In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Καὶ διαχωρητικώτερον δὲ κάτω τῶν χολωδέων, ἔστι μὲν ὅτε καλῶν, ἔστι δ᾿ ὅτε κατακορεστέρων μᾶλλον τοῦ καιροῦ καὶ ἀφρωδεστέρων, μᾶλλον δὲ τὸ τοιοῦτον τοῖσι χολώδεσί τε καὶ μεγαλοσπλάγχνοισι γίνεται.

Ἀναμνησθῶμεν τῆς προειρημένης λέξεως, ἐν ᾗ παραβάλλων οἴνῳ γλυκεῖ τὸ μελίκρατον ἔλεγε, διψῶδές γε μὴν ἧσσον τοῦ γλυκέος οἴνου· καὶ νῦν οὖν πρὸς ἐκεῖνον εἶπε

658
διαχωρητικώτερον εἶναι κάτω. χολωδέων γὰρ δὴ καὶ ὁ γλυκὺς οἶνος διαχωρητικὸς, ἀλλὰ τό γε μελίκρατον ἐνίοτε μὲν καλῶν τῶν χολωδέων ὑπακτικόν ἐστιν, ἐνίοτε δὲ μοχθηρῶν, ἅπερ ἐστὶν ἱκανῶς ἄκρατα χολώδη, τὰ πυῤῥὰν ἢ ξανθὴν ἔχοντα καὶ παχεῖαν χολήν. αὕτη τοίνυν ἀφρὸν προσλαμβάνει, πολλάκις μὲν κατὰ τὸν αὐτὸν λόγον, ὃν καὶ τοῖς ἐν πυρὶ θερμαινομένοις σφοδρῶς ἀφρὸς ἐπανθεῖ, πολλάκις δὲ τὸ τοῖς κοπτομένοις ὑγροῖς ὑπὸ πνεύματος. τούτων δὲ τὸ μὲν πρότερον ὧν εἶπον ὑπερβαλλούσης ἐστὶ θερμασίας γνώρισμα, τὸ δὲ δεύτερον, στενοχωρίας τῶν ὀργάνων καὶ ταραχῆς φυσώδους πνεύματος ἐναπειλημμένου, καὶ διέξοδον οὐ ῥᾳδίαν ἔχοντος. τοιαῦτα δ᾿ ὑπέρχεται χολώδη τοὐπίπαν ἐν τοῖς συντηκτικοῖς πυρετοῖς, ἐφ᾿ ὧν ἐναντιωτάτη τε καὶ βλαβερωτάτη ἁπάντων σχεδόν ἐστιν ἡ τοῦ μελικράτου πόσις, ὥσπερ γε καὶ τοὐναντίον ἡ τοῦ ψυχροῦ πόσις ὕδατος ὠφελιμωτάτη, μᾶλλον δὲ τὸ τοιοῦτον διαχώρημά φησιν ὑπὸ τοῦ μελικράτου γίνεσθαι, τοῖς φύσει μὲν χολώδεσι, τουτέστι τοῖς θερμοῖς ἀμέτρως, ἐν δὲ ταῖς νόσοις φλεγμονὴν ἔχουσι
659
κατά τι τῶν σπλάγχνων. τὸ γάρ τοι κοινὸν ὄνομα νῦν ἴδιον ἐγένετο τῶν φλεγμαινόντων· οὐ γὰρ δὴ διὰ σκίῤῥον γε ἢ οἴδημα πυρετὸς ἐξάπτεται. πρόδηλον οὖν ὅτι κατὰ τὰς ὀξείας νόσους, ὑπὲρ ὧν ὁ λόγος αὐτῷ ἐστιν, ὅταν ὄγκος ἐν σπλάγχνοις γένηται, φλεγμονῆς ἐστιν, οὐκ οἰδήματος ἢ σκίῤῥου τὸ σύμπτωμα· καὶ τούτους νῦν ὠνόμασε μεγαλοσπλάγχνους.

Πτυέλου μὲν οὖν ἀναγωγὴν καὶ πνεύμονος μάλθαξιν τὸ ὑδαρέστερον μελίκρητον ποιέει μᾶλλον· τὰ μέντοι ἀφρώδεα διαχωρήματα καὶ μᾶλλον τοῦ καιροῦ κατακορέως χολώδεα καὶ μᾶλλον θερμὰ τὸ ἄκρητον μᾶλλον τοῦ ὑδαρέος ἄγει.

Λέλεκται καὶ πρόσθεν ὡς ἐκχολουμένου τοῦ μέλιτος ἐν ταῖς ὀξείαις νόσοις καὶ κατὰ τοῦτο βλάπτοντος ἡμᾶς, βραδυπόρου δ᾿ ὄντος τοῦ ὕδατος καὶ μένοντος ἐπὶ πλεῖστον

