In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ὁ δὲ λευκὸς οἰνώδης οἶνος ἐπῄνηται μὲν καὶ ἔψεκται τὰ πλεῖστα καὶ τὰ μέγιστα ἤδη ἐν τῇ τοῦ γλυκέος οἴνου διηγήσει· ἐς δὲ κύστιν μᾶλλον πόριμος ἐὼν τοῦ ἑτέρου καὶ διουρητικὸς δὲ ὢν καὶ καταῤῥηκτικὸς ἀεὶ, πολλὰ προσωφελέοι ἂν ἐν ταύτῃσι τῇσι νούσοισι· καὶ γὰρ εἰ πρὸς ἄλλα ἀνεπιτηδειότερος τοῦ ἑτέρου πέφυκεν, ἀλλ᾿ ὅμως ἡ κατὰ τὴν κύστιν κάθαρσις ὑπ᾿ αὐτοῦ γιγνομένη ῥύεται, ἢν προτρέπηται ὁκοῖον δεῖ. καλὰ δὲ ταῦτα τεκμήριά ἐστι τῆς περὶ οἴνου ὠφελείης καὶ βλάβης, ὁκόσα ἀκαταμάθητα ἦν τοῖσιν ἐμεῦ γεραιτέροισιν.

Εἴρηταί μοι περὶ τοῦδε τοῦ οἴνου κατὰ τὸν περὶ τοῦ γλυκέος οἴνου λόγον, ἐπειδὴ παρέβαλέ τε καὶ ἀντεξήτασε τὰς

644
δυνάμεις αὐτῶν. εἶπον οὖν ὅτι ζήτημά ἐστιν οὐ σμικρὸν, εἴτε λευκὸν ἅμα καὶ αὐστηρὸν οἶνον οἰνώδη λευκὸν εἴρηκεν, εἴτε τὸν θερμαίνοντα σφοδρῶς ὡς ἐν λευκοῖς οἴνοις· ἰσχυρῶς μὲν γὰρ θερμαίνειν οὐδεὶς δύναται τῶν λευκῶν οἴνων. ὁ μὲν γὰρ ἄκρως θερμὸς οἶνος εὐθὺς καὶ ξανθός ἐστιν, ὥσπερ γε καὶ ὁ ἐφεξῆς αὐτοῦ κιῤῥὸς, εἶτ᾿ ἐπ᾿ αὐτοῖς ὁ ἐρυθρὸς, εἶθ᾿ ὁ γλυκύς· ὁ δὲ λευκὸς ἧττον μὲν ἁπάντων τούτων θερμαίνει, διαφορὰς δ᾿ ἐν αὐτῷ κατὰ μέρος ἔχει, καθὰ καὶ τἄλλα πάντα διαστήματα κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον. ὁ δὴ τοιοῦτος οἶνος ὅτι ποριμώτερός ἐστιν ἐπὶ κύστιν τοῦ γλυκέος εἴρηται πρόσθεν· ἀνεπιτηδειότερον δ᾿ αὐτὸν εἰς ἄλλα τοῦ γλυκέος φησὶν εἶναι, ταῦτα δ᾿ ἐστὶν ὑπαγωγή τε γαστρὸς καὶ πτυσμάτων ἀναγωγή. καλὰ δ᾿ ἔφη ταῦτα τεκμήρια εἶναι, τουτέστι γνωρίσματα, τῆς τῶν οἴνων δυνάμεως.

Κιῤῥῷ δὲ οἴνῳ καὶ μέλανι. αὐστηρῷ ἐν ταύτῃσι τῇσι νούσοισιν
645
ἐς τάδε ἂν χρήσαιο· εἰ καρηβαρίη μὲν μὴ ἐνείη, μηδὲ φρενῶν ἅψις μηδὲ τὸ πτύελον κωλύοιτο τῆς ἀνόδου, μηδὲ τὸ οὖρον ἴσχοιτο, τὰ διαχωρήματα δὲ πλαδαρώτερα καὶ ξυσματωδέστερα εἴη· ἐν δὴ τοῖσι τοιουτέοισι πρέποι ἂν μάλιστα μεταβάλλειν ἐκ τοῦ λευκοῦ καὶ ὁκόσα τουτέοισιν ἐμφερέα.

