μέρος παροξυσμοὺς πολλοῖς τῶν ἰατρῶν ἀδύνατον ἔδοξε διαγνῶναι, οὐ μὴν Ἱπποκράτει γε. ἀλλὰ κᾀνταῦθα καθάπερ ἐπὶ τῶν ἄλλων, πολλάκις μὲν ἀκριβῶς καὶ ὡς ἂν εἴπῃ τις ἐπιστημονικῶς, πολλάκις δὲ στοχαστικῶς μὲν, ἀλλ’ οὐκ ἀτέχνως, οὐδὲ πόῤῥῳ τῆς ἀληθείας, ἀλλ’ ἐγγὺς καὶ πλησίον ἀφιξόμεθα, τήν τε μέλλουσαν ἀκμὴν προγινώσκοντες καὶ τὰς ἀνταποδόσεις τῶν παροξυσμῶν. ἐπὶ πλέον μὲν
383
οὖν αὐτὰ διά τε τοῦ προγνωστικοῦ καὶ διὰ τῶν ἐπιδημιῶν ἐκδιδάσκει καὶ ἡμεῖς κατὰ τὴν γνώμην τοῦ παλαιοῦ μετὰ τῆς προσηκούσης ἐξηγήσεως τὰς ῥήσεις αὐτοῦ παρεθέμεθα κατὰ τὸ πρῶτον περὶ κρίσεων, δεικνύντες ὅπως ἄν τις μάλιστα δύναιτο προγινώσκειν τὴν μέλλουσαν ἀκμήν. νυνὶ δὲ διὰ κεφαλαίων αὐτοῦ τῷ Ἱπποκράτει λέλεκται τὸ πᾶν, ἡμεῖς τε καθόσον οἷόν τε διὰ συντόμων αὐτὰ σαφηνιοῦμεν. οἷς δὲ φροντὶς ἐπιμελῶς ἐκμαθεῖν ἅπασαν τὴν περὶ ταῦτα μάθησιν, ἐπὶ τὸ περὶ κρίσεων ὑφ’ ἡμῶν γεγραμμένον πορευέσθωσαν. αὗταί τε αἱ νόσοι καὶ τὰς τῶν παροξυσμῶν ἀναλογίας δηλώσουσι καὶ τὰς ἑαυτῶν δὲ καταστάσεις οὐδὲν ἧττον. οἷον ἐν μὲν τοῖς διαλείπουσιν, ὅτι ὁ μὲν τριταῖος ταχυκρίσιμος, ὁ δ’ ἀμφημερινὸς ὅτι χρόνιος, ὁ δὲ τεταρταῖος ἔτι καὶ τοῦδε χρονιώτερος. ἐν δὲ τοῖς συνεχέσιν οἱ μὲν καυσώδεις ὀξεῖς, οἱ δὲ τυφώδεις χρονιώτεροι, μέσοι δ’ ἀμφοῖν οἱ ἡμιτριταῖοι. ὡς δ’ ἄν τις καὶ τούτους ἅπαντας τοὺς πυρετοὺς εὐθὺς εἰσβάλλοντας γνωρίζοι, διὰ τοῦ δευτέρου τῶν περὶ κρίσεων ἐπὶ πλεῖστον εἴρηται. οὐκοῦν χρὴ
384
μεταφέρειν εἰς τόνδε τὸν λόγον, ὅσα καλῶς ἐν ἄλλοις φθάνει ἤδη λελέχθαι, οὐδὲ πολλάκις ἐν πολλαῖς περὶ τῶν αὐτῶν πειρᾶσθαι λέγειν, ἀλλ’ ἀναμνῆσαι χρὴ μόνον, ὡς εἴπερ οἷόν τ’ ἐστὶν ἐν ἀρχῇ γνωρίσαι τριταῖον εἰσβάλλοντα εὐθὺς πυρετὸν, ἔστι λαβεῖν ἀπ’ αὐτοῦ ὅτι τε ταχυκρίσιμος ὅτι τε διὰ τρίτης οἱ παροξυσμοὶ, καὶ τοῦτ’ ἔστι τὸ λεγόμενον ὑφ’ Ἱπποκράτους· τοὺς δὲ παροξυσμοὺς καὶ τὰς καταστάσιας δηλώσουσιν αἱ νοῦσοι. τεταρταίων γοῦν πυρετῶν ἀρχὰς εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἡμεῖς γνωρίσαντες πολλάκις οὐδὲν ἔτι τῆς ἀνταποδόσεως δεηθέντες ἐξ ἀρχῆς κατεστησάμεθα τὸ τῆς διαίτης εἶδος, ὡς πρὸς νόσημα μετὰ πάμπολυν χρόνον ἤρχετο μέλλον λαβεῖν τὴν ἀκμήν. οὕτω δὲ καὶ ἀμφημερινῶν καὶ τριταίων ἑκατέρων κατὰ τὴν οἰκείαν προθεσμίαν τῆς ἐσομένης ἀκμῆς. ὥσπερ δὲ ἐπὶ τῶν πυρετῶν, οὕτω καὶ ἐπὶ τῶν ἄλλων νοσημάτων. πλευρῖτις μὲν γὰρ καὶ περιπνευμονία καὶ φρενῖτις ὀξέα νοσήματα. συνάγχη δὲ καὶ κυνάγχη καὶ χολέρα καὶ τέτανος κατόξεα. 
385
ὕδερος δὲ καὶ μελαγχολία καὶ ἐμπύημα καὶ φθόη χρόνια. καὶ οἱ παροξυσμοὶ δὲ πλευρίτιδι μὲν καὶ φρενίτιδι διὰ τρίτης ὡς τὰ πολλὰ, τοῖς δὲ κατὰ γαστέρα καὶ καθ’ ἧπαρ ἐμπυήμασί τε καὶ φθίσεσι καθ’ ἑκάστην ἡμέραν καὶ μᾶλλον εἰς νύκτα. τοῖς δ’ ἀπὸ σπληνὸς καὶ ὅλως μελαγχολικοῖς διὰ τετάρτης. τὸ δὲ καὶ ὧραι τοῦ ἔτεος ἐφεξῆς εἰρημένων αὐτῷ πρὸς τὰ εἰρημένα τὴν ἀναφορὰν ἔχει. καὶ γὰρ τὴν κατάστασιν τοῦ νοσήματος καὶ τοὺς παροξυσμοὺς αἱ ὧραι τοῦ ἔτεος ἅμα τῷ νοσήματι δύνανται δηλοῦν. οὐ γὰρ ἱκανὸν ὅτι τεταρταῖος εἰσέβαλλε κατὰ τήνδε τὴν ἡμέραν ἐπίστασθαι μόνον, ὡς ἐξ ἀρχῆς προγνῶναι τὸ σχῆμα τῆς διαίτης, ὡς πρὸς χρόνιον νόσημα καταστήσασθαι, ἀλλὰ καὶ εἴτε χειμῶνος, εἴτε ἔαρος, εἴτε θέρους, εἴτε φθινοπώρου συνέβη τὴν ἀρχὴν ταύτην γενέσθαι, προσεπισκοπεῖσθαι χρὴ γινώσκοντας ὅτι οἱ μὲν θερινοὶ τεταρταῖοι, ὡς τὰ πολλὰ γίνονται βραχέες, οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μᾶλλον οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες. ταῦτα γὰρ ἐν τοῖς ἑξῆς αὐτὸς ἡμᾶς διδάξει, καὶ μὲν δὴ καὶ ὁ τριταῖος
386
πυρετὸς, ἔστι μὲν καὶ ἄλλως ταχυκρίσιμος, ἀλλ’ ἐν θέρει πολὺ μᾶλλον ἤπερ ἐν τῷ χειμῶνι. καὶ τῶν ἄλλων δὴ ἑκάστων νοσημάτων τάχος μὲν τὸ θέρος, βραδυτῆτα δὲ ὁ χειμὼν προστίθησιν. ἀλλὰ καὶ οἱ παροξυσμοὶ διὰ τρίτης μὲν τοὐπίπαν ἐν θέρει, διὰ τετάρτης δ’ ἐν φθινοπώρῳ, καθ’ ἑκάστην δ’ ἡμέραν ἢ νύκτα χειμῶνος. ὡς δ’ ἐπὶ τῶν ὡρῶν, οὕτω καὶ ἐπὶ τῶν κράσεων ἀνάλογον ἔχει, περὶ ὧν καὶ αὐτὸς ὁ Ἱπποκράτης διεξῆλθε πολλάκις, οὐ μὴν ἐνταῦθά γε εἶπεν ἐπιτρέψας ἡμῖν, ἐξ ἑνὸς ἀναμνησθῆναι περὶ τῶν ἄλλων. ἃ γὰρ ἡ θερινὴ ὥρα, ταῦτα καὶ ἡ κρᾶσις τοῦ νοσοῦντος, εἰ φύσει θερμοτέρα καὶ ξηροτέρα ᾖ καὶ ἡλικία εἰ ἀκμάζουσα καὶ τὸ χωρίον, εἰ θερμὸν καὶ ξηρὸν συνενδείξεται καὶ τὰ ἐπιτηδεύματα δηλονότι καὶ τὰ ἔθη τὰ ὁμοίων ἔχοντα καὶ ἡ παροῦσα κατάστασις τοῦ περιέχοντος ἡμᾶς ἀέρος, ὑπὲρ ὧν ἑξῆς διδάξει. οὕτως δὲ καὶ ὅσα περὶ φθινοπωρινῆς ὥρας εἴς τε κατάστασιν νοσήματος καὶ εἰς ἀνταπόδοσιν παροξυσμῶν ἐλαμβάνετο, ταῦτα καὶ περὶ τῆς τοῦ
387
κάμνοντος ἡλικίας καὶ φύσεως ἐπιτηδευμάτων τε καὶ ἐθῶν καὶ τῆς χώρας, ἐν ᾗ νοσεῖ, καὶ τῆς τοῦ περιέχοντος ἐπιδημούσης κράσεως οἷόν τέ ἐστι λαβεῖν. ἐκ μὲν δὴ τούτων εὔδηλον ὅτι τήν τε κατάστασιν τοῦ νοσήματος καὶ τοὺς παροξυσμοὺς γνωσόμεθα, τὴν μὲν κατάστασιν, εἰ κάτοξυ εἴη τὸ νόσημα ἢ χρόνιον, ὅπερ καὶ εἰς τὴν τῆς ἀκμῆς πρόγνωσιν ἀναγκαῖόν ἐστι, τοὺς δὲ παροξυσμοὺς, εἰ διὰ τρίτης ἢ διὰ τετάρτης ἢ καθ’ ἑκάστην ἡμέραν ἤ τινι τῆς ἡμέρας ἢ τῆς νυκτὸς εἰσβάλλουσιν ὥρᾳ. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον ἐφεξῆς ἴδωμεν, εἰ τῶν αὐτῶν τούτων ὧν εἰρήκαμεν ἐπίδειξιν ποιεῖται. λέγει μὲν γὰρ ὁ Ἱπποκράτης οὕτω. καὶ αἱ τῶν περιόδων πρὸς ἀλλήλας ἐπιδόσιες, ἤν τε καθ’ ἡμέρην ἤν τε παρ’ ἡμέρην, ἤν τε καὶ διὰ πλείονος χρόνου γίγνωνται. εὔδηλον δ’ ὅτι ἐπιδόσεις τῶν περιόδων τὰς αὐξήσεις λέγει τῶν κατ’ αὐτὰς παροξυσμῶν, αἵτινες ὅτι τόν τε χρόνον τῆς αὐξήσεως τοῦ νοσήματος ἐπιδείκνυνται καὶ τὴν προθεσμίαν τῆς μελλούσης ἀκμῆς. ἐνθάδε ἂν μάλιστα μάθοις, ἐπίδοσις δευτέρου
