In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ἀγρυπνίη ἰσχυρὴ, πόματα καὶ σιτία ὠμὰ καὶ ἀπεπτότερα ποιέει· καὶ ἡ ἐπὶ τὰ ἕτερα αὖ μεταβολὴ διαλύει τὸ σῶμα καὶ ἑφθότητα καὶ καρηβαρίαν ἐμποιέει.

Πολλάκις ἐνενόησα τοῦτο τὸ βιβλίον ἐν τύποις εὑρεθὲν ἐκδεδόσθαι μετὰ τὸν Ἱπποκράτους θάνατον. ἡ γὰρ ἀταξία τῶν λόγων οὐκ ἄλλως ἔοικεν ἢ οὕτως γεγονέναι, προσγραφομένων μὲν ὑπ᾿ αὐτοῦ τοῦ Ἱπποκράτους ἐν τῷ βιβλίῳ τῶν εὑρισκομένων αὐτῷ παραδειγμάτων εἰς τὴν τοῦ καθόλου πίστιν, ἐνίων μὲν ἐπὶ τοῦ μετώπου, ἐνίων δὲ κατὰ τοῦ νώτου, μὴ δυνηθέντος δὲ τοῦ ἐγγραφομένου τὴν οἰκείαν ἑκάστῳ τάξιν ἀποδοῦναι. τὸ γοῦν ἐν τῇ προκειμένῃ ῥήσει λεγόμενον ὑπ᾿ αὐτοῦ φανερωτάτην ἔχει ἀταξίαν· οὐ γὰρ νῦν, ἀλλ᾿ ὀλίγον ἔμπροσθεν ἦν ὁ καιρὸς αὐτοῦ, κατ᾿ ἐκεῖνον τὸν λόγον, ἐν ᾧ περὶ τῆς παρὰ τὸ ἔθος εἰς τοὐναντίον μεταβολῆς ἔγραψε παραδείγματα· προσγράψαι γὰρ ἐκείνοις

625
ἐχρῆν καὶ τοῦτο, τῆς μὲν εἰς ἀγρυπνίαν ἀήθους μεταβολῆς ἀπεπτότερα ποιούσης τὰ προσφερόμενα σιτία τε καὶ ποτὰ, τῆς δ᾿ εἰς ὕπνον πολὺν ἀήθως καὶ τοῦτον ἐπιτηδευθέντα νωθρότητα τοῦ σώματος καὶ καρηβαρίαν. ἣν γὰρ εἶπεν ἑφθότητά τε καὶ διάλυσιν καὶ καρηβαρίαν, ἑνὶ ῥήματι περιληφθεῖσαν τὴν ἔκλυσιν δηλοῖ τοῦ τόνου· συνενδείκνυται δὲ καὶ τὸ τῆς ἑφθότητος ὄνομα, δι᾿ ὑγρότητα θερμὴν γιγνομένης, οὐ διὰ ξηρότητα· πεφυκυίας διαφορεῖν μὲν καὶ ξηραίνειν τῆς ἐγρηγόρσεως, μὴ πέπτειν δὲ κατὰ τὸ βάθος ὑγραίνειν δὲ τό τε πνεῦμα καὶ τὰς ἀποῤῥοίας κατέχειν τοῦ ὕπνου. κατὰ λόγον οὖν τὰ ἀτμώδη περιττώματα πλεονάζει ἐν τῷ σώματι τῶν ἀήθως ἐπὶ πολὺ κοιμηθέντων καὶ διὰ ταῦτα τὴν ὅλην αὐτῶν κατάστασιν ἔκλυτον ὁμοίως γίγνεσθαι τοῖς ἑψημένοις.

626
Γλυκὺν δὲ οἶνον καὶ οἰνώδεα καὶ λευκὸν καὶ μέλανα καὶ μελίκρητον καὶ ὕδωρ καὶ ὀξύμελι τοῖσιδε σημαινόμενον χρὴ διορίζειν ἐν τῇσιν ὀξείῃσι νούσοισιν.

Οὐ μόνον ἀτάκτως, ἀλλὰ καὶ ἐλλιπῶς τὸν κατάλογον ἐποιήσατο τῶν οἴνων. ἔστι γὰρ αὐτῶν μία μὲν ἡ κατὰ τὰς

