In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Κωματώδεές τε μάλιστα μὲν οἱ φρενιτικοὶ καὶ οἱ καυσώδεες ἦσαν. ἀτὰρ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νοσήμασι πᾶσι τοῖσι μεγίστοισι, ὅτι μετὰ πυρετοῦ γίγνοιτο.

Πάχος τῆς ὕλης ἐργάζετο τὸ κῶμα καὶ μάλιστ’ ἐκείνοις ἐφ’ ὧν ἔπαθεν ἡ κεφαλή. πάσχει δὲ τοῖς μὲν φρενιτικοῖς κατὰ πρῶτον λόγον, καύσοις δὲ κατά τι συμβεβηκός. ἡ γὰρ θερμασία τοῦ πυρετοῦ πρὸς τὴν κεφαλὴν ἀναφέρει τοὺς μοχθηροὺς χυμούς. ἐπλεόναζον δὲ νῦν οἱ ὠμοὶ καὶ ψυχροί.

714
Διὰ παντὸς δὲ τοῖσι πλείστοισιν ἢ βαρὺ κῶμα παρείπετο ἢ λεπτοὺς καὶ μικροὺς ὕπνους κοιμᾶσθαι.

Βαρὺ κῶμα τὸ δυσδιέγερτον ἀκουστέον ἐστὶ, τό τε μικροὺς καὶ λεπτοὺς ὕπνους ἔχον ἐναντίον ἐστίν. ἐγίνετο δὲ τὸ μὲν πρῶτον, οἷς ἐπεκράτει τὸ πάχος καὶ τὸ πλῆθος τῆς ψυχρᾶς ὕλης, τὸ δὲ δεύτερον οἷς ἡ λεπτότης διασηπομένη.

Πολλὰ καὶ ἄλλα πυρετῶν ἐπεδήμησεν εἴδεα, τριταίων, τεταρταίων, νυκτερινῶν, συνεχῶν, μακρῶν, πεπλανημένων, ἀσωδέων, ἀκαταστάτων.

Διὰ τὴν ποικιλίαν τῶν λυπούντων χυμῶν τά τ’ ἄλλα νοσήματα καὶ τὰ τῶν πυρετῶν ἤδη πλείω συνέπεσε. ἐμνημόνευσε

715
δὲ τῶν μὲν διαλειπόντων ἁπάντων τριῶν ὄντων, ἀμφημερινῶν, τριταίων καὶ τεταρταίων· τριταίων μὲν καὶ τεταρταίων ὀνομαστὶ πρῶτον, ἀμφημερινοῦ δ’ ἐν τῷ φάναι νυκτερινῶν. διττῆς γὰρ οὔσης αὐτοῦ διαφορᾶς, καθόσον οἱ μὲν ἐν ἡμέρᾳ παροξύνουσιν, οἱ δ’ ἐν νυκτὶ καὶ διὰ τοῦτο καὶ τὰς προσηγορίας ἐντεῦθεν ἐπεκτήσαντο διαφόρους. ὁ Ἱπποκράτης τῶν τότε πλεονασάντων ἐμνημόνευσε νυκτερινῶν ὄντων. ἀναμνησθῶμεν οὖν ἔτι καὶ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν καὶ κατὰ τὸ δεύτερον, ἀῤῥώστων τε πολλῶν μνημονεύσας ἰδίᾳ καὶ καταστάσεις ὅλας διηγησάμενος, οὐδαμόθι πεμπταῖον ἢ ἑβδομαῖον ἢ ἄλλον τινὰ πολυήμερον ἔγραψε πυρετὸν, ὥσπερ οὐδ’ ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν οὔτ’ ἐν τοῖς ἔμπροσθεν οὔτ’ ἐν τοῖς ἐφεξῆς ἄχρι τέλους. ἐκ τούτων ὑπέρχεταί μοι περὶ τῶν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰρημένων ὑποπτεύειν ὥσπερ προγεγραμμένων, ἐν οἷς βούλεται καὶ ἄλλους τινὰς εἶναι πολυημερωτέρους τοῦ τεταρταίου πυρετοῦ. ἐν δὲ τῇ προειρημένῃ ῥήσει τὸ τῆς οἰκείας προσηγορίας, ὥσπερ τὸ
716
τῶν συνεχῶν, τὰ δ’ εἴδη πάντα διελθὼν αὐτοῦ, μετὰ ταῦτα κοινῇ προσηγορίᾳ τοὺς συνεχεῖς ἐδήλωσεν ὧν προειρήκει καύσους τε καὶ φρενίτιδας· ἐφεξῆς δὲ τήν τε τῶν μακρῶν καὶ τὴν τῶν πεπλανημένων ἔγραψε προσηγορίαν, ἔνθα μοι καὶ τοῦ κατ’ ἀρχὰς εἰρημένου τῆς προκειμένης ῥήσεως μέμνησο τοῦ πυρετῶν εἴδη καλεῖν αὐτῶν ἅπαντα τὰ κατειλεγμένα.