388
παροξυσμοῦ πρὸς τὸν πρότερον ἐν τρισὶ τούτοις ὁρᾶται, τῇ ὥρᾳ τῇ παροξυντικῇ, τῷ μήκει τοῦ παροξυσμοῦ καὶ τῷ μεγέθει. διοίσει δ’ οὐδὲν, οὐδ’ εἰ σφοδρότητα λέγοις. ἄμφω γὰρ συνήθη τοῖς ἰατροῖς ἐστι τὰ ὀνόματα καὶ κατὰ τοῦ αὐτοῦ πράγματος ἐπιφέρουσιν αὐτὰ πολλάκις, ἐνίοτε μὲν μείζονα φάσκοντες τὸν πυρετὸν γεγονέναι τοῦ πρόσθεν, ἐνίοτε δὲ σφοδρότερον. ἐνδέχεται δὲ τὸν σφοδρότερον τοῦτον πυρετὸν ἤτοι τὰς ἴσας τῷ πρόσθεν ὥρας κατασχεῖν ἢ ἐλάσσους ἢ πλείους, ὅπερ οὐ μέγεθος ἢ σφοδρότης, ἀλλὰ μῆκος ἔσται παροξυσμοῦ. παροξυσμὸν δὲ ἀκούειν σε χρὴ νῦν τὸ χεῖρον μόριον τῆς ὅλης περιόδου τὸ ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἀκμῆς, ὥσπερ γε τὸ ὑπόλοιπον τὸ τῆς παρακμῆς ἄμεινον. ἐπειδὰν οὖν ὁ παροξυσμὸς εἴτε διὰ τρίτης ἢ διὰ τετάρτης, εἴτε καθ’ ἑκάστην ἡμέραν γινόμενος προλαμβάνῃ τὴν ἀναλογίαν καὶ προλαβὼν ἐπὶ πλείονα χρόνον ἐκταθῇ, μετὰ τοῦ καὶ σφοδρότερον γενέσθαι, σαφὴς μὲν ἡ αὔξησις τοῦ νοσήματος, εἰς ὁπόσον δὲ αὔξεται τὸ
389
καθ’ ἕκαστον τῶν εἰρημένων ἐνδείξεται. ὁ μὲν γὰρ πλείονά τε χρόνον προλαμβάνων καὶ πλείονα παροξύνων καὶ πολλῷ σφοδρότερον ἀξιόλογον μὲν ἐνδείξεται τὴν αὔξησιν, ταχεῖάν τε τοῦ νοσήματος τὴν κίνησιν, ἐγγὺς δὲ τὴν ἀκμήν. οὐ γὰρ ἐνδέχεται μεγάλας προσθήκας λαμβανόντων τῶν παροξυσμῶν μὴ οὐχ ὑπόγυον ἔσεσθαι τὴν ἀκμὴν, ὁ δ’ ἐναντίος παροξυσμὸς ὁ μικρὰς δηλονότι τὰς προσθήκας ποιούμενος ἑκάστου τῶν εἰρημένων, ὅσον ἐπὶ τούτῳ τὴν ἀκμὴν ἐπιδείξεται ποῤῥωτέραν γενήσεσθαι. τοῦτο οὖν αὐτὸ διὰ τῆς τῶν περιόδων ἐπιδόσεως μαθησόμεθα τοῦ στοχάσασθαι μετὰ πόσον ἔσται χρόνον ἡ ἀκμὴ τοῦ νοσήματος, ἔτι τε τὴν ἀκριβῆ προθεσμίαν τῆς εἰσβολῆς τοῦ παροξυσμοῦ. χρήσιμον δὲ τὸ μὲν πρότερον εἰς τὸ καταστήσασθαι τὴν ἰδέαν τῆς καθόλου διαίτης, τὸ δὲ δεύτερον εἰς τοὺς κατὰ μέρος καιροὺς τῶν τροφῶν, ὧν ἐξ ἀρχῆς αὐτῷ προὔκειτο διδάξαι τοὺς σκοπούς. ὅτι δὲ περίοδον καλεῖ τὴν ἐπὶ τὸ αὐτὸ ὁμοίαν ἐπάνοδον εὔδηλον δή που παντί. ἀλλὰ καὶ τοῖσιν 
390
ἐπιφαινομένοισίν φησι τεκμαίρεσθαι χρῆναι, περί τε τοῦ παροξυσμοῦ καὶ τῆς καταστάσεως ὅλου τοῦ νοσήματος. εἴτε δὲ συμπτώματα καλεῖν εἴτε σημεῖα βούλοιτο ταῦτα τὰ ἐπιφαινόμενα διήνεγκεν οὐδέν. ἀλλ’ ἐκεῖνο γινώσκειν ὑπὲρ ἁπάντων τῶν συμπτωμάτων τε καὶ σημείων ἄμεινον ὡς τὰ μὲν αὐτῶν ἐστι παθογνωμονικὰ, τὰ δὲ συνεδρεύοντα, τὰ δὲ κρίσιμα, τὰ δὲ πέψεως, ἔνια δὲ ἀπεψίας, καὶ τὰ μὲν σωτηρίας, ἄλλα δὲ ὀλέθρου δηλωτικά. τὰ μὲν οὖν παθογνωμονικὰ συνεισβάλλει τῷ νοσήματι, τὰ δὲ συνεδρεύοντα ποτὲ μὲν συνεισβάλλει, ποτὲ δ’ ἐπιγίνεται, ποτὲ οὐδ’ ὅλως γίνεται· οὐ γὰρ ἀχώριστά ἐστι τοῦ νοσήματος, οὐδὲ τὴν οὐσίαν αὐτοῦ συνίστησιν, ἀλλὰ τὰς οἰκείας ἐργάζεται διαφοράς. τὰ δὲ ὑφ’ Ἱπποκράτους ὀνομαζόμενα κρίσιμα συμπτώματα τῇ μὲν ἀκριβῶς πρώτῃ τῶν νοσημάτων ἀρχῇ συνεισβάλλειν οὐ πέφυκε, ταῖς δ’ ἄλλαις δύο πέφυκε, περὶ ὧν ὀλίγον ὕστερον ἐρῶ. πολλάκις δὲ οὐδ’ ἐν ταύταις, ἀλλ’ ἐν ταῖς ἀναβάσεσιν ἢ ἀκμαῖς τῶν νοσημάτων ἐπιφαίνεται.
391
τὰ δὲ τῆς πέψεως σημεῖα συνεισβάλλει μὲν οὐδὲ ταῦτα οὐδέποτε τῇ πρώτῃ τοῦ νοσήματος ἀρχῇ, περιορίζει δὲ τὴν ὡς μέρος ἀρχὴν ὅλης τῆς νόσου. τὰ δὲ τῆς ἀπεψίας συνεισβάλλει μὲν τῇ πρώτῃ τοῦ νοσήματος ἀρχῇ καὶ μετὰ ταῦθ’ ὕστερόν ἐστιν ὅτε γίνεται, καθάπερ γε καὶ τὰ τοῦ θανάτου. καὶ γὰρ καὶ τούτων ἡ γένεσις ἐξ ὑστέρου τῆς τοῦ νοσήματος ἀρχῆς. νοσήματος δὲ ἀρχὴν, ὡς ἐδιδάξαμεν ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασι, τήν τε πρώτην εἰσβολὴν ἀπλάτη προσαγορεύομεν καὶ τὴν ὡς μέρος ὅλου τοῦ νοσήματος ὅταν εἰς ἀρχὴν, ἀνάβασίν τε καὶ ἀκμὴν καὶ παρακμὴν τέμνηται καὶ τὴν ἄχρι τῆς τρίτης ἡμέρας ἐκτεινομένην. ἐδιδάξαμεν δὲ καὶ τὰς τῶν εἰρημένων ἁπάντων συμπτωμάτων δυνάμεις ἐν ἐκείνῃ τῇ πραγματείᾳ, μετὰ τοῦ καὶ τὰς ἀναγκαίας εἰς τοῦτο τῶν Ἱπποκράτους ἐξηγήσασθαι ῥήσεων, ἀλλὰ καὶ νῦν ὡς ἐν ἐπιτομῇ λεχθήσεται καὶ περὶ αὐτῶν. ὅστις δ’ ἂν ἐθέλῃ περὶ ταῦτα τὴν ὅλην τέχνην Ἱπποκράτους ἐκμαθεῖν, ἐπ’ ἐκείνην ἀφικνείσθω τὴν πραγματείαν. τοῖς οὖν ἐπιφαινομένοις τεκμαίρεσθαι συμβουλεύει περὶ τῆς
392
ὅλης καταστάσεως τοῦ νοσήματος, εἴτ’ ἐξ αὐτῶν ἓν νόσημά τι προχειρισάμενος, φησὶν, οἷον ἐν πλευριτικοῖσιν πτύελον αὐτίκα ἢν ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δ’ ὕστερον ἐπιφαίνηται, μηκύνει. μάθοις δ’ ἂν ὃ διδάσκει σαφῶς, εἴ σοι παραγράψαιμι τὰ ἐκ τοῦ τρίτου τῶν ἐπιδημίων ἐπὶ Ἀναξίωνος εἰρημένα τοῦ πλευριτικοῦ, καὶ τοῦτον δὲ αὐτὸν ἐξηγησάμην τὸν ἄῤῥωστον ἐν τῷ πρώτῳ περὶ κρίσεων. ἔχει δὲ Ἱπποκράτους ἡ ῥῆσις ὧδε· ἐν Ἀβδήροισιν Ἀναξίωνα ὃς κατέκειτο περὶ τὰς θρηικίας πύλας, πυρετὸς ὀξὺς ἔλαβε, πλευροῦ δεξιοῦ ὀδύνη συνεχὴς, βὴξ ξηρὰ οὐδ’ ἔπτυε τὰς πρώτας ἡμέρας, διψώδης, ἄγρυπνος, οὖρα δὲ εὔχροα πολλὰ λεπτά. ἕκτῃ παράληρος· εἰς δὲ τὰ θερμάσματα οὐδὲν ἐνεδίδου. ἑβδόμῃ ἐπιπόνως, ὅ τε γὰρ πυρετὸς ἐπέτεινεν, οἵ τε πόνοι οὐ ξυνεδίδοσαν, αἵ τε βῆχες ἠνώχλεον, δύσπνοός τε ἦν. ὀγδόῃ ἀγκῶνα ἔταμον, ἔῤῥυε πολὺ οἷον ἔδει, ξυνέδωκαν οἱ πόνοι, αἱ μέντοι βῆχες ξηραὶ παρείποντο. ἑνδεκάτῃ ξυνέδωκαν οἱ πυρετοὶ, σμικρὰ
393