627
χρόας διαφορὰ, ἑτέρα δὲ ἡ κατὰ τὴν γεῦσιν ποιότης καὶ τρίτη κατὰ τὴν σύστασιν καὶ τετάρτη κατὰ τὴν ὀσμὴν καὶ έ κατὰ τὴν δύναμιν. ἡ μὲν οὖν κατὰ τὴν χρόαν εἰς λευκὸν καὶ μέλανα καὶ κιῤῥὸν καὶ ξανθὸν καὶ ἐρυθρὸν τέμνεται, οὐσῶν μὲν καὶ ἄλλων μεταξὺ διαφορῶν, ἀλλ᾿ ὥσπερ κατὰ τὴν χρόαν, οὕτω καὶ κατὰ τὴν δύναμιν ἐπιμίκτων οὐσῶν. ἡ δὲ κατὰ τὴν γεῦσιν διαφορὰ τῶν οἴνων εἰς γλυκὺν καὶ αὐστηρὸν τέμνεται, δηλονότι κᾀνταῦθα τὸν ἀμφοῖν μέσον, ὃς οὐδετέραν ἔχει σαφῆ ποιότητα· καὶ πρός γε τούτοις τὸν ἐξ ἀμφοτέρων τῶν ποιοτήτων σύνθετον· ἔτι τε τὸν δριμὺν ὀνομαζόμενον. ἡ δὲ κατὰ τὴν σύστασιν διαφορὰ τῶν οἴνων εἴς τε τὸν ὑδατώδη καὶ λεπτὸν καὶ εἰς τὸν πάνυ παχὺν τέμνεται, καὶ δηλονότι καὶ εἰς τὸν μέσον τούτων, εἶτ᾿ αὐθὶς ὅσοι μεταξὺ τοῦ τε μέσου καὶ τῶν ἄκρων εἰσί. καὶ ἡ κατὰ τὴν ὀσμὴν δὲ διαφορὰ τῶν οἴνων, καθόσον οἱ μὲν εὐώδεις εἰσὶν, οἱ δὲ οὐκ εὐώδεις, ἀλλὰ πληκτικήν τινα καὶ ἀηδῆ τὴν ποιότητα κέκτηνται, τινὲς δὲ οὐδ᾿ ὅλως ἔχουσιν ὀσμὴν, ἀλλ᾿ εἰσὶν ὥσπερ ὕδωρ ἄοδμοι. ἡ δὲ κατὰ τὴν δύναμιν
628
διαφορὰ τῶν οἴνων ἐστὶ, καθόσον ὁ μὲν ἰσχυρὸς, ὁ δὲ ἀσθενὴς, ὁ δέ τις μέσος, ὁ δέ τις μεταξὺ τοῦ τε μέσου καὶ τῶν ἄκρων ἐστίν· ἰσχυρὸς μὲν ὁ θερμαίνων σφοδρῶς καὶ ταχέως τὸ σῶμα καὶ τὴν κεφαλὴν πληρῶν, ἀσθενὴς δὲ ὁ ἐναντίος· οἱ δ᾿ ἐν τῷ μεταξὺ δῆλοι, τῶν ἄκρων ἀφωρισμένοι. ὀνομάζεται δὲ ὁ μὲν ἰσχυρὸς οἰνώδης, ὁ δ᾿ ἀσθενὴς ὑδατώδης· ᾧ γὰρ ὕδατος οἶνος πλεονεκτεῖ μᾶλλον, τοῦτο ὅταν ἔν τινι θεασώμεθα σφοδρότατον ὑπάρχον, εἰκότως οἰνώδη καλοῦμεν, ὥσπερ γε καὶ τοὐναντίον ὑδατώδη τῷ ὕδατι μάλιστα κατὰ πάντα ἐοικότα καὶ τῇ λεπτότητι καὶ τῇ χρόᾳ καὶ τῷ ἀόσμῳ καὶ τῷ μὴ θερμαίνειν ἐπιφανῶς. αὗται μὲν οὖν αἱ κατὰ τὴν οἰκείαν φύσιν εἰσὶν ἐν τοῖς οἴνοις διαφοραὶ, προστιθέασι δ᾿ αὐταῖς ἔνιοι τὴν κατὰ τὸν χρόνον, ἐπειδή τινες μὲν ὑπάρχουσιν ἱκανῶς παλαιοὶ, τινὲς δὲ νέοι, τινὲς δὲ ἐν τῷ μεταξὺ τούτων. εὔδηλον δ᾿ ὅτι τῶν ἔξωθέν εἰσι συμβεβηκότων αἱ τοιαῦται διαφοραί· καθόσον γὰρ ἐν τῷ χρόνῳ δριμύτεροί τε καὶ θερμότεροι γίγνονται, μεταβάλλοντες ἅμα τούτοις καὶ χρόαν καὶ σύστασιν καὶ ὀσμὴν,
629
κατὰ τοσοῦτον ὁ χρόνος διαφοράν τινα ἐν τοῖς οἴνοις ἐργάζεσθαι δοκεῖ· εἰ δέ γε καὶ μηδὲν τούτων ὑπήλλαττεν, οὐδ᾿ ἂν ἐλέγετο πρός τινων παλαιὸς ὁ οἶνος ἢ νέος· ἀλλ᾿ οὐδὲ νῦν οὕτω λέγουσιν, ὡς τῶν ἐτῶν αὐτοῦ δεόμενοι κατὰ πρῶτον λόγον, ἀλλ᾿ ὡς ἄμα τοῖς ἔτεσιν ἐνδεικνύμενοι τὴν δύναμιν· οὐ γὰρ διὰ τὸν χρόνον οἱ οἶνοι τὰς ὠφελείας καὶ βλάβας ἔχουσιν, ἀλλ᾿ ἐκ τῆς τῶν οἰκείων διαφορῶν τούτων᾿ ὑπαλλαγῆς. κατὰ συμβεβηκὸς οὖν τοῦ χρόνου μνημονεύομεν ἐν ταῖς τῶν οἴνων διαφοραῖς, οὐ κυρίως οὐδὲ πρώτως. καὶ αὐτῶν μέντοι τῶν οἰκείων ἐν αὐτοῖς διαφορῶν, αἱ μὲν εἰς ὠφέλειάν τε καὶ βλάβην ἀναφέρονται κατὰ τὸν ἴδιον λόγον, αἱ δὲ οὐ κατὰ τὸν ἴδιον, ἀλλὰ κατὰ συμβεβηκός· γλυκύτης μὲν καὶ αὐστηρότης κατὰ τὸν ἴδιον λόγον, οὕτω δὲ καὶ ἡ ἰσχὺς καὶ ἀσθένεια καὶ λεπτότης καὶ πάχος· αἱ δὲ κατὰ τὴν χρόαν τε καὶ ὀσμὴν οὐ πρώτως, ἀλλὰ κατὰ συμβεβηκός· ἐπεὶ τῶν οἴνων οἱ μὲν ὑδατώδεις τέ εἰσι καὶ λευκοὶ καὶ κιῤῥοὶ καὶ μέλανες, οἱ δὲ ὑδατώδεις καὶ ἄοδμοι
630
ὥσπερ ὕδωρ, ἢ εὐώδεις ὅσπερ ὥρωμα καὶ μύρον. εἴπερ οὖν τῶν οἴνων αὗταί εἰσιν αἱ διαφοραὶ καὶ κατά τε τὴν οἰκείαν δύναμιν ἀριθμούμεναι καὶ κατὰ συμβεβηκὸς, εὔδηλον ἤδη σοι περὶ τῆς ἐν τῇ προκειμένῃ ῥήσει κατά τε τὴν τάξιν αὐτῶν καὶ τὸν ἀριθμὸν ἐνδείας· ἀλλ᾿ ἐὰν φαίνηται κατὰ τὸν ἑξῆς λόγον, ἁπασῶν τῶν χρησίμων διαφορῶν μνημονεύων ὁ Ἱπποκράτης, συγχωρήσομεν αὐτοῦ τῇ κατὰ τὴν ἑρμηνείαν ἐνδείᾳ.