Ἅπαντες δ’ οὗτοι μετὰ πολλῆς ταραχῆς ἐγίνοντο, κοιλίαι τε γὰρ τοῖσι πλείστοισι ταραχώδεες, φρικώδεες, ἱδρῶτες οὐ κρίσιμοι καὶ τὰ τῶν οὔρων ὡς ὑπογέγραπται. μακρὰ δὲ τοῖσι πλείστοισι τουτέων. οὐδὲ γὰρ αἱ γινόμεναι τουτέοισιν ἀποστάσιες ἔκρινον, ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι· δύσκριτα μὲν πᾶσι πάντα ἐγίνετο καὶ ἀκρισίαι καὶ χρόνια, πολὺ δὲ μάλιστα τούτοισιν· ἔκρινε δὲ τουτέων ὀλίγοισι περὶ ὀγδοήκοντα, τοῖσι δὲ πλείστοισιν, ὡς ἔτυχεν, ἐξέλιπεν, ἔθνησκον δὲ τουτέων ὀλίγοι ὑπὸ ὕδρωπος ὀρθοστάδην·
717
πολλοῖσι δὲ καὶ ἐπὶ τοῖσιν ἄλλοισι νουσήμασιν οἰδήματα παρώχλει, πολὺ δὲ μάλιστα τοῖσι φθινώδεσιν.

Τοὺς προειρημένους ἅπαντας πυρετοὺς μετὰ πολλῆς φησι γενέσθαι ταραχῆς, εἶθ’ ἑξῆς αὐτὸς ἐξηγεῖται τί ἦν ἡ ταραχὴ, τὰ συμπτώματα γράφων αὐτῶν. καὶ τἄλλα δὲ τὰ ἐφεξῆς εἰρημένα πρόδηλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.

