In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Τὰ δὲ κατὰ κοιλίην πολλοῖσι πολλὰ καὶ βλαβερὰ συνέβαινε.
705
πρῶτον μὲν τεινεσμοὶ πολλοῖσιν ἐπιπόνως, πλείστοισι δὲ παιδίοισι καὶ πᾶσιν ὅσα πρὸ ἥβης καὶ ἀπώλλυντο τὰ πλεῖστα τούτων, λειεντερικοὶ πολλοί.

Καὶ διὰ τὴν ὑγρότητα τῆς ἡλικίας καὶ διότι πλείω προσφερόμενα τὰ παιδία διαφθείρει τὰς τροφὰς πολλάκις εἰκότως ἡλίσκετο τεινεσμοῖς. ἔστι μὲν οὖν καὶ ἄλλως ὀδυνηρόν τε καὶ ὀχληρὸν τὸ πάθος, ὀδυνηρὸν μὲν διὰ τὴν τάσιν, ὀχληρὸν δὲ διὰ τὸ συνεχὲς τῆς ἐξαναστάσεως. ἐν δὲ τῇ νῦν καταστάσει πληθωρικῇ τε ἅμα καὶ κακοχυμίᾳ λεγομένῃ πολλοὶ μᾶλλον λειεντερικοί. ἀῤῥωστούσης γὰρ τῆς καθεκτικῆς δυνάμεως ἔμαθες γινομένας τὰς λειεντερίας. εἰκὸς δὲ οὖν ὥσπερ ἡ θρεπτικὴ δύναμις τῆς γαστρὸς ἐνεκρώθη, δι’ ἣν ἀποσίτους ἐσχάτως αὐτοὺς γενέσθαι φασὶν ὀλίγον ὕστερον, οὕτως καὶ τὴν καθεκτικὴν βλαβῆναι.

706
Δυσεντεριώδεες, οὐδ’ οὗτοι λίην ἐπιπόνως.

Ἀκόλουθον ἦν ἐπιφέρεσθαι τοῖς προειρημένοις τισὶν οὐκ ἐπιπόνως νοσήσασι, προείρηται δ’ οὐδεὶς οὗτος, ἀλλὰ τοὐναντίον μᾶλλον οἵ τ’ ἔμπροσθεν ἅπαντες οἵ τε πρὸ τῶν λειεντερικῶν εἰρημένοι τεινεσμώδεις ἐπιπόνως ἐνόσησαν. μήτ’ οὖν ἡ λέξις ἡμάρτηται, καθάπερ καὶ ἄλλα πολλὰ τῶν ἁμαρτημάτων ἐν πολλοῖς τῶν βιβλίων ἐφυλάχθη, τοῦ πρώτου γραφέως ἁμαρτόντος· ἄμεινον γὰρ ἦν γεγράφθαι, οὗτοί τε λίην ἐπιπόνως. ἔνιοι μέντοι φασὶν εἰρῆσθαι τὸ οὐδ’ οὗτοι λίην ἐπιπόνως ἐν ἴσῳ τῷ πολλοὶ δυσεντεριώδεις οὐκ ἐγένοντο, δηλοῦν βουλομένου τἀνδρὸς ἐκ τοῦ ἐπιπόνως τὴν γένεσιν τοῦ νοσήματος, οὐ τὸν τρόπον. ἔνιοι δ’ ὅτι τοῖς δυσεντερικοῖς ἀνωδύνως ἐνοχλουμένοις ἐφεξῆς εἴρηται, διὰ τοῦτό φασι τὸ οὐδ’ οὗτοι λίην ἐπιπόνως ὑπ’ αὐτοῦ προστεθεῖσθαι, νοσούντων ἡμῶν τοὺς λειεντερικοὺς ἐξ ἀνάγκης ἀνωδύνους εἶναι.

707
Τὰ δὲ χολώδεα καὶ λιπαρὰ καὶ λεπτὰ καὶ ὑδατώδεα, πολλοῖσι μὲν αὐτὸ τὸ νούσημα εἰς τοιοῦτον κατέσκηψεν, ἄνευ τε αὐτῶν πυρετῶν καὶ ἐν πυρετοῖς, μετὰ πόνων στρόφοι καὶ ἀνειλίσιες κακοήθεες, τῶν πολλῶν ἐνόντων τε καὶ ἐπισχόντων διέξοδοι, τὰ δ’ ἐξιόντα πόνους οὐ λύοντα καὶ πάμπολλα μόρια τοῦ σώματος ἔπαθον.