Ὁ μὲν γλυκὺς οἶνος εὐθὺς καὶ μέλας ἐστὶν, οὐ μὴν ὅ γε μέλας εὐθέως ἅπας καὶ γλυκὺς, ἀλλ᾿ αὐστηροί τινες ἐξ αὐτῶν ὑπάρχουσιν, οἷοι παρ᾿ ἡμῖν ἐν Ἀσίᾳ πλησίον Περγάμου καὶ κατὰ Περπερίναν τε καὶ Αἰγάς. ὁ δὲ κατὰ τὴν Κιλικίαν Ἀναβάτης αὐστηρός τε ἅμα καὶ γλυκύς ἐστιν, ἐξ ἐναντίων ποιοτήτων συγκείμενος· διὸ καὶ μοχθηρὸς ὑπάρχει, μήτ᾿ ἀναδιδόμενος μήθ᾿ ὑπερχόμενος, ἀλλ᾿ ἐπὶ πλέον τε παραμένων τῇ ἄνω γαστρὶ καὶ πνευματῶν αὐτήν. ὅ γε μὴν ἄνευ τοῦ γλυκὺς εἶναι μέλας οἶνος αὐστηρὸς εἰς τὰ κατὰ τὴν γαστέρα χρήσιμος, ὅταν ἤτοι πλείω τοῦ προσήκοντος ὑπέρχηται κατ᾿ αὐτὴν, ἢ ξυσματώδη· τηνικαῦτα γὰρ ἐπιτήδειός ἐστιν, ὥσπερ γε καὶ ὁ λευκὸς οἶνος ὁ αὐστηρὸς, ὅσα

646
τ᾿ ἄλλα φάρμακα στύφοντα. πρὸς δὴ ταῦτά φησι καὶ τὸν κιῤῥὸν οἶνον ἁρμόττειν, οὐχ ἁπλῶς ἅπαντα λέγων τὸν κιῤῥὸν, ἀλλὰ τὸν αὐστηρὸν κιῤῥόν· ἐπ᾿ ἀμφοτέρων γὰρ ἀκούειν γε χρὴ τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένον οὕτως· κιῤῥῷ δ᾿ ἂν οἴνῳ καὶ μέλανι τοῖς αὐστηροῖς ἐν ταύτῃσι τῇσι νούσοισιν εἰς τάδε ἂν χρήσαιο. διττὸς γὰρ ὁ κιῤῥὸς, ὥσπερ καὶ ὁ μέλας, ὁ μὲν γλυκὺς, ὁ δὲ αὐστηρός· ὄντος καὶ τρίτου παρ᾿ ἑκατέρῳ, ἐξ ἐπιμιξίας ἀμφοτέρων τῶν ποιοτήτων. ἀλλ᾿ ὅ γε μίαν ἔχων ποιότητα διττὸς μὲν ἑκατέρᾳ χρόᾳ, κεφαλῆς δὲ καὶ γνώμης ὁ κιῤῥὸς μᾶλλον ἅπτεται, διότι καὶ θερμότερός ἐστι τοῦ μέλανος· τῷ δ᾿ αὐτῷ λόγῳ καὶ τοὺς πυρετοὺς αὐξάνει, τούτοις γὰρ ἐπιτήδειοι μόνοι τῶν οἴνων εἰσὶν οἱ ὑδατώδεις. εἰκότως οὖν ἐκώλυσε χρῆσθαι τοῖς αὐστηροῖς οἴνοις, εἴτε κιῤῥοὶ τὴν χρόαν εἴτε μέλανές εἰσιν, ἐν δὲ ταῖς καρηβαρίαις καὶ ταῖς βλάβαις τῶν φρενῶν, τουτέστιν ὅπου ὁ πυρετὸς αὐτῶν ἥψατο· καὶ προσέτι γε κᾀκεῖνα τῶν κατὰ θώρακά τε καὶ πνεύμονα νοσημάτων, ἐν οἷς ἴσχεται τὸ πτύελον, ἀνεπιτηδείους τοὺς τοιούτους οἴνους εἶναί
647
φησι καὶ τῶν οὔρων ἐπεχομένων, διὰ τὸ πάχος δηλονότι καὶ τὴν στύψιν.