Μέγιστον δὲ καὶ χαλεπώτατον καὶ πλείστους ἔκτεινε τὸ φθινῶδες. πολλοὶ γάρ τινες ἀρξάμενοι κατὰ χειμῶνα, πολλοὶ μὲν κατεκλίθησαν, οἱ δ’ αὐτῶν ὀρθοστάδην ὑπεφέροντο, πρωῒ δὲ τοῦ ἦρος ἔθνησκον οἱ πλεῖστοι τῶν κατακλιθέντων· τῶν δ’ ἄλλων ἐξέλιπον μὲν αἱ βῆχες οὐδενὶ, ὑφίεσαν δὲ κατὰ θέρος. ὑπὸ δὲ τὸ φθινόπωρον κατεκλίθησαν πάντες καὶ πολλοὶ ἔθνησκον, μακρὰ δὲ τούτων
718
οἱ πλεῖστοι διενόσεον. ἤρξατο μὲν οὖν τοῖς πλείστοισι τούτων ἐξαίφνης ἐκ τούτων κακοῦσθαι, φρικώδεα δὲ πυκνὰ, πολλάκις πυρετοὶ ξυνεχέες, ὀξέες, ἱδρῶτες ἄκαιροι, ψυχροὶ, πολλοὶ διὰ τέλεος. πολλὴ δὲ ψύξις καὶ πάλιν μόλις ἀναθερμαινόμενοι, κοιλίαι ποικίλως ἐφιστάμεναι καὶ πάλιν ταχὺ καθυγραινόμεναι καὶ τῶν περὶ πνεύμονα πάντων διάδοσις κάτω, πλῆθος οὔρων οὐ χρηστῶν, ξυντήξεες κακαί. αἱ δὲ βῆχες ἐνῆσαν μὲν διὰ τέλεος πολλαὶ καὶ πολλὰ ἀνάγουσι πέπονα καὶ ὑγρὰ, μετὰ πόνων δὲ, οὐ λίην, ἀλλ’ εἰ καὶ ὑπεπόνεον, αὖθις πρῃέως πᾶσιν ἡ κάθαρσις τῶν ἀπὸ πνεύμονος ἐγίνετο. φάρυγγες οὐ λίην δακνώδεες, οὐδ’ ἁλμυρίδες, οὐδὲν ἠνώχλεον. τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα πολλὰ ἀπὸ κεφαλῆς ἦσαν κατῄει. πολὺ δὲ μέγιστον κακὸν παρείπετο καὶ τούτοισι καὶ τοῖσιν ἄλλοισι, τὰ περὶ τὴν ἀποσιτίην, καθάπερ ὑπογέγραπται. οὐδὲ γὰρ πότων μετὰ τροφῆς ἡδέως εἶχον, ἀλλὰ πάνυ διῆγον ἀδίψως.
719

Προείρηταί μοι καὶ πρόσθεν ὅτι πληρωθείσης ἐν τῇ θερμῇ καὶ ὑγρᾷ καὶ ἄπνῳ καταστάσει τῆς κεφαλῆς ἡ φθινώδης ἐγίνετο διάθεσις ἐκ τοῦ καταφερομένου ῥεύματος εἰς τὸν πνεύμονα. μέρος δ’ αὐτοῦ καὶ διὰ τοῦ στομάχου καταῤῥυὲν εἰς τὴν γαστέρα, τὰς κατ’ αὐτὴν ἤρξατο ταραχάς. ἃ δ’ ἐφεξῆς εἴρηται περὶ τῶν φθινωδῶν, δῆλα τοῖς μεμνημένοις τῶν προειρημένων ἐστίν. ὅμως δ’ οὖν κᾀγὼ περὶ ὧν ἂν ἐπισημήνασθαι δόξῃ κάλλιον εἶναι, πράξω τοῦτο. πρῶτον δ’ ἐν αὐτοῖς ἐστι τοὺς πλείστους τῶν φθινωδῶν ἀποθανεῖν ἐν ἀρχῇ τοῦ ἦρος, ἐπὶ τῇ μεταβολῇ τοῦ ἀέρος. αὐτὸς γὰρ εἶπεν ὀπισθοχειμῶνας γενέσθαι καὶ ἤδη περὶ ἰσημερίην βόρεια χιονώδεα. χαλεπώταται δὲ αἱ τοιαῦται μεταβολαὶ τοῖς φθινώδεσι καὶ διὰ τοῦτο καὶ τὸ φθινόπωρον ὀλέθριον. αὐτὸς γοῦν ἐν ἀφορισμοῖς ἔφη τοῖσι φθίνουσι κακὸν εἶναι. καὶ ἄλλως μὲν τὰ βόρεια τῶν κατὰ θώρακα μορίων ἁπάντων εἰσὶ κακωτικά. φησὶ γοῦν αὐτὸς ἐν ἀφορισμοῖς βῆχάς τε καὶ φάρυγγας, ὀδύνας τε πλευρῶν καὶ στηθέων γίνεσθαι κατὰ τὰ βόρεια, πολὺ δὲ μᾶλλον οἷς