περὶ κεφαλὴν ἵδρωσεν. αἱ βῆχες καὶ τὰ ἀπὸ πνεύμονος ὑγρά. ἑπτακαιδεκάτῃ ἤρξατο σμικρὰ πέπονα πτύειν. εἰκοστῇ ἵδρωσεν, ἀπύρετος ἐγένετο. μετὰ δὲ κρίσιν ἐκουφίσθη. διψώδης τε ἦν καὶ τῶν ἀπὸ πνεύμονος οὐ χρησταὶ αἱ καθάρσιες. εἰκοστῇ καὶ ἑβδόμῃ ὁ πυρετὸς ὑπέστρεψεν, ἔβησσεν, ἀνῆγε πέπονα πολλά. οὔροις δ’ ὑπόστασις πολλὴ λευκὴ, ἄδιψος ἐγένετο, εὔπνους ὑπνοῖ. τριακοστῇ τε τετάρτῃ ἵδρωσε δι’ ὅλου, ἀπύρετος ἐκρίθη πάντῃ. οὗτος οὖν ὁ Ἀναξίων ἐξ ἀρχῆς μὲν ἦν πλευριτικὸς, οὐ μὴν ἐξ ἀρχῆς ἀπέπτυεν, ἀλλὰ καὶ κατὰ τὴν ὀγδόην ἡμέραν ἔτι αἱ βῆχες αὐτῷ ξηραὶ παρείποντο, ὥς φησιν Ἱπποκράτης. ὅθεν εἰκότως καὶ ἡ τοῦ νοσήματος ὅλου λύσις εἰς τὴν λδ΄ ἐξετάθη, καίτοι τῶν γε πλευριτικῶν ὡς τὰ πολλὰ τὴν ιδ΄ ὅρον ἐχόντων τῆς κρίσεως, εἰ δὲ καὶ μὴ ταύτην, ἀλλὰ πάντως γε τὴν εἰκοστήν. εἰ δὲ πρὸ τῆς γ΄ ἡμέρας ἔπτυσεν, ἤτοι περὶ τὴν ζ΄ ἢ τὸν θ΄ ἢ πάντως γε τὴν ια΄ ἐκρίθη, κἂν εἰ κατ’ αὐτήν γε τὴν τρίτην ἤρξατο πτύειν, οὐκ ἂν ἐξωτέρω τῆς ιδ΄ προὔβη. συμβαίνει
394
γὰρ ἐπὶ τῶν φλεγμονῶν ἁπασῶν, ὅσαι μὴ καλύπτονται σκεπάσματι πυκνῷ, καθάπερ αἱ κατὰ τὸ ἐκτὸς δέρμα, διϊδροῦσθαί τινας ἰχῶρας, ἐν ἀρχῇ μὲν λεπτοὺς, ἐς ὕστερον δὲ, εἰ πέττοιντο καὶ πρὸς τὸ βέλτιον ἔρχοιντο, παχυτέρους· καὶ τούτων αὐτῶν τῶν παχυτέρων τοὺς μὲν ἧττον, τοὺς δὲ μᾶλλον πεπέφθαι. ταῦτα κᾀπὶ τῶν κατὰ τὸ στόμα φλεγμονῶν ἁπασῶν ἔστι θεάσασθαι κᾀπὶ τῶν ὀφθαλμῶν. οὐχ ἥκιστα δὲ καὶ καθ’ ἓν ὁτιοῦν ἄλλο μόριον, ὅταν ἅμα τοῦ δέρματος ὅλου διαιρέσει, φλεγμαίνει τι τῶν ἔνδον. καὶ γὰρ ἐκ τῶν τοιούτων ἑλκῶν ἰχῶρες ἀποῤῥέουσιν οἵους εἶπον. ὅταν οὖν ποτε φλεγμονή τις ᾖ μετὰ τοσαύτης στεγνώσεως, ὡς μηδὲν ἔξω ἀποχεῖν, ἀνάγκη δύσπεπτόν τε καὶ χρονίαν γενέσθαι ἐκείνην. κατὰ τοῦτον οὖν τὸν λόγον κἀν ταῖς πλευρίτισιν, ἐπειδὴ καὶ τοῦτο τὸ νόσημα φλεγμονή τις ὑπάρχει τῷ γένει, προσέχειν δεῖ τοῖς τῆς πέψεως σημείοις. ἀπεπτοτάτη μὲν γὰρ ἐφ’ ἧς ὅλως οὐδὲν πτύεται δευτέραν δ’ ἔχει τάξιν ἐφ’ ἧς ἰχῶρες λεπτοὶ, τρίτην δ’ ἐφ’ ἧς παχύτεροι 
395
καὶ τετάρτην ἐφ’ ἧς εἰς τέλος ἐπέφθησαν. ἀλλ’ οὗτοι μὲν εἰ περὶ τρίτην ἢ δ’ ἡμέραν ἐπιφανεῖεν, οὐκ ἐγχωρεῖ τῆς ἑβδόμης ἐξωτέρω προβῆναι τὸ νόσημα. τῶν δ’ ἄλλων ἕκαστον κατὰ τὸ τῆς πέψεως μέτρον ἀναγκαῖον ἀκολουθῆσαι τὸν χρόνον. ὥσπερ οὖν τελείας ἐστὶ γνώρισμα τὸ πτύελον πέψεως, ὅταν ᾖ λευκόν τε καὶ λεῖον καὶ ὁμαλὸν, τῇ τε συστάσει μήθ’ ὑπέρυγρον μήθ’ ὑπέρπαχυ, κατὰ τὸν αὐτὸν τρόπον ἀπεψίαν ἐνδείκνυται παντελῆ τὸ μηδ’ ὅλως πτυόμενον. εἰ δὲ πτύοιτο μὲν, ἀλλὰ καὶ λεπτὸν εἴη ἔτι, πέψεως ἀμυδρᾶς ἐστι σημεῖον. εἰ δὲ ἄκρατον εἴη ἢ ξανθὸν ἢ πυῤῥον, οὐκ ἀγαθόν. εἰ δὲ καὶ πελιδνὸν ἢ ἰῶδες ἢ μέλαν, ὀλεθριώτατον. διῃρημένων οὖν ἡμῖν τῶν τε τῆς πέψεως καὶ τῆς ἀπεψίας σημείων, ἔτι τε τρίτον ἐπ’ αὐτοῖς τῶν ὀλεθρίων, ἰστέον ὅτι τὰ μὲν τῆς πέψεως σημεῖα διὰ παντός ἐστιν ἀγαθὰ, λύσιν τοῦ νοσήματος ἐνδεικνύμενα ταχεῖαν, ὥσπερ γε καὶ τὸ τῶν ὀλεθρίων σημείων γένος, ὡς ἐν τάχει τὴν ἀπώλειαν ἔσεσθαι τοῦ κάμνοντος προδηλοῖ.
396
τὰ δὲ τῆς ἀπεψίας σημεῖα χρόνιον μὲν ἐξ ἀνάγκης προσημαίνει τὸ νόσημα, τεθνήξεσθαι δὲ ἢ σωθήσεσθαι τὸν ἄνθρωπον, ὅσον μὲν ἐφ’ ἑαυτοῖς, οὐ δηλοῖ. προλογιζομένῳ δέ σοι τὴν ῥώμην τῆς δυνάμεως καὶ ταῦθ’ ὑπάρχει προγινώσκειν. ἄλλο δὲ γένος ἔστι σημείων, τῶν κρισίμων ὑπ’ αὐτοῦ προσαγορευομένων. ἰδρῶτες δ’ ἐστὶ ταῦτα, αἱμοῤῥαγίαι τε καὶ ῥῖγος καὶ γαστὴρ καταῤῥήξασα πολλὰ καί τις ἔμετος τοιοῦτος καὶ ἄλγημα κεφαλῆς ἐξαιφνίδιον ἢ δύσπνοια παράλογός τε καὶ σφοδρὰ ἢ καρδιωγμὸς ἤ τις ὑποχονδρίου σύντασις ἀνώδυνος, ἀγρυπνία τε σφοδρὰ καὶ παραφροσύνη καὶ νὺξ ἀλόγως δύσφορος καὶ παροξυσμὸς προληπτικὸς, ἀλλὰ καὶ δάκρυον ἀκούσιον ἐν ἀπαθέσιν ὀφθαλμοῖς ἄνευ λύπης, ἔρευθός τε καὶ τὸ κάτω χεῖλος σειόμενον, ἐνηλιωμένα καὶ σκοτεινὰ, ὀρφνώδη τε προφαινόμενα τῶν ὀφθαλμῶν ἢ μαρμαρυγαί τινες ἢ μῆλον ἢ ῥὶς ἐξαίφνης ἐρυθρὰ γενόμενα καὶ παρωτίδες ἢ ὅλως ἀποστήματος εἰς ἄρθρον τινὸς γένεσις, ταῦτά τε οὖν σύμπαντα καὶ πρὸς τούτοις ἄλλα πολλὰ τοιαῦτα,
397
κατὰ μὲν τὴν αὐτῶν ἰδίαν οὐσίαν ὀνομαζόμενα συμπτώματα, καθότι δὲ μεταβολὴν ὀξύῤῥοπον δηλοῖ, κρίσιμα σημεῖα προσαγορευόμενα, διττὴν παρέξει σοι τὴν πρόγνωσιν. εἰ μὲν ἐπὶ πεπεμμένῳ τῷ νοσήματι γίγνοιτο, σωτηρίαν ὑπόγυον, εἰ δὲ ἐπὶ ἀπέπτῳ, κρίσιν οὐκ ἀγαθὴν, ἤτοι γε εἰς ὄλεθρον ἄξουσαν ἢ εἰς χρόνου μῆκος. ὅτι δὲ ἄλλη μέν ἐστιν ἡ φύσις ἡ τῶν κρισίμων τούτων σημείων, ἄλλη δὲ ἡ τῶν τῆς πέψεως, ἐνθένδε μάλιστα μάθοις, ὡς ἐν τῷ πρώτῳ τῶν ἐπιδημίων φησὶν Ἱπποκράτης· πεπασμοὶ ταχύτητα κρίσεως καὶ ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ὠμὰ δὲ καὶ ἄπεπτα καὶ εἰς κακὰς ἀποστάσεις τρεπόμενα, ἀκρισίας ἢ πόνους ἢ χρόνους ἢ θανάτους ἢ τῶν αὐτῶν ὑποστροφάς. οὕτω μὲν ἐπῄνεσε καθόλου τὴν τοῦ νοσήματος πέψιν. ἐν δὲ τῷ προγνωστικῷ κατὰ μέρος ὧδέ πως ἄμα τῷ διδάσκειν αὐτῆς τὰ γνωρίσματα. οὖρον δὲ ἄριστον, ὅταν ᾖ λευκὴ ἡ ὑπόστασις καὶ λείη καὶ ὁμαλὴ παρὰ πάντα τὸν χρόνον, ἔς τ’ ἂν κριθῇ ἡ νοῦσος, σημαίνει τε γὰρ ἀσφάλειαν
398
ὑγιεινὴν καὶ τὸ νόσημα ὀλιγοχρόνιον ἔσεσθαι. οὕτως πάλιν ἐπῄνεσεν οὖρον ἐνδεικνύμενον πέψιν ἐν τῷ φλεβώδει γένει. αὖθις δ’ ἐν τῷ λέγειν· διαχώρημα δὲ ἄριστόν ἐστι τὸ μαλθακόν τε καὶ ξυνεστηκὸς καὶ κατὰ τὴν ὥρην ἥνπερ καὶ ὑγιαίνοντι ὑπεχώρει, τὰ γνωρίσματα τῶν κατὰ γαστέρα πέψεων ἐπαινεῖ τε ἅμα καὶ διδάσκει. οὕτω δὲ καὶ τὴν ἐν τοῖς ἀναπνευστικοῖς πέψιν ἐπαινῶν τε ἅμα καὶ διδάσκων εἶπε. πτύελον δὲ χρὴ ἐπὶ πᾶσι τοῖσιν ἀλγήμασι τοῖς περὶ τὸν πνεύμονά τε καὶ τὰς πλευρὰς, ταχέως τε ἀποπτύεσθαι καὶ εὐπετῶς, συμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς, τῷ πτυέλῳ. τὰ μὲν τῆς πέψεως σημεῖα διὰ παντὸς ἀγαθὰ, τὰ δὲ τῆς κρίσεως οὐκ ἔτι. φησὶν οὖν οὕτως τὰ κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα. καὶ μέντοι κἀν τῷ λέγειν τὰ κρίνοντα ἐπὶ τὸ βέλτιον μὴ αὐτίκα ἐπιφαίνεσθαι, τὴν αὐτὴν ἐνδείκνυται γνώμην. τὰ γὰρ τῆς πέψεως σημεῖα, καθ’ ὃν ἂν ἐπιφαίνεσθαι χρόνον ἀγαθά. διὰ παντὸς γάρ ἐστι τὸ γένος αὐτῶν ὅλον χρηστόν.