Προξυνιέναι δὲ δεῖ ὅτι τὰ μὲν ἄνω πάντα καὶ τὰ κατὰ τὴν κύστιν ἧσσον βλάψει, ἢν ὑδαρέστερος ᾖ· τὰ δὲ κατ᾿ ἔντερον καὶ μᾶλλον ὀνήσει, ἢν ἀκρητέστερος ᾖ.

Ὁ ἀκρατέστερος οἶνος, ὡς εἴρηκε, τοῖς κατ᾿ ἔντερον μᾶλλον ἐπιτήδειός ἐστιν· εἰκότως οὖν ὀνίνησιν αὐτὰ τῷ λόγῳ τῆς στύψεως, δι᾿ ἣν καὶ τὸ βοηθεῖν ὅλως εἶχεν· ἀλλὰ ταύτην γε τὴν στύψιν ἐκλύει κεραννύμενος ὑδαρὴς καὶ διὰ τοῦτο ἧττον ὀνίνησιν αὐτά. καθάπερ δὲ ταῦτα μᾶλλον ὀνίνησιν τῷ λόγῳ τῆς στύψεως, ὅταν ἀκρατέστερος ᾖ, οὕτω τὰ κατὰ θώρακα καὶ κεφαλὴν μᾶλλον βλάπτει· ταῦτα δ᾿ ἐστὶν ἃ ἐδήλωσεν εἰπὼν, τὰ μὲν ἄνω βλάπτει πάντα. βλάπτει δὲ καὶ τὰ δεόμενα δι᾿ οὔρων ἐκκαθαίρεσθαι τὰ σώματα· πασῶν γὰρ τῶν ἐκκρίσεων ἐφεκτικός ἐστιν ὁ αὐστηρὸς