720
ἤδη πέπονθε ταῦτα καὶ ἡ κεφαλὴ πεπληρωμένη καταπέμπει τὸ ῥεῦμα, διὸ καὶ τοῦ θέρους ὑπεῖναί φησι, τουτέστιν ἐνδοῦναι καὶ μετριάσαι τὰς βῆχας. ἐγένετο γὰρ, ὡς αὐτὸς ἔγραψε, τὸ θέρος ὑγρὸν καὶ θερμὸν, ὥσπερ αὖ πάλιν ἡ ἀρχὴ τοῦ μετ’ αὐτὸ φθινοπώρου βλαβερωτάτη τοῖς φθινώδεσιν. αὐτὸς γὰρ ἔφη, πάλιν δὲ περὶ ἀρκτοῦρον ἐν βορείοις ὕδατα πολλά. τοῦ δὲ εἰς πολὺν χρόνον ἐκπεσεῖν οὐ τὰς φθίσεις μόνον, ἀλλὰ καὶ τἄλλα νοσήματα, τὸ πάχος τῆς ὕλης αἰτιατέον τῆς οὐδὲν ἐχούσης, ὅσον ἐφ’ ἑαυτῇ, δριμὺ καὶ θερμὸν, ἀλλ’ ἐν τῷ χρόνῳ λαμβανούσης ἐκ τοῦ σήπεσθαι. σαφέστατα δ’ αὐτὸς ἐδήλωσε τοῦτο διὰ τῆσδε λέξεως, φάρυγγες οὐ λίην διακνώδεες, οὐδ’ ἁλμυρῶδες οὐδὲν ἠνώχλει, τὰ μέντοι γλίσχρα καὶ λευκὰ καὶ ὑγρὰ καὶ ἀφρώδεα ἀπὸ κεφαλῆς εἴη. τά γε μὴν ἄλλα πάντα τὰ κατὰ τὴν ῥῆσιν δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.

Βάρος σώματος, κωματώδεες.
721

Εἴρηται πολλάκις ὡς νεκρουμένης βασταζούσης καὶ κινούσης τὰ σώματα δυνάμεως βαρέα φαίνεται τὰ πρόσθεν ὑπ’ αὐτῆς, ὡς κοῦφα, βασταζόμενά τε καὶ κυνούμενα.

Τοῖσι πλείστοισιν αὐτῶν οἰδήματα καὶ εἰς ὕδρωπα περιίσταντο.

Θαυμαστὸν οὐδὲν, εἰ διὰ τὴν τῶν ἀπέπτων ὑγρῶν περιουσίαν εἰς τοῦτο τὸ πάθος ὑπηνέχθησάν τινες.

Φρικώδεες, παράληροι περὶ θάνατον.

Τῆς ἐκ τοῦ διασήπεσθαι κακοχυμίας αὐξανομένης ἥ τε φρίκη καὶ ὁ λῆρος αὐτοῖς ἐγίγνετο, προσελθόντος τοῦ χρόνου καθ’ ὃν ἤδη καὶ ἀπέθνησκον.

722
    Εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φλεγματῶδες, τὸ φακῶδες, τὸ ὑπέρυθρον, τὸ χαροπὸν, λευκοφλεγματίαι, πτερυγώδεες καὶ γυναῖκες· οὕτω τὸ μελαγχολικόν τε καὶ ὕφαιμον· οἱ καῦσοι καὶ τὰ φρενιτικὰ καὶ τὰ δυσεντεριώδεα τούτων ἥπτετο. τεινεσμοὶ νέοισι φλεγματώδεσι, μακραὶ διάῤῥοιαι καὶ τὰ δριμέα διαχωρήματα καὶ λιπαρὰ πικροχόλοισι.