Ὁ μὲν γλυκὺς ἧσσόν ἐστι καρηβαρικώτερος τοῦ οἰνώδεος καὶ ἧσσον φρενῶν ἁπτόμενος καὶ διαχωρητικώτερος δή τι τοῦ ἑτέρου κατ᾿ ἔντερον· μεγαλόσπλαγχνος δὲ σπληνός καὶ ἥπατος. οὐκ ἐπιτήδειος οὖν οὐδὲ τοῖσι πικροχόλοισι· καὶ γὰρ οὖν διψώδης τοῖσί γε τοιουτέοισίν ἐστιν· ἀτὰρ καὶ φυσώδης ἐντέρου τοῦ ἄνω, οὐ μὴν πολέμιός γε αὐτῷ τῷ κάτω ἐντέρῳ ὡς κατὰ λόγον τῆς φύσης, καίτοι γε
631
οὐ πάνυ πορίμη ἐστὶν ἡ ἀπὸ τοῦ γλυκέος οἴνου φύση, ἀλλ᾿ ἐγχρονίζει περὶ ὑποχόνδρια.

Κατὰ τὴν γευστικὴν ποιότητα γλυκὺς οἶνος ὀνομάζεται, καθ᾿ ἣν καὐστηρός ἐστι καὶ δριμὺς, ἵνα τὸν ὑδατώδη παραλίπωμεν, οὐκ ἐκπεπτωκότα τελείως τοῦ στύφειν, εἰ καὶ παντάπασιν ἐκλελυμένην ἔχει τὴν ποιότητα τῆς στύψεως. εἰ γὰρ ὕδατι παραβάλλοις αὐτὸν, αἰσθήσῃ σαφῶς ἐκ τῆς παραβολῆς τὴν γεῦσιν τῶν τοιούτων οἴνων γεγονέναι βραχεῖαν στύψιν εἰληφότων. ὑδατώδη δὲ καλοῦσιν οἶνον οἱ ἄνθρωποι τὸν ἐοικότα κατά τε χρόαν καὶ σύστασιν τῷ ὕδατι, διαφανής τε γὰρ ὡς ἐκεῖνο καὶ λαμπρὸς καὶ καθαρὸς καὶ τῇ συστάσει λεπτὸς φαίνεται· εὐθὺς δὲ καὶ τῇ δυνάμει παραπλήσιός ἐστιν ὁ τοιοῦτος ὕδατι, μήτε κεφαλῆς ἀσθενοῦς ἁπτόμενος μήτε νεύρων ἀσθενῶν, ὅτι μηδὲ θερμαίνει σαφῶς. ἀλλὰ περὶ μὲν τούτου καὶ αὖθις εἰρήσεται. ὁ δὲ γλυκὺς οἶνος ὠνόμασται μὲν οὕτως ἀπὸ τῆς κατὰ τὴν γεῦσιν ποιότητος, παμπόλλῳ δ᾿ ὕδατος ἀφώρισται κατὰ τὴν