Ἐν τῷ προκειμένῳ λόγῳ καὶ πᾶν εἶδος ἐν αὐτῷ συνέστηκε νοσήματος, ἐπειδὴ φύσει διαφέρουσιν ἀλλήλων οἱ ἄνθρωποι καὶ ἡλικίαις καὶ διαίταις. ἄλλος οὖν ἄλλον ἔχων πλεονάζοντα χυμὸν ὑπὸ τῆς καταστάσεως ηὔξησε τοῦτον, ὡς ἐδείξαμεν, εἶτα τῆς σηπεδόνος ἐπιγενομένης κατὰ τὰς διαφορὰς τῶν ἠθροισμένων χυμῶν ἡ σῆψις ὑπηλλάττετο· καὶ μέντοι καὶ φερομένης αὐτῆς εἰς τὸν ἑκάστῳ τῶν πασχόντων τόπον ἀσθενέστατον φύσει πολλοῖς οὕτω συνέβη παθεῖν μορίοις, ὡς ἂν καὶ τῶν ἀνθρώπων ἱκανῶς πολλῶν γενομένων. εὔλογον οὖν ἦν τοῖς φύσει χολώδεσι καὶ κατὰ

708
τὴν ἀκμαστικὴν ἡλικίαν οὖσι καὶ φροντισταῖς καὶ ταλαιπωρουμένοις ἐν ἔργοις τε καὶ πράξεσι ταῦτα πλεονάσαι. τὰ δὲ λιπαρὰ συντήξεως αὐτὸς ἐδίδαξεν εἶναι σημεῖα. τὰ δ’ ὑδατώδη λεπτῆς καὶ ὀῤῥώδους ὑγρότητος. πολλοῖς δέ φησιν αὐτὸ τοῦτο γενέσθαι τὸ νόσημα, τουτέστι τὸ διαχωρεῖν τὰ τοιαῦτα· καὶ γὰρ χωρὶς πυρετῶν ἐνίοις τοῦτο γενέσθαι φησί. τὰς δὲ διεξόδους, τουτέστι τὰς κενώσεις αὐτοῖς συμβῆναι, πολλῶν ἐνόντων καὶ ἐπισχόντων, ὅπερ ἴσως σημαίνει πολλῶν ἔτι καὶ κατὰ τὸ σῶμα τῶν ἐνόντων οὐδὲν ἧττον τὰς διεξόδους γενέσθαι πολλὰς καὶ διὰ τοῦτο μηδὲ τοὺς πόνους λύειν τὰ διεξιόντα. πῶς γὰρ οἷόν τε λύειν αὐτὰ, πολλῶν ἔτι τῶν ἐπεχομένων ὄντων.

Τοῖσί τε προσφερομένοισι δυσκόλους ὑπακούοντα. καὶ γὰρ αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον. τῶν δὲ οὕτως ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, πολλοῖσι δὲ καὶ μακρότερα διῆγεν.
709

Προσφερόμενα δύναται λέγειν καὶ κοινῶς ἅπαντα τὰ βοηθήματα καὶ ἰδίως τὰ ἐσθιόμενα καὶ πινόμενα. τὰς δὲ καθάρσεις ὧν ἐμνημόνευσεν ἐν ἑκατέροις τάξαι δυνατόν. ὅτι δ’ οὐκ ὠφελεῖ τὰ βοηθήματα τοὺς οὕτως ἔχοντας εὔδηλόν ἐστιν, εἰ καὶ μηδὲν αὐτὸς εἰρήκει. πολλῶν γὰρ ἀποθνησκόντων, ἀνωφελῆ δηλονότι πᾶσιν αὐτοῖς τὰ βοηθήματα.

Ὡς δ’ ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες καὶ οἱ τὰ μακρὰ νοσέοντες καὶ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνησκον μάλιστα, πάντας γὰρ κοιλίην συναπήνεγκεν.

Καὶ ὁ καθ’ ἡμᾶς γενόμενος οὗτος ὁ μακρότατος λοιμὸς ἐκ τῶν διὰ τῆς κοιλίας κενουμένων σχεδὸν ἅπαντας ἀνεῖλεν. ἦν δὲ σύντηξις τὰ κενούμενα καὶ τοῦτ’ ἔοικεν ἀχώριστον εἶναι σύμπτωμα τοῦ καλουμένου λοιμώδους ἰδίως πυρετοῦ, καταλαμβάνοντος τοὺς ἀνθρώπους καὶ χωρὶς λοιμοῦ.

710
Ἀπόσιτοι δὲ πάντες μὲν ἐγένοντο καὶ ἐπὶ πᾶσι τοῖσι προγεγραμμένοισιν, οἷς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον. πολλοὶ δὲ μάλιστα οὗτοι καὶ οἱ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων δ’ οἱ ὀλεθρίως ἔχοντες.