    Τὰς ἰδέας τοῦ σώματος τῶν ἁλόντων τοῖς φθινωδικοῖς νοσήμασι διηγεῖται. τὸ μὲν οὖν λεῖον, ὅπερ ἐστὶν ἄτριχον, ἐνδείκνυται ψυχροτέραν εἶναι τοῦ συμμέτρου τὴν κρᾶσιν, οὐκ ἐπὶ παιδίων, δηλονότι τοῦ λόγου γιγνομένου. ταῦτα γὰρ ἀεὶ θερμὰ διὰ τὴν ἡλικίαν, ἀλλ’ ἐπὶ τῶν τελείων, ὡς ἐν τοῖς περὶ κράσεως ἐνδείκνυμεν. οὕτως δὲ καὶ ἡ λευκὴ χρόα, καὶ θαυμάζω διὰ τί προσέθηκε τὴν ὑπὸ πρόθεσιν, ὑπόλευκον εἰπὼν. ἐπὶ μὲν γὰρ τοῦ ἐρυθροῦ καλῶς εἴρηται τὸ ὑπέρυθρον. ἔμαθες γὰρ ὅτι τὸ ἐρυθρὸν χρῶμα θερμὴν κράσιν

    723
    ἐνδείκνυται. τὸ δ’ ὑπέρυθρον οὐχ ὁμοίως μὲν τῷ λευκῷ τὴν ψυχρὰν, οὐδέπω δ’ οὐδ’ αὐτὸ τὴν θερμήν. οἱ δὲ λευκοφλεγματίαι πρόδηλοι δή που ψυχρᾶς κράσεως ὄντες, εἴ τι ἐπιμεμνήμεθα τῶν ἐν τοῖς περὶ κράσεως εἰρημένων. ἔστι δ’ αὐτοῖς μαλακὴ καὶ ὕποδός πως ἡ σὰρξ ἐγγὺς τῇ τῶν ἑαλωκότων ὑδέρῳ τῷ λευκῷ φλεγματίᾳ καλουμένῳ. οὕτω μὲν οὖν ἅπαντες προδήλως εἰσὶ ψυχρᾶς κράσεως, οἱ φλεγματώδεις δ’, ὡς ἔμαθες, κακοχύμου. καὶ μὴν καὶ περὶ τῶν χαροπῶν καὶ ὅλως περὶ τῶν κατὰ τοὺς ὀφθαλμοὺς χρωμάτων ἔμαθες ἐν τοῖς περὶ κράσεως ὡς οὐχ ἁπλῶς εἴη λαβεῖν ἐκ τοιούτου σημείου βέβαιον τεκμήριον κράσεως ὅλου τοῦ σώματος, ὅτι μὴ μόνων τῶν ὀφθαλμῶν, οὐδὲ τούτων ἐναργῶς ἐπὶ τῶν προειρημένων· πρῶτον μὲν γὰρ τοὺς χαροποὺς λεγομένους ὀφθαλμοὺς ὁποῖοί τινές εἰσιν ἐννοῆσαι χρὴ τῶν ὑπὸ τοῦ ποιητοῦ γεγραμμένων ἀναμνησθέντας, ἔνθα φησίν·

    724
  1. Ἄρκτοι τ’ ἀγρότεροί τε σύες, χαροποί τε λέοντες.
  2. εἶτα θεασάμενον πολλοὺς λέοντας οὕτω παραθέσθαι τῇ μνήμῃ τὸ χρῶμα τῶν ὀφθαλμῶν, ὡς ἐπ’ ἀνθρώπων ἰδόντα, δύνασθαι ῥᾳδίως γνωρίσαι· κᾀπειδὰν φαίνωνται τοιοῦτοι καὶ τὴν κρᾶσιν, ὅσον ἐπὶ τοῖς ὀφθαλμοῖς, θερμὴν καὶ ξηρὰν εἶναι φάναι· μάχεται δὲ τούτῳ κατὰ τὴν προκειμένην ῥῆσιν οὐκ ὀλίγα. πρῶτον μὲν γὰρ ἅμα τῇ ψυχροτέρᾳ κράσει ἔταξε τὸ χαροπὸν, εἶθ’ ἑξῆς ὠνόμασε τοὺς πικροχόλους ὡς ἑτέρους τούτων ὄντας, καίτοι φανερῶς οὗτοι θερμῆς καὶ ξηρᾶς κράσεως εἰσί. ἀλλὰ καὶ μέντοι καὶ τὰ γεγραμμένα πάθη μεθ’ ὧν εἶπεν εἰδῶν τοῦ σώματος ἐνδείκνυται καὶ αὐτὰ τοὺς μὲν πρώτους εἰρημένους ἅπαντας εἶναι ψυχροτέρους, τοὺς δ’ ἐρυθροὺς θερμοτέρους, τοὺς δὲ πικροχόλους ἱκανῶς θερμούς· φαίνεται γὰρ ἡ κατάστασις ἀθροίσασά τε πλῆθος ἐν τῷ σώματι καὶ πληρώσασα τὴν κεφαλήν. καὶ τοῦτο μὲν κοινὸν ἁπάντων γενέσθαι τῶν νοσημάτων, Ἄρκτοι τ’ ἀγρότεροί τε σύες, χαροποί τε λέοντες.