632
χροιὰν καὶ τὴν σύστασιν· οὔτε γὰρ λεπτὸν ἀκριβῶς οὔτε λευκὸν ὄψει γλυκὺν οἶνόν ποτε, ἀλλὰ μᾶλλον μὲν καὶ ἧττον ἀφεστηκότα τῶν εἰρημένων, οὐδέτερον δὲ αὐτῶν ἔχοντα. γλυκεῖς γοῦν οἶνοι διαφερόντως εἰσὶν ὁ Θηραῖος καὶ Σκυβελίτης, ἀμφότεροι παχεῖς τε καὶ μέλανες ὄντες· γλυκεῖς δὲ καὶ οἱ κατὰ τὴν Μαιονίαν γινόμενοι, ὁ Θήρινός τε καὶ Καρυΐνος, τοσούτῳ πάχει τε καὶ μελανότητι διαφέροντες τῶν εἰρημένων, ὅσον καὶ γλυκύτητι λείπονται· καὶ μέντοι καὶ τὸ καλούμενον ἕψημα καὶ σίραιον ἐκ τοῦ γλεύκους ἑψομένου γιγνόμενον, ὅσῳ γλυκύτερον ἀποτελεῖται τοῦ οἴνου, τοσούτῳ καὶ μελάντερον τῇ χρόᾳ καὶ παχύτερον τῇ συστάσει φαίνεται. δέδεικται μὲν οὖν κᾀν τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἅπας ὁ γλυκὺς χυμὸς ὑπὸ θερμασίας γιγνόμενος, οὐ μὴν ἀμέτρου τε καὶ σφοδρᾶς οὔσης ὥσπερ ὁ δριμὺς ἐν τοῖς σφοδρῶς θερμαίνουσιν, ἀχώριστος γὰρ τούτων ἡ δριμύτης· ἀλλὰ κατὰ τὴν χρῆσιν ὁ γλυκὺς οἶνος φαίνεται θερμαίνων μετρίως καὶ τὸ διψῶδες αὐτῷ διά τε τὴν θερμασίαν ὑπάρχει καὶ τὸ πάχος. οὕτως γοῦν καὶ τὸ γλεῦκος εἰς ὅσον ὁμιλήσει τῷ πυρὶ πλέονι χρόνῳ,
633
παχύτερόν τε καὶ μελάντερον καὶ γλυκύτερον γίνεται· τό γε μὴν ὑπεροπτηθὲν εἰς πικρότητα μεταβάλλει, καθάπερ καὶ τὸ μέλι, καίτοι πάντων γλυκύτατον ὂν, ἀλλ᾿ ὅμως καὶ τοῦτο πικρότητα προσλαμβάνει κατὰ τὴν ἐπὶ πλεῖστον ἕψησιν. εἴρηται δ᾿, ὡς ἔφην, ἐν ἑνὶ βιβλίῳ τῷ τετάρτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ὑπὲρ ἁπασῶν τῶν γευστῶν ποιοτήτων, καὶ νῦν, ὥσπερ ἐν ταῖς ἄλλαις ἐξηγήσεσι τῶν Ἱπποκράτους βιβλίων, οὐ τὰς ἀποδείξεις, ἀλλὰ τὰ συμπεράσματα αὐτῶν λέγω μόνον. θερμαίνοντος οὖν τοῦ γλυκέος οἴνου τὸ σπλάγχνον, ὄντος δ᾿, ὡς εἴρηται, καὶ παχέος κατὰ τὴν σύστασιν, αἱ κατὰ μέρος αὐτοῦ δυνάμεις, ἃς ἐπιδείκνυται πινόμενος, ἀκολουθεῖ ταῖς δευτέραις ποιότησιν· ἡ γὰρ χρόα κατὰ τὸν ἑαυτῆς λόγον οὐδεμίαν ἔχει δύναμιν εἰς ὄφελος ἢ βλάβην. εἰς ὅσον οὖν παχύς τ᾿ ἐστὶ κατὰ σύστασιν ὁ τοιοῦτος οἶνος, τοσοῦτον καὶ βραδύπορος, ὥστ᾿ οὐ μόνον οὐκ ἐκφράξει τι τῶν ἐμπεφραγμένων μορίων, ἀλλὰ καὶ προσεμφράξει· καὶ διὰ τοῦτο βλαβερώτατος ἥπατι πάσχοντι, καὶ μάλισθ᾿, ὅταν ἤτοι φλεγμονή τις ἢ σκίῤῥος ᾖ
634
κατὰ τοῦτο· μετριωτέραν δ᾿ ἐργάζεται τὴν βλάβην, ὅταν ὑπὸ παχέων χυμῶν ἐμφράττηται τὸ σπλάγχνον ἢ δι᾿ ἀτονίαν πάσχῃ, καθάπερ ἐν τοῖς ἰδίως ἡπατικοῖς ὀνομαζομένοις πάθεσιν. ἐφεξῆς δὲ ἥπατι βλάπτεται σπλὴν ὑπὸ παχέων οἴνων, οὐ μὴν ὅ γε πνεύμων, ὅταν ἐν τοῖς βρογχίοις ἔχῃ παχὺν χυμόν. κατὰ μὲν γὰρ τὸ ἧπαρ ἐξ εὐρέων ἀγγείων τῶν ἐπὶ ταῖς πύλαις εἰς στενὰ παραγίνεται πέρατα τῶν ἐν τοῖς σιμοῖς αὐτοῦ μέρεσι καὶ τῶν ἐν τοῖς