Καὶ τοῦτο τὸ σύμπτωμα πάντας κατέλαβε τοὺς ἐν τῷ νῦν γενομένῳ λοιμῷ τῷ μακρῷ καὶ δι’ αὐτό γε τοῖς πλείστοις ἀποθανεῖν συνέβη. ὅσοι γοῦν ἀνδρειότεροι, βιαζόμενοι σφᾶς αὐτοὺς προσεφέροντο τὰ διδόμενα σιτία σχεδὸν ἅπαντες ἐσώθησαν. οἱ πλεῖστοι δ’ ἀποθανεῖν εἵλοντο μᾶλλον ἢ προσενέγκασθαί τι. ταῦτ’ οὖν ἔοικε συμβῆναι καὶ τοῖς τότε νοσήμασι τὰ κατὰ γαστέρα μάλιστα· καὶ γὰρ καὶ ταύτης ἔργον ἐστὶν ὄρεξις σιτίων.

Διψώδεες οἱ μὲν, οἱ δ’ οὔ.
711

Περὶ τῶν ἄνευ πυρετῶν διὰ γαστρὸς ταραχὴν, ὡς αὐτὸς ὠνόμασεν, ἐνοχλουμένων ὁ λόγος αὐτῷ νῦν εἴρηται. δῆλον δ’ ἐξ ὧν ἐπιφέρων εἶπε, τῶν δ’ ἐν πυρετοῖσι καὶ τοῖς ἄλλοις οὐδεὶς ἀκαίρως, φανερὸν δ’ ἐξ ὧν εἰρήκαμεν ἀνωτέρω καὶ διὰ τί μήτε διψώδεις ἅπαντες ἦσαν μήτ’ ἄδιψοι. πάχος τε γὰρ χυμῶν καὶ λεπτότης ὑδατώδης ἠθροίσθη, ψυχρὰ μὲν ἄμφω κατὰ τὴν ἑαυτῶν φύσιν, ἐπίκτητον δὲ θερμασίαν ἐκ σηπεδόνος λαμβάνοντα. καὶ τοίνυν ἐφ’ ὧν μὲν ἤδη τὸ σηπεδονῶδες θερμὸν ἐπεκράτει, διψώδεις ἦσαν, ἐφ’ ὧν δ’ οὐδέπω, καὶ οὗτοι πάλιν εὐλόγως ἦσαν ἄδιψοι.

Τῶν δὲ ἐν πυρετοῖσι καὶ τοῖς ἄλλοισιν οὐδεὶς ἀκαίρως, ἀλλ’ ἦν κατὰ ποτὸν διαιτᾶν, ὡς ἤθελες.
712

Εἰρηκὼς ἐν τῇ πρόσθεν ῥήσει περὶ τῶν κατὰ κοιλίαν ἐνοχληθέντων ὅτι διψώδεις ἦσαν οἱ μὲν, οἱ δ’ οὒ, νῦν ἤδη καὶ περὶ τῶν ἅμα πυρετοῖς νοσούντων ἔφη μηδένα διψώδη γενέσθαι πάνυ σφόδρα, μηδ’ ὥστε τοῖς ἰατροῖς ἀπειθεῖν. ἐγένετο δὲ τοῦτο διὰ τὸ μὴ συῤῥεῖν αὐτοῖς εἰς τὴν γαστέρα τῶν σηπεδονωδῶν ἰχώρων τοσοῦτον ὅσον ἐπὶ τῶν προειρημένων.

Οὖρα δὲ πολλὰ μὲν, τὰ δ’ ἐξιόντα ἦν οὐκ ἐκ τῶν προσφερομένων ποτῶν, ἀλλὰ πολλὸν ὑπερβάλλοντα. πολλὴ δέ τις καὶ τῶν οὔρων κακότης ἦν τῶν ἀπιόντων. οὔτε γὰρ πάχος οὔτε πεπασμὸς οὔτε κάθαρσις χρηστὴ εἶχε. ἐπὶ πολλοῖσι γὰρ αἱ κατὰ κύστιν καθάρσιες χρησταὶ γενόμεναι, ἀγαθὸν ἐσόμενον· τοῖσι δὲ πλείστοισι σύντηξιν καὶ ταραχὴν καὶ πόνους καὶ χρόνους καὶ ἀκρισίας.
713

Σαφῆ πάντ’ ἐστὶ τὰ εἰρημένα καὶ δεῖται μνήμης, οὐκ ἐξηγήσεως. αὐτὸς γὰρ ἐνεδείξατο σαφῶς κατὰ τὸν ἔμπροσθεν λόγον ὃν ἐγὼ διῆλθον, ὡς ἐνίοτε λόγῳ συμπτώματος κενοῦται τὰ οὖρα, καθάπερ ἱδρῶτές τε καὶ ἔμετοι καὶ τὰ διὰ γαστρὸς ἀπιόντα.