    725
    ἁλῶναι δὲ καθέκαστον ἰδίῳ νοσήματι κατὰ τὴν οἰκείαν φύσιν, ἄλλον ἄλλῳ, διαῤῥοίαις τε καὶ δριμέσι διαχωρήμασι καὶ λιπαροῖς, τοὺς πικροχόλους. αὐτὸς γὰρ εἶπεν ἐν προγνωστικῷ καὶ τὰς λιπαρότητάς τε τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας, μέμφεσθαι, συντήξεως γὰρ σημεῖον. οἱ μὲν οὖν πικρόχολοι συντηκτικοῖς πυρετοῖς εἰκότως ἑάλωσαν, ἠνωχλοῦντό τε τοῖς κατὰ τὴν γαστέρα διαχωρήμασιν· οἱ δ’ ἐρυθροὶ καὶ πρὸς μελαγχολίαν ἐπιτήδειοι παχὺ καὶ θερμὸν ἔχοντες αἷμα τοῖς φρενιτικοῖς τε καὶ καυσώδεσιν εἰκότως ἑάλωσαν νοσήμασι καὶ δυσεντερίαις ταῖς αἱματηραῖς ὡς εἰκὸς μάλιστα. μεμαθήκαμεν γὰρ ὅτι διτταί τινές εἰσιν, ἐξ ἑλκώσεως μὲν ἀναβρωθέντων τῶν ἐντέρων, ἑτέρα διαφορὰ, πολλοῦ δ’ αἵματος ἐκκενουμένου διὰ τῶν εἰς ἔντερα καθηκουσῶν φλεβῶν ἡ λοιπή. ὅσαι δὲ τῶν φύσεων ἤτοι θερμότεραι μόνον ἢ ψυχρότεραί τε ἅμα καὶ ὑγρότεραι, ταύτας εἰκὸς ἦν, ὡς ἂν μήτε πυρετοῖς ἁλωτοὺς οὔσας μήτε χολώδεσι παθήμασι, μόνοις τοῖς ἀπὸ κεφαλῆς ἁλῶναι ῥεύμασι καὶ διὰ τοῦτο φθινωδῶς νοσῆσαι. γεγραφότος δὲ τοῦ Ἱπποκράτους,
    726
    εἶδος δὲ τῶν φθινωδέων ἦν τὸ λεῖον, τὸ ὑπόλευκον, τὸ φλεγματῶδες, τὸ ὑπέρυθρον, ἀναμίξαντος δὲ τῷ λόγῳ καὶ τοὺς χαροποὺς, ἄξιον ἔδοξέ μοι ζητήσεως εἶναι τὸ λελεγμένον. εὔλογον ἦν οὐ χαροποὺς, ἀλλὰ γλαυκοὺς μᾶλλον εἰρῆσθαι, δοκοῦντας εἶναι τοὺς μὲν ψυχρᾶς, τοὺς δὲ ὑγρᾶς, τοὺς δ’ ἅμα τε ψυχρᾶς τε καὶ ὑγρᾶς κράσεως, ὦν οὐδὲν ἐναντιοῦται τῷ προκειμένῳ λόγῳ. παρατιθέντες γοῦν τά τε βρέφη καὶ Σκύθας καὶ Κελτοὺς καὶ Γερμανοὺς ὑγροτέρους μὲν ὄντας ὁμολογουμένως τῇ κράσει, ψυχροτέρους δ’ οὐκέθ’ ὁμολογουμένως. ἐμοὶ μὲν οὖν διὰ ταῦτ’ ἔδοξεν ἄξιον ζητήσεως