κυρτοῖς, καθ᾿ ἃ καὶ ἡ μετάληψις ἁπάντων τῶν ἀναδιδομένων εἰς ὅλον τὸ σῶμα γίγνεται· κατὰ δὲ τὸν πνεύμονα τοὐναντίον συμβαίνει. διὰ πολλῶν γὰρ φλεβῶν ἀναδοθεὶς καὶ προκατεργασθεὶς ἐν αὐταῖς, ἐμπίπτει ταῖς εὐρυχωρίαις τῶν βρογχίων, προτέραις μὲν ταῖς τῶν μικροτέρων, ἐξ ἐκείνων δ᾿ εἰς τὰ μείζονα παραλαμβάνεται, συναναφέρων ἑαυτῷ καὶ τοὺς παχεῖς χυμοὺς, ὧν οὐ μόνον θερμότερος, ἀλλὰ καὶ λεπτότερός ἐστιν· ἔμαθες δ᾿ ὅτι ὑπὸ τῶν βηχῶν ὁ πνεύμων ἐκκαθαίρεται τοὺς παχεῖς χυμοὺς καὶ γλίσχρους· ὅσοι γὰρ ὑδατώδεις εἰσὶ καὶ ἀκριβῶς λεπτοὶ, περιῤῥέουσι τῷ κατὰ τὰς βῆχας ἐκπεμπομένῳ τῷ πνεύματι· τοῦτο γὰρ οἱονεὶ
635
χείρ τίς ἐστιν ἀναφέρουσα τοὺς παχεῖς χυμοὺς ἅμ᾿ αὐτῷ· προσήκει δὲ δηλονότι τὸ πάχος τῶν χυμῶν εἶναι τοιοῦτον, ὡς ὑπὸ τοῦ πνεύματος ἄνω φέρεσθαι δύνασθαι καὶ μὴ καθάπερ πηλὸν ἐμπεπλάσθαι τοῖς βρογχίοις. διὰ τοῦτό γε καὶ τοὺς γλίσχρους χυμοὺς αἱ βῆχες οὐκ ἐκκαθαίρουσι· καὶ γὰρ μένουσι καὶ ἔνδον ἔχονται τῶν βρογχίων ἰξοῦ δίκην. ὑγρότητος οὖν συμμέτρου δεῖ τοῖς μέλλουσι φαρμάκοις εἰς τὴν ἀναγωγὴν τῶν ἐν πνεύμονι περιεχομένων παχέων χυμῶν ἐπιτηδείοις ἔσεσθαι· γλίσχρων δ᾿ ὄντων αὐτῶν οὐχ ὑγρότητος μόνον, ἀλλὰ καὶ ῥύψεως ἐστι χρεία, γιγνομένης ὑπὸ τῶν ὀξέων χυμῶν. καὶ διὰ τοῦτο μελίκρατον μὲν ἐπιτηδειότατόν ἐστι τοῖς παχέσι χυμοῖς εἰς ἀνάπτυσιν, ὀξύμελι δὲ τοῖς γλίσχροις· ἐφεξῆς δὲ τῷ μελικράτῳ πτισάνη· καὶ μετὰ ταύτην ὁ γλυκὺς οἶνος, ἤδη πεπεμμένης τῆς περιπνευμονίας τε καὶ πλευρίτιδος πινόμενος, οὐ φλεγμαινόντων ἔτι τῶν σωμάτων· εἰ δὲ διψώδης εἴη πινόμενος ὁ τοιοῦτος οἶνος, ἧττον ἐπιτήδειος εἰς τὴν ἀνάπτυσιν γίνεται. συνελόντως δὲ φάναι, γλυκὺς οἶνος ἐν ὀξεῖ νοσήματι εἰς ἀνάπτυσιν μὲν
636
ἐπιτήδειός ἐστι, κατά γε τὰς εἰρημένας ἐνεργείας αὐτοῦ καὶ κατὰ τὸν κοινὸν ἁπάντων οἴνων λόγον ἐκ τοῦ ῥωννύναι τὴν δύναμιν· μάλιστα δὲ τοῖς ἀναπτύουσι τῶν ἐν τῷ θώρακι καὶ πνεύμονι περιεχομένων ὑγρῶν ὁτιοῦν, (ἔμαθες γὰρ αὐτὰ ποικίλα ταῖς συστάσεσι καὶ ταῖς. ποιότησι καὶ ταῖς δυνάμεσιν ὄντα κατὰ τὸ προγνωστικὸν βιβλίον, ἔνθα τὰς τῶν πτυσμάτων ἐδήλου διαφορὰς) ἄλλο δ᾿ οὐδὲν ἀγαθὸν ὁ τοιοῦτος οἶνος ἔχει πυρέττουσι διδόμενος, ἀλλ᾿ ἧττον μὲν τοῦ σφοδρῶς θερμαίνοντος οἰνώδους βλάπτειν δυνήσεται, χρηστὸν δ᾿ οὐδὲν ἄλλο παρὰ τὰ προειρημένα, ὅτι μὴ συλλαμβάνει τι βραχὺ τῇ διεξόδῳ τῶν κατὰ τὴν γαστέρα. διὰ τοῦτο οὖν ὁ Ἱπποκράτης, ἀφ᾿ ὧν ἧττον βλάπτει τὴν ἀρχὴν τῆς διδασκαλίας ποιησάμενος, ὄντων πολλῶν, ἐπὶ τὰς ἰδίας ὠφελείας αὐτῶν μετέβη κατὰ τὴν τοῦ λόγου τελευτὴν, ὀλίγας οὔσας. ἐπέλθωμεν οὖν ἃ λέγει, ταῖς λέξεσιν ἀκολουθήσαντες αὐτοῦ· ἧττον αὐτὸν ἅπτεσθαι φρενῶν φησιν ἢ οἱ ἰσχυροὶ τῶν οἴνων, τουτέστιν ἧττον ἐργάζεσθαι παραφροσύνας. οἱ γὰρ ἰσχυροὶ σφοδρῶς θερμαίνοντες ἐμπιπλᾶσι
