In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἄδιψοι δὲ πάνυ ἦσαν οὗτοι.

Περὶ τῶν φρενιτικῶν ὁ λόγος· ἀδίψους δ’ αὐτοὺς γεγονέναι φησὶν οὐχ οὕτως διὰ τὸ πολλὴν ὑγρότητα πλεονάζουσαν ἔχειν ἐν τῷ στόματι τῆς γαστρὸς, ὡς διὰ τὸ μὴ παρακολουθεῖν οἷς ἔπασχον καὶ νενεκρῶσθαι τὴν ὀρεκτικὴν τοῦ στομάχου αὐτοῖς δύναμιν.

Οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς ὥσπερ ἐπ’ ἄλλοισιν, ἀλλ’ ἄλλῃ τινὶ καταφορῇ κακῇ, νωθρῇ, βαρέως ἀπώλλυντο.

Εἰ χωρὶς τοῦ προειπεῖν οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς, ἀπλῶς εἰρήκει τοὺς τότε φρενιτικοὺς ἀπόλλυσθαι καταφορῇ νοθρῇ, πιθανὸν ἦν ἀκοῦσαι μεταπτώσεως εἰς λήθαργον αὐτοῖς γενομένης, οὕτω διαφθείρεσθαι. προειρημένου

699
δὲ τοῦ, οὐδ’ ἐξεμάνη οὐδεὶς, εὐλογώτερόν ἐστι μετὰ καταφορᾶς αὐτοὺς ἀπόλλυσθαι μένοντας φρενιτικοὺς, ὅπερ ἐστὶ παραφρονοῦντας, ἐν τούτῳ γὰρ μόνῳ διηνεκῶς ὑπάρχοντι μετὰ πυρετοῦ τὴν φρενῖτιν νοοῦμεν, οὐδενὶ διαφέρουσαν ἄλλῳ τῆς μανίας πλὴν τῷ πυρετῷ. φρενῶν μὲν γὰρ ἄμφω βλάβαι. τὸ δὲ χωρὶς πυρετοῦ τῶν μαινομένων ἴδιον, ὥσπερ τὸ σὺν πυρετῷ τῶν φρενιτικῶν. θαυμαστὸν οὖν οὐδὲν ἠθροισμένων ἐν τῷ σώματι χυμῶν ὠμῶν, ὡς τά γε διαχωρούμενα τὴν ἔνδειξιν ἐποιήσατο, κωματώδεις τε ἅμα καὶ παραφρονοῦντας γενέσθαι, κωματώδεις μὲν διά τε τὸ πλῆθος καὶ τὴν ψυχρότητα τῶν ὠμῶν χυμῶν, παραφρονοῦντας δὲ, διότι σηπόμενοι δριμύτητά τε καὶ θερμασίαν ἐγέννων.

Ἦσαν δὲ καὶ ἄλλοι πυρετοὶ, περὶ ὧν γεγράψεται.

Ἀναμνησθῶμεν δ’ ὅτι προειπὼν, ἦν κατάστασις τῶν

700
γενομένων καυσώδης, ἣν δὴ καὶ διηγησάμενος ἐφεξῆς πάντ’ αὐτοῖς τὰ συμβάντα καὶ μετὰ ταῦτα πάλιν εἰπὼν, παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσιν. εἶτα καὶ τὸν περὶ τούτων λόγον ἅπαντα πληρώσας ἑξῆς ἐπήνεγκεν· ἦσαν δὲ καὶ ἄλλοι πυρετοὶ περὶ ὧν γεγράψεται. δηλοῖ γὰρ ἐκ ταύτης τῆς λέξεως πυρετῶν εἴδη τὸν καῦσον εἶναι καὶ τὴν φρενῖτιν, καῦσον μὲν, ὃς ἂν διηνεκὲς ἔχῃ δίψος μετὰ διηνεκοῦς πυρώσεως πολλῆς, φρενῖτιν δὲ, ὡς ἂν συνεχὴς ὢν, ἅμα καὶ παραφροσύνῃ γίνεται διηνεκεῖ.

Στόματα πολλοῖσιν ἀφθώδεα, ἑλκώδεα, ῥεύματα περὶ αἰδοῖα πολλὰ, ἑλκώματα, φύματα ἔξωθεν, εἴσωθεν τὰ παρὰ βουβῶνας.

Εἰρήκει μὲν ἔμπροσθεν καὶ περὶ τούτων. ἀλλ’ ἐν τῷ κατὰ μέρος ὑπὲρ ἑκάστου λέγει, μέχρι τοῦ φθινοπώρου τὰς τῶν ἐρυσιπελάτων γενέσεις εἰπὼν προελθεῖν, εὔδηλός

701
ἐστι καὶ περὶ τῶν νῦν ἐφεξῆς αὐτοῖς γραφομένων ἁπάντων ἐνδεικνύμενος ταὐτό. κατὰ τοῦτ’ οὖν αὖθις ἐμνημόνευσε τῶν αὐτῶν.

Ὀφθαλμίαι ὑγραὶ, μακραὶ, χρόνιαι μετὰ πόνων, ἐπιφύσιες βλεφάρων ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντες τὰς ὄψιας, ἃς σῦκα ἐπονομάζουσιν.