τὸ περὶ τῆς χαροπῶν ὀφθαλμῶν χροιᾶς. τῶν δ’ ἐξηγησαμένων τὸ βιβλίον οἱ μὲν ἐμπειρικοὶ καὶ σὺν αὐτοῖς δὲ ὁ Λύκος ὥσπερ ἄλλα πολλὰ καὶ τοῦτο χωρὶς τοῦ ζητῆσαι τὴν αἰτίαν παριεῖσι. οἱ δ’ Ἱπποκράτειοι τινὲς μὲν θερμῆς κράσεως εἰπόντες εἶναι γνώρισμα τὸ χαροπὸν, οἱ δὲ ξηρᾶς, εἰσὶ δ’ οἳ καὶ ἀμφοτέρων, οὐδὲν ἔτι προστιθέασιν. ἤρκεσε γοῦν εἰπεῖν Σαβίνῳ τοῦτο μόνον, τὸ δὲ χαροπὸν πάνυ ξηρὸν ὂν ἔχει ἐπικλινίαν πρὸς φθίσιν, οὔτε τὸν λογισμὸν
    727
    εἰπόντι δι’ ὃν τοῦτο ἔγραψεν, οὔθ’ ὅτι τἄλλα μεθ’ ὧν γέγραπται τοῦτο, πάντ’ ἐστὶ ψυχροτέρας τε καὶ ὑγροτέρας κράσεως γνωρίσματα. μή τι οὖν ἀντὶ τοῦ γλαυκοῦ τὸ χαροπὸν ἔγραψεν ὁ Ἱπποκράτης παρενεχθεὶς ἐν τῇ προσηγορίᾳ; τί γὰρ ἂν ἄλλο τις εἴποι; τοῦτο μὲν οὖν ἐν κοινῷ προκείσθω σκοπεῖν. ἐπὶ δὲ τὰ κατάλοιπα τῆς ῥήσεως ἴωμεν. ἐν μὲν γὰρ τοῖς φθινώδεσι νοσήμασιν ἅμα τοῖς προειρημένοις καὶ τοὺς πτερυγώδεις ἔγραψεν, οὐ διὰ τὴν κρᾶσιν, ἀλλὰ διὰ τὴν μοχθηρὰν διάθεσιν τοῦ θώρακος. ἐπιτηδείως ἔχοντας εἰς φθίσιν ἐμπεσεῖν. ἕπεσθαι δ’ εἰκός ἐστι καὶ τὴν διάπλασιν αὐτοῦ τῇ συμφύτου θερμότητι. κατὰ δὲ τὴν τελευτὴν τοῦ περὶ τῶν φθινωδῶν λόγου προσθέντος τοῦ Ἱπποκράτους ἐπισκέψασθαι καὶ γυναῖκες οὕτως ἄξιον πότερον οὑτωσί πως εἶπεν, ὡς εἰ καί τις ἔφη καὶ τὰς γυναῖκας ἁλῶναι τοῖς φθινώδεσι πάθεσιν ὁμοίως τοῖς ἀνδράσιν, ὅσαι τῶν αὐτῶν ἦσαν εἰδῶν ἤ καὶ χωρὶς τοῦ ταῦτ’ ἔχειν τὰ γνωρίσματα πλεονάσαι φησὶ τὸ πάθος ταῖς γυναιξὶν, ὡς ἂν ὑγροτέραις τε καὶ ψυχροτέραις οὔσαις, ὥσθ’
    728