637
τὴν κεφαλὴν καὶ χυμῶν καὶ ἀτμῶν καὶ θερμασίας. εἰς ὅσον οὖν ἀπολείπονται σφοδρᾶς θερμότητος οἱ γλυκεῖς, εἰς τοσοῦτον ἧττόν τε καὶ καρηβαρίαν ἐργάζονται καὶ βλάβην τῆς φρονήσεως. διαχωρητικωτέρους δὲ αὐτοὺς εἶναί φησι τῶν ἄλλων καὶ μεγαλοσπλάγχνους, τουτέστιν αὐξάνοντας τῶν σπλάγχνων τοὺς ὄγκους. εἴρηταί μοι περὶ τούτων ὀλίγον ἔμπροσθεν. οὐκ ἐπιτήδειόν γε μὴν τὸν γλυκὺν οἶνον οὐδὲ τοῖς πικροχόλοις εἶναί φησι, τουτέστι τοῖς τὴν πικρὰν χολὴν ἀθροίζουσιν, εἴθισται γὰρ τοῖς ἰατροῖς χολὴν μὲν ἁπλῶς ὀνομάζειν τὴν ὠχράν τε καὶ ξανθὴν, τὴν μέλαιναν δὲ χολὴν, ὅλον τοῦτο λέγειν, οὐχ ἁπλῶς χολήν· ἀλλ᾿ αὕτη μὲν ὀξεῖα, πικρὰ δ᾿ ἡ ξανθὴ, καὶ διὰ τοῦτο τοὺς πικροχόλους Ἱπποκράτης ὀνομάζει τοὺς πλεονάζουσαν ἔχοντας τὴν τοιαύτην χολήν. ἐπιμιγνυμένη μὲν οὖν ὑδατώδεσιν ἰχῶρσιν ὑγροτάτη τε καὶ ὠχρὰ φαίνεται· μόνη δ᾿ οὖσα, παχεῖα καὶ ξανθή. θερμαὶ δὲ καὶ ξηραὶ κράσεις εἰσὶν αἱ γεννῶσαι τὴν τοιαύτην χολὴν, ἐπιτήδειοί γε μὴν εἰς γένεσιν αὐτῆς εἰσι πάντες οἱ γλυκεῖς χυμοί· διὰ τοῦτο καὶ τὸ μέλι πάντων
638
αὐτῶν ἐκχολοῦται μάλιστα, διότι γλυκύτατον· εἶθ᾿ ἑξῆς οἱ γλυκεῖς οἶνοι. οὐ μόνον δ᾿ ὅτι ἡ πολλὴ θερμασία τοὺς τοιούτους χυμοὺς ἐργάζεται πικροὺς, ἀνεπιτήδειός ἐστιν ὁ γλυκὺς οἶνος τοῖς πυρέττουσι, καὶ μάλισθ᾿ ὅταν ὦσι θερμοὶ καὶ ξηροὶ τὴν κρᾶσιν, ἀλλὰ καὶ διότι παχεῖς ὄντες οὔτ᾿ ἐπ᾿ οὖρα διεξέρχονται ταχέως οὔτε διαπνέονται ταχέως, ὥστ᾿ οὐ συνάγουσιν ἑαυτοῖς οὐδὲ συνεκκενοῦσι τοὺς χολώδεις χυμούς. ἓν οὖν αὐτοῖς τούτοις μόνοις ἀγαθὸν ὑπάρχει τὸ τὴν γαστέρα λαπάττειν· ὥστ᾿ ἄν γε μὴ ποιήσωσι τοῦτο, παντοίως βλάπτουσι. πρὸς γὰρ τούτοις καὶ διψώδεις εἰσὶν, αὐτὸ τοῦτο δηλοῦντες, ὡς ἐκχολοῦνται ῥᾳδίως· λέγει δὲ τὸν τοιοῦτον εἶναι καὶ φυσώδη· θερμαινόμενοι γὰρ οἱ παχεῖς χυμοὶ πνεῦμα γεννῶσιν ἑαυτοῖς ὅμοτον ἀτμῶδές τε καὶ παχύ· τοιοῦτον δέ ἐστι τὸ τὰς πνευματώσεις ἐργαζόμενον, ὡς ἔκ γε τῶν λεπτῶν οἴνων οὔτε γεννᾶται πνεῦμα, κᾂν γεννηθῇ δέ ποτε, λεπτομερές τε καὶ ἀερῶδες, οὐχ ὁμιχλῶδές τε καὶ ἀτμῶδες. τῶν δὲ κάτω ἐντέρων τὸν γλυκὺν οἶνον οὔ φησιν εἶναι βλαβερὸν, καίτοι
639
βραδυπόρου οὔσης τῆς ἀπ᾿ αὐτοῦ φύσης καὶ χρονιζούσης περὶ ὑποχόνδριον. αὐτὸ δὲ δὴ τοῦτ᾿ ἔστι, δι᾿ ὃ μὴ μεγάλως ἐνοχλεῖ τὰ κάτω τῶν ἐντέρων, ὅτι χρονίζει περὶ τὸ ὑποχόνδριον, ἄχρις ἂν ἐκπεφθῇ τε καὶ λεπτυνθῇ τελέως· εἰ δ᾿ ἅπαξ πεφθείη, ποριμωτέραν τε καὶ λεπτομερεστέραν ἴσχει καὶ τὴν φύσιν, ὥστε καθ᾿ ὃν λόγον ἐκ τῶν ἄνω μορίων ἀπώσθη κάτω, κατὰ τὸν αὐτὸν λόγον ἐκτὸς ὑπὸ τούτων ἐκπέμπεται.