648
οἶνος. ταῦτα περὶ οἴνων ὁ Ἱπποκράτης εἰπὼν εὐθὺς ἐπὶ μελίκρατον μεταβαίνει, τὰ μὲν ἄλλα σχεδὸν ἅπαντα τὰ περὶ τῶν οἴνων δείξας, ἓν δὲ παραλιπὼν ἀνεξέργαστον, ὃ διῆλθον ἐγὼ κατὰ τὸ πάρεργον· ὅτι τοῖς πυρέττουσιν οἶνος ἐπιτηδειότατός ἐστιν ὁ ὑδατώδης. ἔστι δ᾿ οὗτος ὁ λευκὸς μὲν τὴν χρόαν, λεπτὸς δὲ τὴν σύστασιν, ἐπιφανῆ μηδεμίαν ἔχων ποιότητα τῶν τοῖς ἄλλοις οἴνοις ὑπαρχουσῶν, μήτ᾿ αὐστηρότητα, μήτε στρυφνότητα, μήτε γλυκύτητα, μήτε δριμύτητα, μήτ᾿ ὀσμήν· τῷ γὰρ τοιούτῳ καὶ τὰς τοῦ ὕδατος κακίας καὶ τὰς τοῦ οἴνου ἐκπεφευγέναι μόνῳ τῶν πάντων οἴνων ὑπάρχει. γεννῶνται δὲ καθ᾿ ἕκαστον ἔθνος ἔνιοι τοιοῦτοι, κατὰ μὲν τὴν Ἰταλίαν ὁ ἄτονος Σαβῖνος, ὃν καὶ διδόασι τοῖς πυρέττουσιν· ἐν Ἀσίᾳ δὲ ὅ τε Τιτακαζηνὸς καὶ Τιβῖνος. ἀκηκοὼς δὲ αὐτοῦ τὰ γνωρίσματα ῥᾳδίως εὑρήσεις καθ᾿ ἕκαστον ἔθνος οἴνους τοιούτους, ἐν οἷς χωρίοις πάνυ τι λεπτοὶ καὶ ὑδατώδεις οἶνοι γίγνονται· ἐγὼ γοῦν καὶ κατὰ τὴν Κιλικίαν καὶ Φοινικίην καὶ Παλαιστίνην καὶ Σκῦρον καὶ Κρήτην εὗρον οἴνους τοιούτους· ἀλλ᾿ ὅμως οἷον εἴρηκα καὶ κατὰ πάντα τὰ χωρία τεθέαμαι καὶ τό γε
649
θαυμασιώτερον, ὅτι καὶ κατ᾿ Αἴγυπτον· παχεῖς γὰρ οἶνοι καὶ ὀσμὴν ἔχοντες καὶ ἰσχυροὶ σφόδρα ἐν τοῖς θερμοῖς χωρίοις γεννῶνται· κατὰ δὲ τὴν Ἰταλίαν καὶ Βιθυνίαν καὶ τὴν Ἀσίαν θαυμαστὸν οὐδέν ἐστι πολλοὺς ὑδατώδεις γίνεσθαι. ζητήσαι δ᾿ ἄν τις διὰ τί παρέλιπεν ὁ Ἱπποκράτης ἰδίᾳ περὶ τῶν τοιούτων οἴνων ἐν τῷ διηνυσμένῳ λόγῳ, καίτοι γε ἀλυποτέρων ὄντων τοῖς πυρέττουσιν ἤπερ οἱ ἄλλοι πάντες. οὐδὲ γὰρ οὐδὲ τοῦτ᾿ ἔστιν εἰπεῖν, ὡς ἠγνόει τὸν τοιοῦτον οἶνον· αὐτὸς γοῦν ὀλίγον ὕστερον ἐν τῷ τοῦ μελικράτου λόγῳ τάδε γράφει· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου, ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ καὶ ἀσθενέστερον· ταῦτ᾿ εἶπε παραβάλλων τὸ μελίκρατον οἴνῳ λεπτῷ καὶ ὀλιγοφόρῳ, τουτέστιν ὀλίγον ὕδωρ φέροντι καὶ ἀνόσμῳ. σαφῶς γοῦν καὶ ἀκριβῶς εἰπὼν τὰ γνωρίσματα τοῦ οἰνώδους οἴνου καὶ διελθὼν ὡς καὶ κεφαλῆς ἅπτοιτο καὶ φρενῶν, ἱκανὴν ἐνόμισεν εἶναι καὶ περὶ τοῦ ἐναντίου αὐτῷ τοῦ ὑδατώδους τὴν διδασκαλίαν, ἡμῶν δυναμένων λογίσασθαι τὰ ἐναντία ὑπάρχειν αὐτῷ.

650
Μελίκρητον δὲ πινόμενον διὰ πάσης τῆς νούσου ἐν τῇσιν ὀξείῃσι νούσοισι, τὸ ἐπίπαν μὲν τοῖς πικροχόλοισι καὶ μεγαλοσπλάγχνοισιν ἧσσον ἐπιτήδειον ἢ τοῖσι μὴ τοιούτοισίν ἐστι.