399
οὔκουν μάχεται τῷ νῦν εἰρημένῳ τῷ ἐν πλευριτικοῖσι πτύελον αὐτίκα ἢν ἐπιφαίνηται. τὰ μὲν γὰρ κρίσιμά ποτε γίνεται κακὰ, πέψεως δὲ σημεῖον οὐδὲν οὐδέποτε μοχθηρὸν, ἀλλ’ ἀεὶ πάντα χρηστὰ καὶ τοσούτῳ θᾶττον ὑγιασθήσεσθαι δηλοῖ τὸν ἄνθρωπον, ὅσῳπερ ἂν ἐπιφαίνηται θᾶττον. ἀρκεῖ τοσαῦτα πρός γε παρὸν, ὡς ἐν ἐπιτομῇ λελέχθαι. τὴν δ’ ὅλην ὑπὲρ αὐτῶν γνώμην τοῦ παλαιοῦ διὰ τῆς περὶ κρίσεων ἐδήλωσα πραγματείας. ἵνα δέ μοι τέλειος ὁ κατὰ τὴν διαίρεσιν, ὃν ἀρτίως εἶπον, ὑπάρχῃ λόγος ὅπως τῶν εἰρημένων διαφέρει τά τε παθογνωμονικὰ καὶ τὰ συνεδρεύοντα καλούμενα δίειμι, προχειρισάμενος ὡς ἐν παραδείγματι, πάθος ἓν αὐτὸ δὴ τοῦτο πρὸς Ἱπποκράτους ὠνομασμένον. ἐπὶ τοίνυν τῆς πλευρίτιδος ὁ μὲν ὀξὺς πυρετὸς ἅμα τῇ δυσπνοίᾳ καὶ τῇ βηχὶ καὶ τῷ κατὰ τὴν πλευρὰν ἀλγήματι νυγματώδει, παθογνωμονικὰ σημεῖά εἰσι. τὸ δ’ ἤτοι πρὸς ὑποχόνδριον ἢ πρὸς τὴν κλεῖν ἐξήκειν τὴν ὀδύνην, συνεδρεύοντα, καθάπερ γε καὶ τοῦτο ῥᾷον ἐπὶ τοῦ πεπονθότος 
400
ἢ θατέρου κατακλίνεσθαι πλευροῦ. γέγραπται δὲ καὶ Πραξαγόρᾳ τῷ Νικάνδρου, δύο μὲν τῶν συνεδρευόντων βιβλία, τῶν δ’ ἐπιγενομένων ἓν ἕτερον, ὡς εἰ καὶ ἐπιφαινομένων ἐπεγέγραπτο. ταῦτα οὖν τὰ ἐπιφαινόμενα, φησὶν ὁ Ἱπποκράτης, εὔκριτά τε καὶ δύσκριτα καὶ βραχέα καὶ μακρὰ τὰ νοσήματα ἐπιφαινόμενα δηλοῦν. ἐμνημόνευσε δὲ οὐ μόνον πτυέλων, ἀλλὰ καὶ οὔρων καὶ διαχωρημάτων καὶ ἱδρώτων, ἐν παραδείγματι δηλονότι τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων ἀναμιμνήσκων ἡμᾶς, ἃ νῦν ἐνταῦθα μεταφέρειν περιττόν. ἔν τε γὰρ τοῖς περὶ κρίσεων εἴρηται κἀν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν, ἐν οἶς ἔτι καὶ μᾶλλον ὑπὲρ αὐτῶν ἐξηγησάμεθα τὴν γνώμην τοῦ παλαιοῦ.

Γέροντες εὐφορώτατα νηστείην φέρουσι, δεύτερον οἱ καθεστηκότες, ἥκιστα μειράκια πάντων δὲ μάλιστα παιδία. τούτων δὲ αὐτέων, ἅπερ ἂν τύχῃ αὐτὰ ἑωυτῶν προθυμότερα ἐόντα.
401

Καὶ ἡ τῶν ἡλικιῶν διαφορὰ συμβάλλεταί τι πρὸς τὰ διαιτήματα. γέροντες μὲν γὰρ εὐφόρως ἀσιτοῦσι, παῖδες δὲ δυσφόρως. ἔστι δὲ τὸ μὲν εὐφόρως κατά τε τὸ μὴ ὀρέγεσθαι καὶ μὴ βλάπτεσθαι, τὸ δὲ δυσφόρως κατὰ τὰ ἐναντία. καὶ γὰρ ὀρέγονται καὶ βλάπτονται μᾶλλον οἱ παῖδες ἐν ταῖς μακραῖς ἀσιτίαις. αἱ δὲ μεταξὺ ἡλικίαι τῆς τε τῶν παίδων καὶ τῆς τῶν γερόντων ἐφ’ ὅσον ἂν ἐγγυτέρω τῆς ἑτέρας αὐτῶν ἥκωσιν, ἐπὶ τοσοῦτον ἢ μᾶλλον ἢ ἦττον ἀνιῶνται καὶ βλάπτονται κατὰ τὰς μακρὰς ἀσιτίας. τούτου δὲ τοῦ ἀφορισμοῦ τὴν αἰτίαν αὐτὸς ἐν τῷ ἐφεξῆς διδάσκει, οὗ ἡ ἀρχὴ, τὰ αὐξανόμενα σώματα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμὸν, ὥστε κἂν εἰ συνάπτειν τις αὐτὸν βούλοιτο καὶ μετὰ τοῦ γὰρ ἐκφέρειν συνδέσμου, γένοιτ’ ἂν ὁ λόγος εἶς τε ἅμα καὶ σαφὴς, οὕτως ἔχων, γέροντες εὐφορώτατα νηστείην φέρουσι, δεύτερον οἱ καθεστηκότες, ἥκιστα μειράκια καὶ μάλιστα πάντων παιδία. τὰ γὰρ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. καθεστηκότας δὲ λέγει

402
δηλονότι τοὺς τὴν μέσην ἔχοντας ἡλικίαν, ἀκμῆς τε καὶ γήρως, ὡς παύεσθαι μὲν ἤδη τὰ τῆς ἀκμῆς, μηδέπω δὲ μηδεμίαν αἴσθησιν σαφῆ γήρως ἔχειν. οὕτω δὲ καὶ Θουκυδίδης εἶπε τοὺς ἐν τῇ καθεστηκυίᾳ ἡλικίᾳ. μεταξὺ δὲ ταύτης τε καὶ τῆς τῶν μειρακίων ἡλικίας ἑτέρα τίς ἐστιν ὥσπερ καὶ τῇ τάξει μέση τούτων, οὕτω καὶ κατὰ τὴν εὐφορίαν τε καὶ δυσφορίαν, ὡς μήτ’ εὐφόρως ἡμᾶς δύνασθαι φέρειν τὴν ἀσιτίαν, καθάπερ οἱ καθεστηκότες καὶ γέροντες, μήτε δυσφόρως, ὡς τὰ μειράκιά τε καὶ οἱ παῖδες. ἀλλ’ οὐκ ἐμνημόνευσεν αὐτῆς ὁ Ἱπποκράτης, ὡς νοεῖσθαι δυναμένης ἐξ ὧν εἷπεν. ἐν γὰρ τῷ φάναι, τούτων δὲ αὐτέων ἃ ἂν τύχῃ, αὐτὰ ἑωυτῶν προθυμότερα ἐόντα, τὰς φυσικὰς ἐνεφάνισε διαφοράς. ὅσα γὰρ τῶν παιδίων τὸ θερμὸν τὸ ἔμφυτον ἔχει πολὺ, ταῦτα καὶ προθυμότερα τῶν ἄλλων ἐστὶ περὶ τὰς τῶν σιτίων προσφορὰς καὶ κρατεῖν μᾶλλον αὐτῶν δύνανται καὶ μὴ λαμβάνοντα μᾶλλον βλάπτεται. τοιοῦτος μὲν ὁ Ἱπποκράτους λόγος· δεῖται μέντοι καὶ βραχείας τινὸς ἔτι προσθήκης εἰς τὸ τέλειον. ἐπὶ μὲν γὰρ τῶν ἐν ἀρχῇ τῆς γεροντικῆς ἡλικίας ὀρθῶς εἴρηται τὸ γέροντες
403
εὐφορώτατα νηστείην φέρουσιν· ἐπὶ δὲ τῶν ἔσχατον ἡκόντων γῆρας οὐκ ἔτι ὀρθῶς, ὅτι μηδὲ φέρουσιν ἐκεῖνοι τὰς μακρὰς ἀσιτίας. ἢ τοίνυν προσθετέον ἐστὶ τῷ ἀφορισμῷ βραχύ τε καὶ κατὰ τόνδε τὸν τρόπον αὐτὸν λεκτέον, γέροντες εὐφορώτατα νηστείην φέρουσι, πλὴν τῶν ἐσχατογήρων, δεύτερον οἱ καθεστηκότες. ἢ τὴν νηστείην ὄνομα μεταθετέον εἰς ὀλιγοσιτίην, καὶ οὕτως ῥητέον. γέροντες εὐφορώτερον ὀλιγοσιτίην φέρουσιν, δεύτερον οἱ καθεστηκότες. εὑρεθήσονται γὰρ καὶ οἱ ἐν ἐσχάτῳ γήρᾳ, εἰ καὶ μὴ φέροντες τὴν μακρὰν ἀσιτίαν, ὀλιγοσιτίας γοῦν δεόμενοι. παραπλήσιον γάρ τοι πάσχουσι τοῖς ἀποσβεννυμένοις λύχνοις, οἳ καὶ συνεχεστέρας μὲν δέονται χορηγίας, ἀθρόας δὲ ἅμα καὶ πολλῆς οὐ δέονται. καὶ δὴ καὶ προσήκει τοῖς τοιούτοις διδόναι τὸ σύμπαν πλῆθος ὀλίγον, μερίζοντας δὲ καὶ αὐτὸ τοῦτο τὸ ὀλίγον εἰς πλείω μέρη καὶ μὴ μίαν ἀσιτίαν ἐπιφέρειν μακρὰν αὐτοῖς.