Καὶ γὰρ οὖν ἧσσον οὗτος διουρητικὸς γίγνεται ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ.

Τίνα κέκληκεν οἰνώδεα λευκὸν ἐπισκεψώμεθα. λέλεκται γὰρ ἔμπροσθεν οἰνώδης οἶνος εἶναί τε καὶ λέγεσθαι προσηκόντως ὁ τοῖς ὑδατώδεσιν ἀντικείμενος· ἰσχυρῶς οὖν αὐτὸν δεῖ θερμαίνειν καὶ κεφαλὴν πληροῦν καὶ παραφροσύνας ἐργάζεσθαι καὶ τὴν πυρετώδη θερμασίαν αὐξάνειν· ἀλλ᾿ ὁ

640
τοιοῦτος οἶνος οὐκ ἔστι λευκὸς, οὔτε νέος ὢν οὔτε παλαιωθεὶς, ὅτι μηδὲ ἄλλος τις τῶν παλαιουμένων οἴνων διαμένει λευκὸς, κᾂν ὅτι μάλιστα κατ᾿ ἀρχὰς ὑπάρξῃ τοιοῦτος, ἀλλ᾿ ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ κιῤῥότερος γίγνεται, τελευταῖον δὲ καὶ ξανθός. ἔοικεν οὖν ὁ Ἱπποκράτης εἰρηκέναι λευκὸν οἰνώδη τὸν αὐστηρὸν, ὃς οὐδ᾿ αὐτός ἐστιν οὐρητικὸς, ἀλλ᾿ ἐὰν μὲν παχὺς ᾖ ὁ τοιοῦτος, χρονίζει περὶ ὑποχόνδριον, ἐὰν δὲ μὴ παχὺς, οὐδὲ χρονίζει μέχρι πολλοῦ, καθάπερ ὁ μέλας, οὔθ᾿ ὁμοίως ἐπ᾿ οὖρα διεξέρχεται τοῖς λευκοῖς τε ἅμα καὶ μετρίως αὐστηροῖς· οὐρητικοὶ γὰρ οὗτοι διότι πεφεύγασιν ἀμφοτέρας τὰς ἰδέας τοῦ βραδέως ἐπ᾿ οὖρα διεξέρχεσθαι, τήν τε τοῦ ὑδατώδους, ἣν διὰ ψυχρότητα πέπονθε, καὶ τὴν τοῦ μέλανος οἴνου διὰ τὸ πάχος. ὁ γὰρ λευκὸς οἶνος καὶ αὐστηρὸς ἥκιστα θερμὸς ὡς ἐν οἴνοις ἐστὶ καὶ διὰ τοῦτο τοῖς κατὰ γαστέρα ῥεύμασιν ἐπιτήδειος, οὐ μὴν οὐρητικός γε ἱκανῶς ὁ τοιοῦτός ἐστιν· ἴσως οὖν τούτῳ παραβάλλων τὸν μέλανά φησιν ἧττον οὐρητικὸν ὑπάρχειν.