Τὸ διὰ πάσης τῆς νόσου δηλωτικόν ἐστι τοῦ τὸν λόγον αὐτῷ γίγνεσθαι περὶ τῶν νοσημάτων ἐκείνων, ἐφ᾿ ὧν ἐδίδαξεν ἀνεπιτήδειον εἶναι τρέφειν χυλῷ, πρὸ τοῦ τὴν ἀκμὴν τῆς νόσου παρελθεῖν. εἰ γὰρ μήτε τῶν κατὰ θώρακα καὶ πνεύμονά τι νοσημάτων εἴη, πυρέττοντος τοῦ κάμνοντος ὀξέως, ἥ τε δύναμις ἰσχυρὰ καὶ παραιτέρω τῆς πέμπτης ἡ νόσος οὐ μέλλει γενήσεσθαι, μελίκρατον αὔταρκές ἐστι μόνον πινόμενον ἐξαρκέσαι ποιῆσαι τὸν κάμνοντα. τοῖς μὲν οὖν ἄλλοις ἅπασιν ἐπιτηδειότατόν ἐστιν ἐπὶ τοῖς τοιούτοις νοσήμασι τὸ μελίκρατον, ἦττον δὲ τοῖς πικροχόλοις ὠφέλιμον· ἐκχολοῦται γὰρ ἐν αὐτοῖς, ἐὰν μὴ φθάσῃ διεξελθεῖν ἢ κατ᾿ ἔντερον ἢ κύστιν, ὡς εἴ γε διεξέλθοι, πρὸς τῷ

651
μὴ βλάψαι μηδὲν ὀνίνησι μέγιστα, συνυπάγεται γὰρ αὐτῷ χολώδη περιττώματα. συνεδείξατο γοῦν τῷ λόγῳ τῷδε καὶ περὶ τῆς κράσεως αὐτοῦ· συμφέρει γὰρ αὑτοῦ ὑδαρέστερον ἐπὶ τῶν τοιούτων φύσεων δίδοσθαι τὸ μελίκρατον, ὅπως μήτε διψῶδες εἴη μήτε χολοποιόν. ὥσπερ δὲ τοῖς πικροχόλοις, οὕτως καὶ τοῖς μεγαλοσπλάγχνοις οὐκ ἐπιτήδειον εἶναί φησιν αὐτό· μεγαλοσπλάγχνους δὲ νῦν εἶπεν οὐχ οἷς φύσει μεγάλα σπλάγχνα εἰσὶν, ἀλλ᾿ οἷς κατά τι πάθος εἰς ὄγκον ᾔρθη σκιῤῥούμενα καὶ φλεγμαίνοντα καὶ οἰδισκόμενα. μοχθηρὸν γὰρ ἐν τούτοις γίγνεται, μὴ δυνάμενόν γε διεξέρχεσθαι ταχέως αὐτὰ, ἐκχολούμενόν τε ῥᾳδίως καὶ μάλιστα ἐν ταῖς φλεγμοναῖς διὰ πλῆθος τῆς θερμασίας, ὡς ἔν γε τοῖς ἄλλοις παρὰ φύσιν ὄγκοις ἧττόν ἐστι βλαβερόν.

Διψῶδές γε μὴν ἧσσον τοῦ γλυκέος οἴνου. πνεύμονός τε γὰρ μαλθακτικόν ἐστι καὶ πτυέλου ἀναγωγὸν μετρίως καὶ βηχὸς
652
παρηγορικόν· ἔχει γὰρ σμηγματῶδές τι ὃ μᾶλλον τοῦ μετρίου καταγλισχραίνει τὸ πτύελον.