404
Τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν· πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δὲ ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο ἄρα ὀλίγων ὑπεκκαυμάτων δέονται, ὑπὸ πολλῶν γὰρ ἀποσβέννυνται. διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖσι γέρουσι οὐχ ὁμοίως ὀξέες, ψυχρὸν γὰρ τὸ σῶμα.

Εἴρηται ἡμῖν κἀν τοῖς περὶ κράσεων ὑπομνήμασιν ἐπὶ πλέον ὅπως οἱ ἀκμάζοντες ἐνίοις μὲν τῶν ἰατρῶν, ἐνίοις δὲ οἱ παῖδες ἔδοξαν εἶναι θερμότεροι. ἔχουσι γὰρ οἱ μὲν δριμύτερον τὸ θερμὸν, οἱ δὲ πλέον. ἀνάγκη δὲ καὶ νῦν εἰπεῖν, ὅσον εἰς τὰ παρόντα χρήσιμον, ἐν ὀλίγοις ὡς οἷόν τε μακροὺς περιλαμβάνοντας λόγους. τὸ τοίνυν ὄνομα τουτὶ τὸ θερμὸν ἐνίοτε μὲν ἐπὶ τὴν ποιότητα φέρομεν, ἧς ἴδιον ὄνομα θερμότης ἐστίν. ἐνίοτε δὲ παρωνύμως ἀπὸ τῆς ποιότητος, ὅλον τὸ σῶμα θερμὸν προσαγορεύομεν καί ἐστιν ἡ 

405
χρῆσις ἥδε πολλὴ κατὰ τὸν βίον ἅπαντα καὶ παρὰ τοῖς παλαιοῖς, ὡς καὶ Θεόφραστος ἐδήλωσεν ἐν τῷ περὶ θερμοῦ καὶ ψυχροῦ γράμματι. τῆς γὰρ τῶν σωμάτων οὐσίας δεχομένης ἐν μέρει τὰς ἐναντίας ταύτας ποιότητας, θερμότητά τε καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, κατὰ μὲν τὴν δεδεγμένην οὐσίαν, ὅταν ὀνομάζωμεν θερμὸν, τὸ σῶμα λέγομεν, ὀλίγον τε ἢ πολὺ φαμὲν ὑπάρχειν τὸ θερμὸν, τῷ ποσῷ τῆς οὐσίας προσέχοντες τὸν νοῦν, καὶ τοῦτο ποιοῦμεν διττῶς. ἕνα μὲν γὰρ τρόπον ἐπὶ τῶν ἀμίκτων οὐσιῶν, ἕτερον δ’ ἐπὶ τῶν μεμιγμένων. ἐπὶ μὲν τῶν ἀμίκτων, ὡς ἂν εἰ καὶ δυοῖν ἐχόντοιν ὕδωρ ὁμοίως θερμὸν ἐν δεξαμεναῖς ἀνίσοις περιεχόμενον, τὸν μὲν ἕτερον πλέον ἔχειν λέγομεν τὸ θερμὸν, ᾧ μείζων ἡ δεξαμενὴ, τὸν ἕτερον ἔλαττον. ἐπὶ δὲ τῶν μεμιγμένων ὡς ἂν ἴσων μὲν ἀλλήλαις οὐσῶν, ἀνίσῳ δὲ μέτρῳ κεκραμένων, ἐξ ὕδατός τε καὶ οἴνου τὴν μὲν ἑτέραν αὐτῶν τὸν οἶνον ἔχειν πλείονα, τὴν δ’ ἑτέραν τὸ ὕδωρ φαμέν. ὅσπερ τρόπος ἐστὶ, κἂν ἀνίσους ὑποθώμεθα τὰς δεξαμενὰς εἶναι κατὰ τὴν αὐτὴν ἀναλογίαν
406
κεκραμένας. ἐνίοτε δὲ οὐ πρὸς τὸ πλῆθος ἀναφέροντες τῆς οὐσίας τὸν λόγον, ἀλλὰ πρὸς τὴν ποιότητα μόνην, τῷ μέν τινι πλέον εἶναι φαμὲν, τῷ δ’ ἦττον τὸ θερμὸν, ὡς καὶ δυοῖν δεξαμεναῖν ἴσαιν ἀκριβῶς τὸ μέγεθος, τῆς μὲν θερμοτέρας πλέον εἶναι τὸ θερμὸν λέγομεν, τῆς δὲ ψυχροτέρας ἧττον, οὐκέτι κυρίως ἐνταῦθα τὸ πλέον ἐπιφέροντες. ἄμεινον γὰρ τὸ μᾶλλόν τε καὶ ἧττον καὶ σφοδρότερον καὶ ἀμυδρότερον καὶ πάνθ’ ὅσα τοιαῦτα ταῖς ποιότησιν ἀναφέρειν ὀνόματα, τὸ δ’ ὀλίγον καὶ πολὺ κατὰ τοῦ ποσοῦ μόνον τῆς οὐσίας φυλάττειν. ἀλλὰ γὰρ οὐκ ἐνταῦθα μόνον αἱ τοιαῦται καταχρήσεις εἰσὶ τῶν ὀνομάτων, ἀλλὰ καὶ κατ’ ἄλλα πάμπολλα τῶν κατὰ τὸν βίον, οὐχ ἥκιστα δὲ καὶ κατὰ τὴν ἰατρικὴν αὐτήν. ἁπάσας γοῦν τὰς νόσους ὀνομάζουσι μεγάλας τε καὶ μικρὰς, καίτοι γε οὐκ οὔσας οὐσίας, πυρετὸν μέγαν, πυρετὸν μικρὸν, ἀποπληξίαν μεγάλην, ἀποπληξίαν μικρὰν, ὡσαύτως δὲ πλευρῖτιν καὶ φρενῖτιν καὶ περιπνευμονίαν, ἁπάσας τε τὰς ἄλλας. προσέχειν οὖν χρὴ ταῖς ὁμωνυμίαις καὶ σκοπεῖσθαι τί ποθ’ ἡ σύμπασα λέξις ἑκάστοτε
407
βούλεται τοῦ λέγοντος. εἰ γὰρ ἐκείνου καθ’ ἑτέρου σημαινομένου τοὔνομα φέροντος ἡμεῖς καθ’ ἕτερόν τι δεξάμενοι τὸν λόγον εὐθύνομεν, οὐ τὸν εἰρηκότα δή που κατά γε τὴν ἀλήθειαν αὐτὴν ἐξελέγξομεν, ἀλλὰ τὴν ἡμετέραν ὑπόληψιν, ὥσπερ ἀμέλει κἀνταῦθα ποιοῦσιν ἔνιοι τῶν πρὸς Ἱπποκράτους σπευδόντων ἀντιλέγειν. ἐπὶ γὰρ τὴν ποιότητα μεταφέροντες τοὔνομα τοῦ θερμοῦ, πειρῶνται δεικνύναι σφοδροτέραν ὑπάρχουσαν αὐτὴν τοῖς ἀκμάζουσιν. ἀλλ’ Ἱπποκράτης οὐκ ἐπὶ ταύτην, ἀλλ’ ἐπὶ τὴν οὐσίαν ἀναφέρει τοὔνομα κατὰ τὸν ἐνεστῶτα λόγον. ἡ γὰρ οὐσία τοῦ ἐμφύτου θερμοῦ ἀερώδης καὶ ὑδατώδης ὑπάρχει, ὡς ἐκ τοῦ σπέρματος ἔνεστι τεκμήρασθαι, παντάπασι μὲν ὀλίγης γεώδους οὐσίας μετέχοντος, τὸ πλεῖστον δ’ ἐν αὐτῷ περιέχοντος ἀέρος θερμοῦ τε καὶ ὑγροῦ, ὡς κἀν τοῖς περὶ σπέρματος ὑπομνήμασι δεδήλωται. καὶ μὴν καὶ ἡ ἑτέρα τῆς γενέσεως ἡμῶν ἀρχὴ, τὸ καταμήνιον, ὑγρὸν δήπου τὴν φύσιν ἐστίν. ὅταν οὖν ἐπὶ τὸ γεωδέστερον μεταβάλλῃ τὸ σῶμα τοῦ ζώου, μεταβάλλει δὲ καθ’ ἑκάστην ἡμέραν αὐξανόμενον,
408
τηνικαῦτα κἂν πάνυ σφόδρα θερμὸν ᾖ καὶ πυρῶδες, ἀλλὰ τήν γε οὐσίαν τοῦ ἐμφύτου θερμοῦ ὀλιγίστην ἔχει, ἐπεὶ οὕτως ἂν καὶ τοὺς πυρέττοντας εἴπομεν πλεῖστον ἔχειν τὸ ἔμφυτον θερμὸν, οἵτινες οὐχ ὅπως πλέον, ἀλλ’ οὐδὲ τῷ πρόσθεν ἴσον ἔχουσιν. εὔκρατος μὲν οὖν ἐστιν ἡ οὐσία τοῦ ἐμφύτου θερμοῦ, πυρώδης δὲ ἡ τοῦ ἐπικτήτου. καὶ δὴ καὶ αἱ δι’ ὅλου τοῦ σώματος ἡμῶν ἀπόῤῥοιαι ἕπονται καπνώδεις μὲν καὶ λιγνυώδεις καὶ ξηραὶ καὶ δριμεῖαι τῷ ἐπικτήτῳ θερμῷ, ἀτμώδεις δὲ καὶ ἡδεῖαι καὶ εὔκρατοι τῷ κατὰ φύσιν, καίτοι διὰ τῆς ἁφῆς ἔνεστι διαγινώσκειν ταῦτα. τὸ μὲν γὰρ τῶν ὑγιαινόντων θερμὸν ἀτμῶδές ἐστι καὶ ἡδὺ καὶ οἰκεῖον τῇ ἁφῇ, μηδὲν ἀνιαρὸν, μηδὲ ταχὺ, μηδὲ δακνῶδες ἔχον. τὸ δὲ τῶν πυρεττόντων καὶ μάλιστα τοὺς ἑκτικοὺς πυρετοὺς ἢ τοὺς ἐπὶ σήψει χυμῶν δριμὺ καὶ ἀηδὲς καὶ δάκνον καὶ διαβιβρῶσκον ἡμῶν τὴν ἁφήν. ἀκριβοῦται δὲ ἡ ὑγιεινὴ ποιότης αὐτοῦ ἐν τοῖς παισὶν, ὡς τῶν γε ἀκμαζόντων τοὺς πλείστους ἔστιν εὑρεῖν δακνῶδες ἤδη τὸ θερμὸν ἔχοντας καὶ οὐκ ἔθ’ ὑγρὸν οὐδὲ ἀτμῶδες οὐδὲ
409
ἀερῶδες. καὶ οὐδὲν θαυμαστόν· ὁμοίαν γὰρ εἶναι τὴν ἀπόῤῥοιαν δεῖ τῇ ὑποκειμένῃ οὐσίᾳ· ἡνίκα μὲν ὑγρὰ καὶ ἀερώδης ἐστὶν ἡ οὐσία, καὶ τὸ ἀποῤῥέον αὐτῆς ἀτμῶδές ἐστι καὶ ἡδύ· ἡνίκα δὲ γεώδης καὶ ξηρὰ, τηνικαῦτα καὶ τὸ ἀποῤῥέον καπνῶδες γίνεται καὶ λιγνυῶδες καὶ δριμὺ, ὥσπερ γε κἀπὶ τῶν ἐκτὸς αἱ μὲν ἐξ ὕδατος ἀναθυμιάσεις γλυκέος τε καὶ θερμοῦ χρησταὶ καὶ ἀτμώδεις εἰσὶν, αἱ δὲ ἔκ τινος τῶν στερεῶν σωμάτων καιομένου καπνώδεις τε καὶ δριμεῖαι. διττῶν οὖν οὐσιῶν οὐσῶν, καὶ τῆς μὲν ἡδεῖαν ἐχούσης θερμότητα, τῆς δὲ ἀνιαρὰν, τὴν μὲν ἑτέραν πλείστην ἔχει τὰ παιδία, τὴν δ’ ἑτέραν οἱ ἀκμάζοντες ὡς πρὸς τὴν ὅλην τοῦ σώματος ἀναλογίαν δηλονότι. ἵνα δὲ καὶ φυσικώτερον ἔτι τὸν λόγον ἀναγαγὼν ἐπὶ τὰ στοιχεῖα τὸ πᾶν διέξειμι, τεττάρων ὄντων στοιχείων ἐξ ὧν τὰ πάντα σώματα κέκραται, τὸ μὲν τῶν παιδίων ἥκιστα μετέχει τοῦ γεώδους, πλεῖστον ἐν ἑαυτῷ κεκτημένον τό τ’ ἀερῶδες καὶ ὑδατῶδες. τὸ δὲ τῶν ἀκμαζόντων ἔμπαλιν ὑπὸ ξηρότητος ἐπικρατεῖται 