Ἡ τοῦ πλεονάσαντος χυμοῦ περιουσία διττὸν ἔοικεν ἔχειν εἶδος ἐν τῇ κατὰ πάχος καὶ λεπτότητα διαφορᾷ, καθάπερ εἴωθεν ἀεὶ σχεδὸν ἐφ’ ὑγραῖς καὶ νηνέμοις γίνεσθαι καταστάσεσιν. εἰ μὴ γὰρ οἰκείοις τις τοῖς γυμνασίοις χρώμενος ῥιπίζει τε ἅμα καὶ διακαθαίρει καὶ κινεῖ τὸ σῶμα, πλῆθος ἀθροίζει χυμῶν καὶ παχέων καὶ λεπτῶν· παχέων μὲν διὰ τὴν ἀργίαν, λεπτῶν δὲ καὶ ὑδατωδῶν, διὰ τὸ μὴ κεκενῶσθαι. τῆς μὲν οὖν λεπτότητος αὐτῶν τεκμήρια τά τε κατὰ τὴν γαστέρα διερχόμενα λεπτὰ καὶ τὰ οὖρά γε

702
τοιαῦτα γενόμενα· τοῦ δὲ πάχους τό τε χρονίσαι πᾶν καὶ τὸ συνεδρεῦον τοῖς πλείστοις κῶμα. καὶ τούτων οὖν εἰκότως οἷς ἐπ’ ὀφθαλμοὺς ἔῤῥεψε τὸ πλῆθος, ὑγρᾶς μὲν ὀφθαλμίας εἰργάσατο διὰ τὴν λεπτότητα, τὰς δὲ τῶν βλεφάρων ἐπιφύσεις διὰ τὸ πάχος. τοῦ γὰρ ἐπιῤῥέοντος τοῖς ὀφθαλμοῖς χυμοῦ τὸ μὲν ἐκκρινόμενον ὑγρὸν ἐργάζεται τὰς ὀφθαλμίας, τουτέστι μετὰ ῥεύματος ὑγροῦ καὶ ὑδατώδους, τὸ δὲ παχύτερον ἐμπλαττόμενον τοῖς πάσχουσι μορίοις τὰς ὀχθώδεις ἐπαναστάσεις. ὅσον δὲ ἐν τῷ βάθει τῶν ὀφθαλμῶν ἐγένετο τοῦ παχέος χυμοῦ τὰς ὀδύνας εἰργάζετο.

Ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ καὶ ἐν αἰδοίοισι.

Τὰ διὰ τὸ πάχος τῆς ὕλης ἐπιφυόμενα τοῖς βλεφάροις οὐκ ἐνταῦθα μόνον, ἀλλὰ κᾀπὶ τῶν αἰδοίων ἔφη γενέσθαι, καὶ εἴ πού τι μόριον ἄλλο συνέτυχεν ἑλκωθῆναι, τοῦ πάχους

703
τῶν χυμῶν, ὡς εἴρηται, τὰς τοιαύτας ἐπιφύσεις ἐργαζομένου· καλοῦσι δ’ αὐτὰς οἱ πολλοὶ μύκητας.

Ἄνθρακες πολλοὶ κατὰ θέρος καὶ ἄλλα, ἃ σῆψις καλέεται.

Καὶ διὰ τὸ χρονίζειν μὲν ἐν τῷ σώματι τὴν κακοχυμίαν ἡ σηπεδὼν ηὐξάνετο, τοῦ θέρους δ’ ἐπιλαβόντος, οὐδ’ αὐτοῦ τοὺς ἐτησίας ἔχοντος, ἔτι καὶ μᾶλλον εἰς ἄκρον ἀφίκετο καὶ διὰ τοῦτο θερμὰ νοσήματα πλείω τε καὶ κακοηθέστερα τῶν ἔμπροσθεν ἐγένετο. δέδεικται γὰρ ὅτι καὶ ὁ ἄνθραξ ἐκ θερμῆς μέντοι πυῤῥότητος, παχείας δὲ κατὰ τὴν σύστασιν ὕλης ἔχει τὴν γένεσιν.

Ἐκθύματά τε μεγάλα.

Πρόδηλον μὲν ὅτι παρὰ τὸ ἐκθύειν, ὅπερ ἐστὶν ἐξορμᾶν.

704
ἡ προσηγορία τοῖς ἐκθύμασι γέγονεν, ἐπὶ τῶν αὐτομάτως ἐξανθούντων κατὰ τὸ δέρμα. γένεσις δ’ αὐτοῖς ἐκ τῶν περιττῶν δηλονότι χυμῶν, ἀλλὰ καὶ τῇ ποιότητι προσηκόντως ἕπεται, τῶν μὲν χυμῶν λεπτῶν ἑλκώσεις ἐργαζομένων μᾶλλον ἢ ὄγκους, τῶν δὲ παχέων εἰς ὄγκον ἐξαιρόντων τὸ δέρμα. πρόδηλον δ’ ὅτι ταὐτοῦ γένους ἐστὶ τοῖς προειρημένοις ἐπιφύεσθαι κατὰ τὰ βλέφαρα καὶ τὰ ἕλκη καὶ τὰ νῦν ἐν τῷ δέρματι τὴν γένεσιν αὐτόματον ἔχοντα.

Ἕρπητες πολλοῖσι μεγάλοι.

Μεγάλους ἤτοι διὰ τὸ πολὺν ἐπιλαμβάνων τόπον ἢ διὰ τὸ μετ’ ἀναβρώσεως κακοήθους γίνεσθαι κέκληκεν. ἑκάτερον δ’ ἀκολουθεῖ τῇ κατὰ τοὺς χυμοὺς εἰρημένῃ διαθέσει.