Διὰ τί μὲν ἧττον οἴνου ἐστὶ γλυκέος διψῶδες ἔμπροσθεν εἴρηταί μοι, δεικνύντι καθ᾿ ὅσον μέν εἰσιν ἄμφω γλυκέα, κατὰ τοσοῦτον ἐκχολοῦσθαι ῥᾳδίως αὐτά· καθ᾿ ὅσον δὲ λεπτότερόν τ᾿ ἐστὶ καὶ ποριμώτερον, ὡς ἰέναι πάντῃ, τὸ μελίκρατον, κατὰ τοῦτο ἧττον αὐτοῦ γίνεσθαι διψῶδες· ὡς εἴ γέ ποτε κατὰ τὴν γαστέρα μείνῃ χρόνῳ πλείονι καὶ αὐτὸ διψῶδες οὐχ ἧτον ἔσται τοῦ γλυκέος οἴνου. τουτὶ μὲν αὐτὸ σπανίως συμβαίνει· τὸ δὲ θᾶττον οἴνου γλυκέος διεξέρχεσθαι τὴν γαστέρα καὶ τὸ ἔντερον ἅπαν, ἔτι δὲ καὶ τὸ ἧπαρ ἄχρι νεφρῶν καὶ κύστεως οὐ σπανίως, ἀλλὰ διὰ παντὸς ὑπάρχει τῷ μελικράτῳ. διὰ ταῦτα μὲν οὖν ἧττόν ἐστι διψῶδες τοῦ γλυκέος οἴνου· ὁ δὲ Ἱπποκράτης οὐχ οὕτως εἶπεν, ἀλλ᾿ ἑτέρως ταὐτὸν ἐνδειξάμενος αὐτοῦ τὴν δύναμιν ἐξ ὧν ἐργάζεται κατὰ τὸν πνεύμονα· δῆλον γὰρ ὡς οὐκ ἂν εἰργάζετο ταῦτα, μὴ διεξερχόμενόν γε καὶ διαῤῥύπτον αὐτοῦ τὰς ὁδούς. πτυέλου δ᾿ ἀναγωγὸν