410
γεώδους. ἐνδεῖ δ’ ἡ ὑδατώδης αὐτοῦ καὶ ἀερώδης οὐσία, ὥστ’ εἰ καὶ τὸ τέταρτον τὸ στοιχεῖον ἴσον πῦρ ἐν ἀμφοῖν θείημεν, ὡς ὁμοίως αὐτὰ λέγειν εἶναι θερμὰ, ἀλλ’ οὐ παραπλησίαν γε τὴν θερμὴν οὐσίαν ἐν ἀμφοτέροις αὐτοῖς ὑπάρχειν ἐροῦμεν, τῆς μὲν τῶν παίδων ὑγρᾶς οὔσης, τῆς δὲ τῶν ἀκμαζόντων ξηρᾶς. ἡ μὲν γὰρ ὑγρὰ κατὰ τὸ ἔμφυτον θερμὸν μάλιστα, ἐξ ὑγροῦ γὰρ ἡ γένεσις ἡμῖν, ἡ δὲ ξηρὰ κατὰ τὸ ἐπίκτητον. οὕτως οὖν οἱ μὲν ἄρτι γεγενημένοι παῖδες, οὐσίας θερμῆς ὑδατώδους τε καὶ ἀερώδους πλείστης μετέχοντες, πλεῖστον ἂν ἔχειν λέγονται τὸ ἔμφυτον θερμὸν, οἱ δ’ ἀκμάζοντές τε καὶ παρακμάζοντες, εἰς ὅσον αὗται μὲν ἐνδέουσι, περιττεύει δὲ ἡ γεώδης εἰς τοσοῦτον καὶ τὴν οὐσίαν ἔχουσιν ἐλάττονα τοῦ ἐμφύτου θερμοῦ. ὅτι δ’ ἀποῤῥεῖν ἀναγκαῖόν ἐστι τῆς ὑγρᾶς καὶ ἀερώδους οὐσίας πλέον ἤπερ τῆς γεώδους, κἂν ὁμοίως ἀμφότεραι θερμαὶ τυγχάνωσιν οὖσαι κατὰ τὴν ποιότητα, πρόδηλον παντί. θεάσασθαι γοῦν σοι τοῦτο κἀπὶ τῶν ἐκτὸς ἐναργῶς ὑπάρχει. τῶν γὰρ εἰς τὴν ὁμοίαν ἡκόντων θερμότητα
411
σωμάτων οὐκ ἴσον ἀποῤῥεῖν φαίνεται, ἀλλὰ τῶν μὲν ξηρῶν ἐλάχιστον, τῶν δ’ ὑγρῶν πλεῖστον. αὐτίκα γοῦν ὕδατος μὲν καὶ ἐλαίου θερμῶν μετρίως γενομένων πλεῖστον ἀποῤῥεῖ καὶ διαφορεῖται, σιδήρου δὲ καὶ χαλκοῦ καὶ λίθων ἐλάχιστον, ὥστε καὶ εἰ καταθεῖναι βουληθείης εἰς ἥλιον θερμότατον ὕδωρ, εἰ οὕτως ἔτυχε, καὶ σίδηρον ἴσα τῷ σταθμῷ ποιήσας, εἶτα διελθούσης ὅλης τῆς ἡμέρας ἄμφω στῆσαι, τὸ μὲν ὕδωρ εὑρήσεις ἔλαττον ἑαυτοῦ παραπολὺ γεγενημένον, τὸν δὲ σίδηρον ἴσον. οὕτως δὲ καὶ ἔλαιον εἰ θέλεις παραβάλλειν χαλκῷ καὶ σιδήρῳ καὶ λίθῳ, τὸ μὲν ἐκδαπανώμενον εὑρήσεις, τὰ δ’ ὑπομένοντα κατὰ τὸν ὄγκον τῆς οὐσίας. ἐντεῦθεν δὲ μεταβαίνων ἐπὶ κηρόν τε καὶ πίτταν, ἄσφαλτόν τε καὶ ῥητίνην, ὅσα τ’ ἄλλα πλείστης ὑγρᾶς οὐσίας μετέχει, θεάσῃ καὶ ταῦτα ἐν ἡλίῳ θερμῷ πολὺ πλέον δαπανώμενα καὶ ἀποῤῥέοντα ἤπερ τοῦ λίθου τε καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῶν ἄλλων τῶν οὕτω ξηρῶν. ὥστ’ εἴπερ ἡ χρεία τῆς τροφῆς ἀναπλήρωσίς ἐστι τῶν ἀποῤῥεόντων ἐκ τοῦ σώματος, ἀποῤῥεῖ δὲ τῶν ὑγροτέρων τε
412
καὶ ἀερωδεστέρων πλέον, ἀναγκαῖον καὶ τροφῆς πλείονος δεῖσθαι τὰ τοιαῦτα. τὸ δὲ τῶν παίδων σῶμα τοιοῦτόν ἐστιν, ὑγρᾶς καὶ ἀερώδους οὐσίας πλέον μετέχον, οὐχ ὡς τοῦ τῶν ἀκμαζόντων καὶ παρακμαζόντων καὶ γερόντων, ξηρᾶς καὶ γεώδους. ὁ τοίνυν Ἱπποκράτης ἐπειδὴ προὔκειτο κατὰ τόδε τὸ βιβλίον αὐτῷ σύντομόν τε καὶ ἀφοριστικὴν ποιεῖσθαι τὴν διδασκαλίαν, οὐχ οὕτως διῆλθεν τὸν λόγον ὡς ἐγὼ νῦν, ἀλλ’ ἀντὶ τοῦ φάναι τὰ αὐξανόμενα, κἂν ἴσον ἐν αὐτοῖς ἔχῃ θερμῆς οὐσίας καὶ πυρώδους τοῖς ἀκμάζουσιν, ἀλλὰ τῆς γε ὑδατώδους καὶ ἀερώδους οὐσίας πλέον ἔχει τὰ αὐξανόμενα, πλεῖστον εἶπεν ἔχειν τὸ ἔμφυτον θερμὸν, ἅμα μὲν ἀναμιμνήσκων ἡμᾶς τῆς οὐσίας αὐτῶν, ἅμα δὲ τὸ προκείμενον ἀποδεικνύς. ἐπειδὴ γὰρ ὑγρὰν καὶ θερμὴν ἔχει τὴν οὐσίαν τὰ αὐξανόμενα, διὰ τοῦτο πλεῖστον ἀποῤῥεῖν αὐτῶν ἀναγκαῖόν ἐστι, πλείστης τε δεῖται τροφῆς. εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεσθαί φησιν εὐλόγως. ἔνθα γὰρ τὸ μὲν ἀποῤῥέον πλεῖστον, τὸ δ’ ἐπιῤῥέον ὀλίγον, ἐνταῦθα ἀναγκαῖον διαφθείρεσθαι
413
τὴν ὑποκειμένην οὐσίαν. γέρουσι δ’ ὀλίγον τὸ θερμὸν, τούτοις μέν γε κατ’ ἄμφω τὰ σημαινόμενα τῆς προσηγορίας ὀλίγον ὑπάρχει τὸ θερμὸν, εἴτ’ ἐπὶ τὴν ποιότητά τις ἀναφέρει τὸν λόγον εἴτ’ ἐπὶ τὴν οὐσίαν. καὶ γὰρ καὶ ἡ ποιότης ἀμυδρὰ καὶ ἡ οὐσία ἐλαχίστη, εἴπερ τι μεμνήμεθα τῶν προειρημένων. διὰ τοῦτ’ ἄρα, φησὶν, ὀλίγων ὑπεκκαυμάτων δέονται· ὑπεκκαύματα τὰς τροφὰς ὠνόμασεν, ἑπόμενος τῷ ἑαυτοῦ δόγματι καὶ σχεδὸν ἁπάντων τῶν ἐνδοξοτάτων φιλοσόφων, οἵτινες τῶν συντιθέντων στοιχείων τὰ ζῶα τὸ θερμὸν αἰτιώτατον ἐνόμιζον εἶναι τῆς ζωῆς. ὥσπερ γὰρ αἱ λυχνιαῖοι φλόγες, καίτοι τροφὴν ἔχουσαι τοὔλαιον, ὅμως ἐὰν ἀθρόως τις ἐπιχέῃ, σβέννυνται μᾶλλον ἢ τρέφονται, κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ἐν τοῖς γέρουσι θερμὸν ὑπέκκαυμα μὲν ἔχει τὰς τροφὰς, εἰ δὲ πολλαῖς καὶ ἀθρόαις ἐπισωρεύσεσι καταπνίγοιτο, σβεσθῆναι κίνδυνος αὐτὸ, καθάπερ εἰ καὶ σμικρῷ σπινθῆρι πυρὸς, πλῆθος ἐπισωρεύσαις ξύλων. καὶ διὰ τοῦτο καὶ οἱ πυρετοὶ τοῖς γέρουσιν οὐχ ὁμοίως ὀξέες, τὸ δ’ ἐπιφερόμενον τεκμήριον
414
οὕτως ἐστὶν καὶ αὐτὸ τοῦ ψυχρὸν εἶναι τὸ τῶν γερόντων σῶμα καὶ ὅτι μάλιστα τροπῇ τῆς ἐμφύτου θερμότητος ἐπὶ τὸ πυρῶδες ὁ πυρετὸς γίνεται. ἀλλά τοι τηλικαύτην τροπὴν συμβῆναι τοῖς γέρουσιν, ὡς εἰς ἴσον ἀφικέσθαι τῇ τῶν νεωτέρων, οὐ πάνυ τι δυνατόν, τὸ μὲν γὰρ πολὺ θερμὸν ἑτοίμως ἐπὶ μήκιστον αἴρεται, τὸ δ’ ὀλίγον οὐ ῥᾳδίως, ἀλλὰ μεγίστης δεῖται τῆς βιαζομένης αἰτίας αὐτό. διὰ τοῦτο οὖν οὔτε πυρέττουσιν οἱ γέροντες, ὁμοίως τοῖς νέοις ὀξεῖς πυρετοὺς ὡς τὰ πολλὰ καὶ εἴ που σπανίως γένοιτό τις ὁποῖος ἐν νέῳ, πάντως οὗτος εἰς ὄλεθρον τοῦ κάμνοντος τελευτᾷ. ἐνδείκνυται γὰρ ἐξαίσιόν τι μέγεθος τῆς ἐργαζομένης αὐτὸν αἰτίας. ταῦτα ἀρκεῖ τοῖς κατὰ φύσιν ἔχουσιν εἰς νόησίν τε καὶ πίστιν ὧν Ἱπποκράτης ἔγραψεν· ὅσοι δὲ οὐκ ὀρθῶς ἐνεκάλεσαν αὐτῷ, καθάπερ καὶ Λύκος, ἓν ὅλον πρὸς ἐκείνους ὑπ’ ἐμοῦ γέγραπται βιβλίον ἀπολογούμενον ὑπὲρ ὧν ἐπηρεάζουσιν τὸν ἀφορισμόν. ἐπιγέγραπται δὲ τὸ βιβλίον πρὸς Λύκον, ὅτι μηδὲν ἡμάρτηται κατὰ 
415
τὸν ἀφορισμὸν οὗ ἡ ἀρχὴ, τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. ἐδόθη δέ μοι τὸ τοῦ Λύκου βιβλίον ἤδη γεγραμμένων τῶν ὑπ’ ἐμοῦ ὑπομνημάτων. ὅθεν αὐτὸς μὲν τούτοις ἐνέθηκα τήνδε τὴν ῥῆσιν οὐκ οὖσαν ἐν τοῖς προεκδοθεῖσιν· ἰδίᾳ δὲ καθ’ ἕτερον βιβλίον ἀπελογησάμην ὑπὲρ ὧν ἐνεκάλεσεν Ἱπποκράτει.

Αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πλεῖον ἔχουσι, τροφῆς οὖν πλείονος δέονται. σημεῖον αἱ ἡλικίαι καὶ ἀθληταί.

Αἱ ὧραι τοῦ ἔτεος συντελοῦσιν εἰς τὴν δίαιταν οὐκ ὀλίγον. ἐν μὲν γὰρ τῷ χειμῶνι καὶ ὀρέγονται πλειόνων οἱ

416
ἄνθρωποι καὶ πέπτουσι ῥᾷον αὐτὰ, κατὰ δὲ τὸ θέρος ἔμπαλιν. τὴν δὲ αἰτίαν αὐτὸς ὁ Ἱπποκράτης εἶπεν ἀποφηνάμενος, τὰς κοιλίας χειμῶνος καὶ ἦρος θερμοτάτας εἶναι. τί δέ ἐστιν αὐτὸ τὸ φύσει καὶ ὅτι οὐ μάτην αὐτῷ προσέθηκεν ἐν τῷδε τῷ ἀφορισμῷ ὀλίγον ὕστερον ἐξηγήσατο, φάμενος, καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ πλείστης οὖν τροφῆς δεῖται. αἱ γοῦν κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται οὐχ ἁπλῶς, ἀλλὰ τῷ φυσικῷ θερμῷ θερμόταται, οὗ τὴν οὐσίαν ἔμπροσθεν ἐδήλωσα. διὰ τί δὲ τοῦ χειμῶνος αὐξάνεται τοῦτο καὶ Ἀριστοτέλης εἶπεν, ὑποφεύγει γὰρ διὰ τὸ περιϊστάμενον ἔξωθεν κρύος, ὥσπερ αὖ πάλιν ἐν τῷ θέρει πρὸς τὸ συγγενὲς ἀποτείνεται. καὶ οὕτω συμβαίνει διαφορεῖσθαι μὲν αὐτοῦ καὶ σκεδάννυσθαι τὴν οὐσίαν ἐν τῷ θέρει, συνέχεσθαι δὲ καὶ σφίγγεσθαι καὶ εἰς βάθος ὑποχωρεῖν ἐν τῷ χειμῶνι. διὰ τοῦτο οὖν καὶ αἱ πέψεις καὶ αἱ ἐξαιματώσεις καὶ αἱ θρέψεις ἀμείνους εἰσὶν ἐν ταῖσδε ταῖς ὥραις. προσέθηκε δὲ καὶ ἄλλο τι συμβεβηκὸς αὐτοῖς τὸ καὶ τοὺς ὕπνους μακροτάτους γίνεσθαι, διὰ
417
τὸ μῆκος δηλονότι τῶν νυκτῶν, οὐ σμικρὸν οὐδ’ αὐτὸ συντελοῦν εἰς τὰς φυσικὰς ἐνεργείας. τὸ δ’ ἐπὶ τέλει προσκείμενον σημεῖον, αἱ ἡλικίαι καὶ οἱ ἀθληταὶ τοῦ δεῖσθαι τροφῆς, ἔνθα πλεονάζει τὸ θερμὸν ἀξιόλογον τεκμήριόν ἐστιν. οἵ τε γὰρ παῖδες διότι τὸ θερμὸν ἔχουσι πλεῖστον, διὰ τοῦτο καὶ δέονται πλειόνων καὶ περιγίνονται· οἵ τε ἀθληταὶ διότι τοῖς γυμνασίοις αὐξάνουσι τὴν ἔμφυτον θερμασίαν, διὰ τοῦτο καὶ τροφῶν ἀπολαύειν δύνανται πλειόνων. τὰ μὲν οὖν εἰρημένα κατὰ τὸν ἀφορισμὸν αὐτάρκως ἐξηγησάμεθα· περὶ δὲ τῆς ἐν αὐτοῖς ἀληθείας εἴ τις σκοποῖτο, μὴ κατὰ πάντων ἐκτεινέτω τῶν ζώων τὸν λόγον, ἀλλ’ ἀποχωριζέτω τὰ φωλεύοντα. ταυτὶ γὰρ οὐ δεῖται πλείονος τροφῆς ἐν τῷ φωλεύειν· εἴ γε καὶ μηδ’ ὅλως ἐσθίοντα διαρκεῖ καὶ καθ’ ὑπόθεσιν προσηνέγκατο τοσαύτην ὅσην πρὶν φωλεύειν ἐχρῆτο, κακῶς ἂν αὐτὴν ἔπεψεν. ὁποῖον γάρ τι κατὰ τὰς ψυχρολουσίας συμβαίνει τοῖς ἀνθρώποις, τοιοῦτον τοῖς ζώοις ἐν τῷ χειμῶνι. συμβαίνει δὲ τοῖς ἐν ψυχρῷ λουομένοις, οἷς μὲν ἀσθενές ἐστι τὸ σῶμα, ψύχεσθαί τε
418
καὶ βλάπτεσθαι, οἷς δὲ ἰσχυρὸν ἐν μὲν τῷ παραχρῆμα τὴν θερμασίαν εἰς τὸ βάθος ὑποφεύγουσαν ἀθροίζεσθαι, μετὰ δὲ ταῦτα πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ἐπανέχεσθαι καὶ πολὺ πλείονα τῆς ἔμπροσθεν ὑπαρχούσης αὐτῆς. οὕτω δὲ καὶ τῶν ζώων ὅσα μέν ἐστι ψυχρότερα φύσει, νικᾶται τούτων ὑπὸ τοῦ κατὰ τὸν χειμῶνα κρύους, τὸ ἔμφυτον θερμὸν ὡς ὀλίγου δεῖν αὐτὸ ἀποσβέννυσθαι καὶ διὰ τοῦτ’ αὐτῶν τὰ πλεῖστα παραπλήσια νεκροῖς ἔστιν ἰδεῖ, ἀναίσθητά· τε ἅμα καὶ ἀκίνητα κατὰ τοὺς φωλεοὺς κείμενα. τινὰ δὲ καὶ παντάπασιν ἐν τῷ τοιούτῳ πάθει διαφθείρεται. τὰ δὲ πολυαιμότερα καὶ θερμότερα τῶν ζώων ὅμοιόν τι πάσχει κατὰ τὸν χειμῶνα τῷ συμβαίνοντι τοῖς ἰσχυροῖς σώμασιν ἐπὶ τοῖς ψυχροτέροις λουτροῖς. ἀθροίζεται γὰρ αὐτῶν ἐν τῷ βάθει τὸ θερμὸν, οὐ μὰ Δία τῶν σαρκῶν ἀποφευγουσῶν εἰς τοῦτο καὶ καταλιπούσης ἑκάστης ἣν ἐξ ἀρχῆς εἴληφε χώραν, ἀλλὰ τοῦ πνεύματος ἅμα τῷ αἵματι. τρία δ’ ἦν ταῦτα σώματα τὰ τὴν ἀρχέγονον ἡμῶν οὐσίαν συμπληροῦντα, πνεῦμα καὶ αἷμα καὶ ἡ ὀῤῥώδης ὑγρότης, ἐξ ἧς
419
κατ’ ἀρχὰς μὲν, ὡς ἐν τοῖς περὶ σπέρματος ἐδιδάξαμεν, ἡ γένεσις τοῖς στερεοῖς τοῦ ζώου μορίοις, ὕστερον δὲ ἡ αὔξησίς τε καὶ θρέψις ἐν τούτοις προσέρχεται. ὅτι μὲν οὖν ἄμεινον ἐν τῷ χειμῶνι πέπτομεν, τοῦ αἵματος εἴσω καὶ τοῦ πνεύματος εἰς τὸ βάθος ὑποκεχωρηκότων, εὔδηλον παντί. λέγει γοῦν οὐ τοῦτο μόνον ὁ Ἱπποκράτης, ἀλλ’ ὅτι καὶ συμφέρει πλείω λαμβάνειν. ἐν ταύτῃσι γὰρ, φησὶ, τῇσιν ὥρῃσι, τοῦτ’ ἔστι χειμῶνος καὶ ἦρος, καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ μὴν εἴπερ γε ὀλίγον ἀποῤῥεῖ καὶ διαπνεῖται χειμῶνος εἰς τοὐκτὸς, οὐ δεῖται τὰ σώματα πολλοῦ τοῦ θρέψοντος, ἀναπλήρωσις γάρ ἐστι τοῦ κενωθέντος ἡ θρέψις. ἀνάλογον οὖν εἶναι χρὴ τὸ ποσὸν τῆς τροφῆς τῷ ποσῷ τῆς διαπνοῆς. ὅτι μὲν οὖν ἐστιν ἀληθὲς τὸ μὴ μόνον ἐν χειμῶνι πέττειν ἡμᾶς ἄμεινον, ἀλλὰ καὶ λαμβάνοντας ὀλίγα, καταψύχεσθαί τε καὶ διὰ τοῦτο βλάπτεσθαι, προσφερομένους δὲ πλείονα μηδενὶ τῶν πληθωρικῶν ἁλίσκεσθαι νοσημάτων αὐτὸ τὸ γενόμενον ἐναργῶς μαρτυρεῖ. τῆς δὲ αἰτίας ἡ ζήτησις ἐν κοινῷ προκείσθω· οὐ γὰρ δὴ 
420
Ἱπποκράτει γε μόνῳ μάχεται τὸ προβεβλημένον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν. οὐδεὶς οὖν ἐστιν ὃς οὔ φησι διαπνεῖσθαι τὰ τῶν ζώων σώματα τῇ διὰ τῶν ἀδήλων αἰσθήσει διαπνοῇ πόρων. φανερὸν γὰρ τῷ εἰς χρείαν ἥκειν τροφῆς ὅτι κενοῦται, ὡς εἴ γε μηδὲν ἡμῶν ἀπέῤῥει, διὰ παντὸς δ’ ἐφυλάττετο τῆς οὐσίας ὁ ἀρχαῖος ὄγκος, οὐκ ἂν οὐδὲ τροφῆς ἐδεόμεθα. σκόπει τοίνυν εἰ κᾀνταῦθα τοῖς μὲν ἄλλοις ἅπασιν ἄπορος ὁ λόγος Ἱπποκράτει δὲ καὶ τοῖς ἀπ’ αὐτοῦ μόνοις εὔπορος. οὐ γὰρ ἄλλο τι τὸ διαπλάσαν ἐξ ἀρχῆς τὸ ζῶον, ὥσπερ οὐδ’ αὖθις αὐξῆσαν, ἢ μέχρι τελευτῆς τρέφον, ὅτι μὴ τὸ θερμὸν τοῦτο τὸ ἔμφυτον, ὑπὲρ οὗ νῦν ὁ λόγος ἐστὶν αὐτῷ. τοιγαροῦν τοῦτο πάντων τῶν φυσικῶν ἔργων αἴτιον ὑπάρχον, ἐπειδὴ πλεῖόν ἐστιν ἐν τῷ χειμῶνι καὶ τὰς ὀρέξεις ἐπιτείνει καὶ τὰς πέψεις αὐξάνει καὶ πλέον ἀθροίζει τὸ αἷμα καὶ παχύνει τὸ σῶμα καὶ τοῦ κενοῦν τὰ περιττώματα προνοεῖται. τὸ μὲν γὰρ πέριξ θάλπος οὐ τὰ περιττὰ μόνον, ἀλλὰ καὶ πάνθ’ ὁμοτίμως ἐκκενοῖ διαφοροῦν