641
Πτυέλου δὲ μᾶλλον ἀναγωγός ἐστι τοῦ ἑτέρου ὁ γλυκύς.

Ἑτέρου ποίου λέγει; πότερον τοῦ προκειμένου, πρὸς ὃν παραβάλλων τὸν γλυκὺν ἔφη· καὶ γὰρ οὖν ἧσσον οὗτος οὐρητικός ἐστι τὸ ἐπίπαν τοῦ οἰνώδεος λευκοῦ; ἢ οὐ τούτου μόνου, ἀλλ᾿ ἁπλῶς παντὸς τοῦ μὴ γλυκέος; ὄντος δ᾿ ἀσαφοῦς ὅσον ἐπὶ τῇ λέξει τῇδε καὶ μᾶλλον ὄντος πιθανοῦ περὶ τοῦ οἰνώδους λευκοῦ τὸν λόγον αὐτῷ νῦν γίγνεσθαι, πάλιν ἑτέρα τις ἀσάφεια προσέρχεται, διὰ τὸ μὴ πάνυ τι σαφὲς εἶναι, τίς ἐστιν οἰνώδης λευκὸς, ἆρά γε ὁ θερμαίνων σφοδρῶς ἢ ὁ λίαν στύφων, ὃν καὶ στρυφνὸν ὀνομάζουσιν οἱ Ἕλληνες, τὸν δὲ μετριώτερον αὐστηρόν. ὁπωσοῦν ἔχει τὰ κατὰ τὴν λέξιν, ἐγὼ τοῦ προκειμένου γράμματος ἐρῶ τὴν ἀλήθειαν. ἀναγωγὸς τοῦ πτυέλου μάλιστα πάντων οἴνων ἐστὶν ὁ γλυκὺς, ὅταν σφόδρα μὴ παχὺς ᾖ, καθάπερ γε κᾀπειδὰν μὴ πολὺ ᾖ πρὸς τὸν κιῤῥὸν ἀποκεχωρηκὼς, ὡς ἐκλελύσθαι τὸ πάχος αὐτοῦ καὶ τὴν γλυκύτητα.

642
μοχθηρὸς δὲ ὁ κιῤῥὸς οἶνός ἐστιν εἰς ὠφέλειαν τοῦ πυρετοῦ, θερμὸς ἱκανῶς ὑπάρχων. ὁ δὲ μετὰ τὸν οὐκ ἐσχάτως παχὺν οἶνον γλυκὺν, ἐπιτήδειος εἰς τὴν τῶν ἐκ πνεύμονος ἀναγωγὴν ὁ ὑδατώδης οἶνός ἐστι, τήν τε δύναμιν ῥωννὺς καὶ τοὺς χυμοὺς ὑγραίνων τε καὶ τέγγων μετρίως· ὁ δ᾿ αὐτὸς καὶ τοῖς πυρέττουσιν ἀκινδυνότερον δίδοται τῶν ἄλλων οἴνων ἁπάντων.

Καὶ οἷσι μὲν διψώδης ἐστὶ πινόμενος, ἧττον ἂν τούτοισιν ἀνάγοι ἢ ὁ ἕτερος |οἶνος· οἷσι δὲ μὴ διψώδης, μᾶλλον ἀνάγοι ἂν τοῦ ἑτέρου.

Ἕτερον οἶνον εἶπε νῦν τὸν μὴ διψώδη πάντῃ. διὰ τί δ᾿ ὁ διψώδης οἶνος ἧσσον ἀνάγει τὰ πτύσματα ῥᾳδίως εὑρήσεις τῶν προειρημένων μνημονεύων. ἡ γάρ τοι δίψα παραμένει τισὶ τοῖς τὸν γλυκὺν οἶνον πίνουσι, διὰ τὸ τὴν πυρώδη θερμασίαν ἐν αὐτοῖς εἶναι κακοηθεστέραν· οὖσα δὲ

643
τοιαύτη, ξηραίνουσα τὸ πτύελον ἐργάζεται παχύτερόν τε καὶ γλισχρότερον· ὅτι δὲ τὸ τοιοῦτον δυσανάγωγόν ἐστιν οὐδὲ λόγου δεῖται.