    ὅπερ ἐνίοις τῶν ἀνδρῶν διὰ τὴν ἰδίαν ἑκάστου κρᾶσιν ἐγένετο, τοῦτο πάνυ πολλαῖς τῶν γυναικῶν διὰ κοινήν. ἐμοὶ δ’ οὖν ἑκάτερον δοκεῖ λόγον ἔχειν, πιθανὸν γάρ ἐστι πλείους τῶν ἀνδρῶν ἁλῶναι τὰς γυναῖκας τῷ φθινώδει πάθει, διὰ τὴν κοινὴν αὐτῶν κρᾶσιν, ἐξαιρέτως τε παθεῖν αὐτὰς ὅσαι τοιαῦται τὸ εἶδος ἦσαν, οἵους κατέλεξε τοὺς ἄνδρας, ἐφεξῆς δ’ εἰρηκότος αὐτοῦ τὸν μελαγχολικὸν καὶ ὕφαιμον εἶδος ἁλῶναι μάλιστα καύσοις τε καὶ φρενίτισιν. ἀναμνησθῶμεν ὧν ἐμάθομεν, ὡς ἐν τοῖς αἷμα πολὺ καὶ θερμὸν γεννῶσιν ἕτοιμόν ἐστιν εἰς μελαγχολικὴν ἀφικέσθαι κακοχυμίαν. ἄκουε τοίνυν οὐ τῶν ἤδη τὴν μέλαιναν ἠθροικότων πολλὴν, ἀλλὰ τῶν ἐπιτηδείως ἐχόντων πρὸς τὴν γένεσιν αὐτῆς, εἰκότως δὲ τούτους θερμοῖς ἁλῶναι συνέβη νοσήμασιν, ὡς ἂν καὶ φύσει θερμοτέρους ὄντας. ἔμπροσθεν δ’ εἰρηκὼς τοῖς φθινώδεσιν ἁλῶναι νοσήμασι τοὺς φλεγματώδεις, νῦν προσθεὶς τὸ τῆς ἡλικίας αὐτοῖς ἔφη, τεινεσμοὶ νέοισι φλεγματώδεσιν, ὡς οὐ μόνης τῆς φυσικῆς κράσεως γενομένης ἐπιτηδείου
    729
    πρὸς τὸ ἐργάσασθαι τὸ τοῦ τεινεσμοῦ πάθος, ἀλλὰ καὶ τῆς ἡλικίας θερμῆς οὔσης, ἵνα διὰ δριμὺ καὶ σηπεδονῶδες φλέγμα τὸν τεινεσμὸν γεγονέναι νοήσωμεν. τῇ γὰρ πρὸς τὸ ἀπευθυσμένον ἔντερον διεξόδῳ τὸ τοιοῦτον φλέγμα βλάβην ἑλκώδη τοῦ μέρους ἐργαζόμενον, ἐπὶ τὴν ἀπόκρισιν ἠρέθιζε συνεχῶς τοὺς κάμνοντας. τάσεις δὲ καὶ προθυμίας ἀποκρίσεως σφοδροτέρας τῶν δυσεντερικῶν οἱ τεινεσμώδεις ἴσχουσι διὰ τὸ δυσέκκριτον τοῦ φλέγματος, ἐμπλάττεται γὰρ τοῖς σώμασι παχὺ καὶ γλίσχρον ὂν, οὐχ ὥσπερ ξανθὴ χολὴ ταχέως διεξέρχεται. περὶ δὲ τῶν πικροχόλων φύσεων ἔμπροσθεν ἔλεγον εὐλόγως αὐταῖς δριμέα μὲν εἷναι τὰ διαχωρούμενα διὰ τὴν ὠχράν τε καὶ ξανθὴν καὶ πικρὰν ὀνομαζομένην χολὴν, λιπαρὰν δὲ σύντηξιν, ἐφ’ οἷς διαχωρήμασι μακρὰς διαῤῥοίας γενέσθαι, διὰ τὸ πλῆθος τῆς ἀθροισθείσης κακοχυμίας.