653
οὐχ ἁπλῶς εἶπε τὸ μελίκρατον, ἀλλ᾿ ὅτι μετρίως προσέγραψε. τὸ γὰρ ἰσχυρῶς ἀνάγειν οὐκ ἔχει, καθάπερ τὸ ὀξύμελι· τό γε μὴν παρηγορικὸν ἔχει, μηδ᾿ ὅλως ἔχοντος αὐτὸ τοῦ ὀξυμέλιτος· ἐπεγείρει γὰρ ἐκεῖνο τὰς βῆχας, ἐρεθίζον τε καὶ τραχῦνον, ἐκ τοῦ ῥύπτειν σφοδρῶς. μελικράτῳ δὲ καὶ μάλιστα τῷ ὑδαρεῖ τῆς ῥυπτικῆς δυνάμεως ὀλιγίστης μέτεστιν· καλεῖται δ᾿ ἡ τοιαύτη καὶ σμηκτικὴ, καὶ νῦν ὁ Ἱπποκράτης ἀπ᾿ ἐκείνης ἐποιήσατο τὸ σμηγματῶδες ὄνομα, περὶ τοῦ μελικράτου γράψας, ἔχει γὰρ σμηγματῶδές τι· μετρίας αὐτῷ μετεῖναι τῆς τοιαύτης δυνάμεως αἰνιξάμενος ἐκ τοῦ προσθεῖναι τῷ σμηγματῶδες τὸ τὶ, βραχύτητα δηλοῦν οἷς ἂν οὕτω προσκέηται. τοῦτ᾿ οὖν τὸ βραχὺ τοῦ μελικράτου σμηγματῶδες, οὐχ ὅτι σμηγματῶδες, διὰ τοῦτ᾿ ἄκρατον, ἀλλ᾿ ὅτι βραχύ· δεῖ γὰρ ἐπὶ τοῦ γλίσχρου πτυέλου σφοδρῶς εἶναι σμηγματῶδες τὸ φάρμακον, ἀποῤῥύψαι δυνάμενον τὸν ἐνιζηκότα τοῖς βρόγχοις τοῦ πνεύμονος γλίσχρον χυμόν. εἰ δὲ μεταξὺ θώρακός τε καὶ πνεύμονος εἴη τοιοῦτός τις ἠθροσμένος, ἔτι δὴ καὶ μᾶλλόν ἐστι χρεία
654
πρὸς τὸ καλῶς ἀναπτυσθῆναι τμητικῆς τε καὶ σμηκτικῆς δυνάμεως, ἥτις καὶ ἀποῤῥύψει τε τοῦ ὑπεζωκότος αὐτὸ καὶ διατέμνει καὶ λεπτύνει· μεταληφθῆναι γὰρ ἄλλως ἀδύνατόν ἐστι τὸ τοιοῦτον, διὰ τοῦ περιέχοντος ὑμένος τὸ σπλάγχνον ἐς τὰ βρογχία τοῦ πνεύμονος. οὐ καλῶς οὖν ἐχρήσατο τῇ λέξει, προσθεὶς τῷ, ἔχει γὰρ σμηγματῶδές τι, τὸ ἐφεξῆς εἰρημένον, ὃ μᾶλλον τοῦ μετρίου καταγλισχραίνει τὸ πτύελον· ἄμεινον γὰρ ἦν εἰπεῖν, ἔχει γὰρ σμηγματῶδές τι βραχὺ τὸ μελίκρατον, ὃ μᾶλλον τοῦ μετρίου πολλάκις ἐπιτρέπει τῷ πτυέλῳ καταγλισχραίνεσθαι. οὐ γὰρ διὰ τὸ μελίκρατον συμβαίνει τῷ πτυέλῳ καταγλισχραίνεσθαι, ἀλλὰ τοῦτο μὲν οἰκεῖον ὑπάρχει τῷ γε τοιούτῳ πτυέλῳ, τὸ μελίκρατον δὲ οὐδὲν ὀνίνησιν, ἀλλὰ διαμένειν ἐᾷ τὴν τοιαύτην φύσιν τοῦ περιττώματος. διὰ τοῦτ᾿ οὖν ἄμεινον ἦν εἰπεῖν μηδὲν ὀνίνασθαι τὸ γλίσχρον πτύελον, οὐ γίγνεσθαι τοιοῦτο ὑπὸ τοῦ μελικράτου· τὸ γὰρ καταγλισχραίνειν τὸ πρὸς Ἱπποκράτους εἰρημένον ἔμφασιν ἔχει τοῦ γίνεσθαι τοιοῦτον ὑπὸ τοῦ μελικράτου τὸ πτύελον.

655
Ἔστι δὲ καὶ οὐρητικὸν τὸ μελίκρητον ἱκανῶς, ἢν μή τι τῶν ἀπὸ σπλάγχνων κωλύῃ.

Λέλεκταί μοι καὶ πρόσθεν ὅτι τῷ διεξέρχεσθαι ῥᾳδίως ἁπάσας τὰς μεταξὺ κοιλίας τε καὶ νεφρῶν ὁδοὺς, οὐρητικόν ἐστι τὸ μελίκρατον· ἐδείχθη δὲ καὶ ὅτι κακοπραγοῦντος τοῦ ἥπατος οὐ προσήκει πίνειν αὐτὸ, βλάπτει δὲ καὶ σπλῆνα φλεγμαίνοντα, καὶ πολὺ δὴ μᾶλλον ἔντερά τε καὶ γαστέρα, ταχέως γὰρ ἐκπυρούμενον ὑπὸ τῆς κατὰ τὴν φλεγμονὴν θερμασίας εἰς χολὴν μεταβάλλει. τάχα γὰρ διὰ τὴν γλυκύτητα χαίρει τὰ σπλάγχνα τῷ μέλιτι, καθάπερ καὶ ἡ γαστὴρ, ὥστε θᾶττόν τε καὶ ἀθροώτερον ἐπισπᾶσθαι· καὶ γὰρ οὖν καὶ τἄλλα γλυκέα ταὐτὸν ἔχειν τούτῳ λογίσαιτ᾿ ἄν τις ὥσπερ πρὸς τὴν κοιλίαν, οὕτω καὶ πρὸς τὰ σπλάγχνα πεπονθέναι. φανεῖται δ᾿ ἡ γαστὴρ ἥδεσθαι τούτοις· καὶ γὰρ μετὰ τὸ καταπιεῖν αὐτὰ, φανερῶς πώς ἐστιν ἡδομένη πρὸς τῶν εἰλημμένων, ὥσπερ αὖ πάλιν ἀνιωμένη