421
ἅμα τοῖς περιττοῖς τῶν ἐν τῷ ζώῳ καὶ τὰ κατὰ φύσιν ἐν αὐτῷ περιεχόμενα κατὰ τὴν ὑπὸ τῶν ἰατρῶν ὀνομαζομένην ἄδηλον διαπνοὴν, ἔμφυτον ἐργάζεται θερμόν. οὐ γὰρ δὴ ἄλλο τι τοῖς ζώοις ἡ φύσις ἐστὶν ἢ τοῦτο κατὰ τὸν Ἱπποκράτους λόγον. δέδεικται δ’ ὑφ’ ἡμῶν ἐν τοῖς περὶ φυσικῶν δυνάμεων οὐ μόνον ὀρεγομένη καὶ κατεργαζομένη καὶ προσφύουσα τοῖς μορίοις ἡ φύσις ἑκάστῳ τὴν οἰκείαν τροφὴν, ἀλλὰ καὶ διαφοροῦσα τὰ περιττώματα ταύτης καὶ ὅσῳ περ ἂν ᾖ ῥωμαλεώτερον τὸ ἔμφυτον θερμὸν, τοσοῦτο μᾶλλον ἐκφεύγει τὴν αἴσθησιν ἡ διαπνοή. καὶ διὰ τοῦτο παρὰ φύσιν εἶναι τοὺς ἱδρῶτας ὁ Διοκλῆς εἶπεν, ὅτι καλῶς ἁπάντων διοικουμένων τῶν κατὰ τὸ σῶμα, κρατουμένης τῆς τροφῆς ὑπὸ φύσεως, οὐκ ἄν ποτε αἰσθητὴ διὰ τοῦ δέρματος ὑγρότης ἐκκριθείη. ὅσα γὰρ ἐν βαλανείοις ἢ γυμναζομένοις σφοδρῶς ἢ διὰ θερινὸν θάλπος ἱδροῦσιν ἄνθρωποι, βιαίων αἰτίων εἰσὶν ἔγγονα. καλῶς οὖν ἐν τῷ χειμῶνι διοικεῖται πάντα τὰ κατὰ τὸ ζῶον, ὅταν γε μέτριος ὑπάρχῃ δηλονότι.
422
τὰς γὰρ ἀμέτρους δυσκρασίας καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐν τοῖς ἐφεξῆς μέμφεται. γνωρίσματα δὲ οὐ σμικρὰ τοῦ καλῶς διοικεῖσθαι πάντα τὰ κατὰ τὸ ζῶον ἐν τῷ χειμῶνι τῶν κατὰ φύσιν ἔργων ἡ ῥώμη. πέττεται μὲν γὰρ ἐν τῇ γαστρὶ τὰ σιτία, διότι πλεῖστόν ἐστι τὸ κατὰ φύσιν θερμὸν, ὕπνοις τε ἅμα μακροτέροις ἐκκαθαίρεται τὰ περιττώματα τοῦ σώματος, ὅσα μὲν ἀκριβῶς λελέπτυνται διὰ τοῦ δέρματος, ὅσα δὲ ἀτμώδη, διὰ τῆς ἐκπνοῆς, ὅσα δ’ ἱκανῶς παχέα, διὰ τῶν οὔρων. ὑφίσταται γὰρ αὐτοῖς πολὺ πλέον ἢ κατὰ τὸ θέρος πρὸς τῷ καὶ τὸ πλῆθος τῶν οὔρων ὅλων ἱκανῶς αὐξάνεσθαι κατὰ τὸν χειμῶνα. καὶ μὴν καὶ τρέφεται μὲν καὶ σαρκοῦται τὰ σώματα μᾶλλον ἐν τῷ χειμῶνι καὶ πλῆθος αἵματος ἀθροίζει χρηστοῦ, τοῖς γε μὴ παντάπασι μοχθηρῶς διαιτωμένοις. εἰ γὰρ ἐννοήσεις ὡς ὀλίγαιμόν τε καὶ ἰσχνὸν τὸ σῶμα ἡμῶν παρὰ τοῦ φθινοπώρου διαδεχόμενος ὁ χειμὼν εὔχυμόν τε καὶ παχύτερον ἀπεργάζεται, γνωρίσεις, οἶμαι, τὴν ῥώμην τῆς διοικούσης ἡμᾶς δυνάμεως, ἥτις ἐστὶ τὸ ἔμφυτον θερμόν. ἀλλ’ εἰ μὴ τροφῆς
423
ἀπολαύσει δαψιλοῦς τοῦτο, νικηθήσεται μὲν αὐτὸ πρῶτον ὑπὸ τοῦ περιέχοντος κρύους, ἔξωθέν τε προσπίπτοντος καὶ διὰ τῆς εἰσπνοῆς ἑλκομένου, συναῤῥωστήσει δ’ αὐτῷ καὶ πέψις σιτίων καὶ γένεσις αἵματος χρηστοῦ καὶ θρέψις τῶν τοῦ ζώου μορίων καὶ περιττωμάτων κένωσις. εἰ δ’ ὅσον κρατεῖν δύναται σιτίων, ἀπολαύει τούτων δαψιλῶς, αὐτό τ’ ἂν αὐξηθείη καὶ πάνθ’ ὅσα προείρηται, διαπράξεται περὶ τὸ ζῶον. ὅτι δ’ ἐκ τοῦ προσφέρεσθαι πλείω σιτία καὶ κατεργάζεσθαι καλῶς, οὐκ ἐν τῆ γαστρὶ μόνον, ἀλλὰ κἀν ταῖς φλεψὶ καὶ παντὶ τῷ τοῦ ζώου μορίῳ, πολὺ μὲν εὐσαρκότερον ἕκαστον ἑαυτοῦ γίνεται καὶ πολὺ εὐαιμότερον, ἱκανῶς ἐνδείκνυται καὶ τὸ διὰ τῆς πείρας ἐγνωσμένον τοῖς ἀνθρώποις, οὐκ ἐφ’ ἑαυτῶν μόνων, ἀλλὰ καὶ τῶν ὑποζυγίων. πρὶν γὰρ ἄρξασθαι τὸ θέρος ἐν τοῖς τελευταίοις τοῦ ἦρος, αἵματος ἀφαιροῦσιν ἑαυτῶν τε κἀκείνων, ἀναμιμνησκόμενοι τῶν καταλαμβανόντων αὐτοὺς νοσημάτων, ὅταν ἐξαίφνης ἐπιγίνηται θέρος θερμόν. ἐκτείνει γὰρ ἐπὶ πλεῖον τοῦτο καὶ χεῖ τὸ αἷμα καὶ ὥσπερ τινὰ ζέσιν αὐτοῦ κατασκευάζει,
424
ὡς μηκέτ’ ἐν ταῖς φλεψὶ στέγεσθαι τὸ τέως σύμμετρον, ἀλλ’ ἤτοι ῥηγνύειν αὐτὰς ἢ ἀναβιβρώσκειν· καὶ ὅταν ἀμετρότερον ἐφ’ ἕν τε μόριον, ὅπερ ἂν ἁπάντων ἀσθενέστερον, ᾗ, ῥυῇ, φλεγμονὴν ἢ ἐρυσίπελας, ἤ τι τοιοῦτον ἕτερον ἐν τούτῳ νόσημα ἐργάζεται. πολὺ γὰρ πλείω τε καὶ μείζω τῶν πληθωρικῶν νοσημάτων ἐκ τῆς τῶν χυμῶν γίνεται χύσεως. ἅπαντα οὖν ταῦτα μαρτυρεῖ τοῖς ἄλλοις, ὅσα κατὰ τὸν προκείμενον ἀφορισμὸν ὁ Ἱπποκράτης ἐδίδαξε, καὶ τὸ μὴ μόνον δύνασθαι πέττειν πλείω σιτία κατὰ τὴν ὥραν ἐκείνην, ἀλλὰ καὶ δεῖσθαι πλειόνων. ἀνάλογον γὰρ ἀεὶ χρὴ εἶναι τὰ σιτία τῷ πλήθει τῆς ἐμφύτου θερμασίας, πλὴν εἴ ποτε, ὡς ἔφην, ἐκ τῆς τοῦ περιέχοντος θερμασίας ἀσθενὴς γενομένη ἡ φύσις ἀφαιρεῖν ἀναγκάζει. διὸ καὶ περὶ τοῦ ἦρος, ἀδιοριστότερον εἰπόντος Ἱπποκράτους ἐγὼ διοριοῦμαι, πρῶτον μὲν ὅτι κατὰ τὴν ἀρχὴν ὅμοιόν ἐστι μᾶλλον κράσει χειμῶνος ἢ θέρους, ἐπὶ δὲ τῆς τελευτῆς ἔμπαλιν. εἶθ’ ὅτι πολλάκις μὲν οἶον χειμῶνος γίνεται ψυχρὸν, ἐνίοτε 
425
δὲ οἷόν περ θέρος θερμόν. ἐν μὲν οὖν τοῖς πρώτοις αὐτοῦ μέρεσι κἀπειδὰν γένηταί ποτε ψυχρὸν, ὁμοίαν τῇ χειμερινῇ ποιησόμεθα τὴν δίαιταν· ἐν δὲ τοῖς ὑστέροις μέρεσιν ἐπειδὰν γένηταί ποτε θερμότερον, ὁμοίαν τῇ θερινῇ, μέσου δ’ ὄντος τῇ κράσει καὶ τὴν δίαιταν ἀνάλογον τῇ κράσει ποιησόμεθα. ταῦτα μὲν οὖν πάντα περὶ τῆς τῶν ὑγιαινόντων εἴρηται διαίτης· ἑξῆς δὲ περὶ τῆς τῶν νοσούντων λέγει.