656
τοῖς τραχύνουσί τε καὶ πικροῖς, οὐκ ἐν αὐτῷ τῷ λαμβάνεσθαι μόνον, ἀλλὰ καὶ μετὰ τὸ ληφθῆναι ἄχρι χρόνου τινός. ὅθεν οὐδὲ προσφέρεταί τις αὐτὰ, πλὴν εἴ ποτε ὡς φάρμακον, διὰ χυμοὺς παρὰ φύσιν ἠθροισμένους ἐν τῇ γαστρί· κατὰ φύσιν δὲ ἐχούσης, ἀνιαρὰ πάντα αὐτῇ τὰ τοιαῦτά ἐστιν, ἡδέα δὲ μόνα τὰ γλυκέα. καὶ μὲν δὴ κατὰ τὸν καλούμενον λαιμὸν ἐκ τῶν καταπινομένων γλυκέων ἡδονὴ μεγίστη γίνεται, τοῦ κατ᾿ αὐτὸ τὸ χωρίον σώματος οἰκείως ἔχοντος τῷ τοιούτῳ χυμῷ· τὸ δ᾿ αὐτὸ τοῦτ᾿ ἔστι σῶμα καὶ τῆς γαστρὸς ὁ ἔνδον χιτὼν, ὥσπερ γε καὶ ὁ τὴν γλῶτταν ἀμφιεννύς. ἀλλ᾿ ἐν ταύτῃ μὲν ἐνεργεστάτην ἔχει τὴν τῆς γλυκύτητος αἴσθησιν, ἐν δὲ τῷ λαιμῷ τὴν τῆς ἡδονῆς, αἴσθησις δὲ σαφὴς ἐν τῷ παραχρῆμα γίνεται καὶ ἐν τῷ στόματι τῆς γαστρὸς, ἡδομένῳ τοῖς καταπινομένοις γλυκέσιν, ὅταν κατὰ φύσιν ἔχῃ τὸ ζῶον. οὕτως οὖν εἰκός ἐστι καὶ τὰ σπλάγχνα χαίρειν τῷ μὲν γλυκεῖ χυμῷ, ταχέως δ᾿ αὐτοῦ καὶ πλεῖστον ἐπισπώμενα, καθ᾿ ὃν μὲν ὑγιαίνει χρόνον, ἀπολαύειν τε καὶ τρέφεσθαι, καθ᾿ ὃν δὲ πυρετώδη
657
τέ ἐστι καὶ φλεγμαίνει, μεταβάλλειν ἐστὶ τὸ χολῶδες αὐτό. ὁρᾶται γοῦν καὶ τὰ καλούμενα συκωτὰ διὰ τῆς τῶν ἰσχάδων ἐδωδῆς, μέγιστά τε καὶ ἥδιστα γιγνόμενα, προφανῶς τοῦ ἥπατος εὐτροφοῦντος ἐπὶ τῇ τῶν γλυκέων ἐδωδῇ· ἀλλ᾿ ἐν ταῖς φλεγμοναῖς τε καὶ τοῖς πυρετοῖς οὐκ εἰς εὐτροφίαν, ἀλλ᾿ εἰς χολῆς γένεσιν, ἡ τῶν τοιούτων προσφορὰ μεταβάλλεται, τοῦ μὲν πυρετώδους θερμοῦ πλεονάζοντος, ἐλλείποντος δὲ τοῦ κατὰ φύσιν, ὅπερ εὔκρατον ἦν.