660
ἐν τοῖς ὑποχονδρίοις καὶ διὰ τοῦτ᾿ ὄντος φευκτοῦ· τὸ μικτὸν ἔξ ἀμφοῖν ἐπιτήδειον γίνεται, κατὰ τὴν τοιαύτην κρᾶσιν συντιθέμενον, ὅταν ὕδατι πλείονι μέλιτος μιχθῇ τοσοῦτον, ὡς ὁδοποιεῖν τε καὶ πρὸς τὴν ἀνάδοσιν ἄγειν αὐτό. τά τε γὰρ οὖρα ποριμώτερα γίνεται καὶ ἡ τῶν πτυέλων ἀναγωγὴ θᾶττον, οὕτω κερασθέντων αὐτῶν· εἰ δὲ πολὺ τοῦ μέλιτος μιχθείη, δίψαν τε ποιεῖ καὶ γλισχραίνει τὸ πτύελον. καὶ διὰ ταῦτα μὲν ἐπιτηδειότερόν ἐστι τὸ ὑδαρέστερον μελίκρατον, εἴς τε τὴν τῶν πτυέλων ἀναγωγὴν καὶ τὴν τῶν οὔρων διέξοδον, τὸ δ᾿ ἀκρατέστερον εἰς τὰς τῆς γαστρὸς ὑποχωρήσεις· ὅσῳ γὰρ ἂν ἐρεθιστικώτερον ᾖ, τοσούτῳ μᾶλλόν τε καὶ θᾶττον αὐτὴν ὑπάγει. καὶ διὰ τῶν κλυστήρων δὲ ἐνιέμενον, ὅσῳπερ ἂν ἀκρατέστερον ᾖ, τοσοῦτον μᾶλλον ἐκκριτικὸν γίνεται τὸ τοιοῦτον· καὶ τῶν κατακορέως χολωδῶν, τουτέστι τῶν ἱκανῶς τοιούτων καὶ τῶν ἀφρωδῶν διαχωρημάτων αἴτιον ὑπάρχει· τὸ γὰρ ἐπισπᾶσθαι τὰ τοιαῦτα μᾶλλον ἔχει τῷ δάκνειν τε καὶ ῥύπτειν τὸ ἔντερον· ἔτι δὲ καὶ αὐτὸ μεταβάλλον εἰς χολὴν ξανθὴν συναύξει καὶ κατὰ τοῦτο τῶν χολωδῶν διαχωρημάτων τὸ πλῆθος, ὅθεν οὐδ᾿ ἐπαινεῖ
661
τὴν χρῆσιν αὐτοῦ. δηλοῖ δ᾿ ἐκ τοῦ προσθεῖναι καὶ μᾶλλον τοῦ καιροῦ κατακορέως χολώδεα· τὸ γὰρ μᾶλλον τοῦ καιροῦ σύνηθες αὐτῷ λέγειν ἀντὶ τοῦ μᾶλλον τοῦ προσήκοντος. τὸ δὲ ἀφρῶδες διαχώρημα καὶ κατὰ τὸ προγνωστικὸν ἐμέμψατο· καὶ τὰ κατακορέως δὲ, τουτέστιν ἀκράτως χολώδη, μοχθηρά· χρὴ γὰρ οὐ κατακορέως, οὐδ᾿ ἀκράτως, ἀλλὰ μετρίως αὐτὰ τοιαῦτα εἶναι. μεμνημένος οὖν καὶ σὺ τούτων, ὅταν ἤτοι μελικράτου ποθέντος ἢ καὶ χωρὶς αὐτοῦ διαχωρεῖ τις ἀφρώδη τε ἅμα καὶ κατακορέως χολώδη, συντηκτικὸν εἶναι τὸν πυρετὸν ἴσθι καὶ διὰ τοῦτο ἀφίστασο τῆς τοῦ μελικράτου χρήσεως, ἐπὶ δὲ τὸν τῆς πτισάνης ἧκε χυλὸν, ἐπιτηρῶν ἰδεῖν τι γνώρισμα κᾂν βραχὺ, διὰ τῶν οὔρων, τῆς τοῦ νοσήματος πέψεως· ἐν ἐκείνῳ γὰρ τῷ καιρῷ διδοὺς καὶ τὸ ψυχρὸν ὕδωρ ὀνήσεις μέγιστα.

Τὸ δὲ τοιοῦτον διαχώρημα ἔχει μὲν καὶ ἄλλα σίνεα μεγάλα (οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβέννυσιν, ἀλλ᾿ ὁρμᾷ·
662
δυσφορίην τε καὶ ῥιπτασμὸν τῶν μελέων ποιέει) ἑλκῶδες δ᾿ ἐστι καὶ ἐντέρου καὶ ἕδρης· ἀλεξητήρια δὲ τουτέων γεγράψεται.

Σύνηθες αὐτῷ τὰς βλάβας σίνεα λέγειν, ὡς κᾀν τῷ περὶ ἀγμῶν καὶ ἄρθρων ἐδείχθη· καὶ γάρτοι σίνειν λέγουσιν οἱ Ἴωνες ἀντὶ τοῦ βλάπτειν· ἀλλὰ καὶ τὰ βλαβερὰ σινόμορα πολλάκις αὐτὸς ὠνόμασε. μεγάλας οὖν βλάβας ἔχειν φησὶ τὸ προειρημένον διαχώρημα, τουτέστι τὸ κατακορὲς χολῶδες ἅμα τῷ καὶ ἀφρῶδες εἶναι. σύνηθες δ᾿ αὐτῷ πολλάκις ἐπὶ τῶν σημείων χρῆσθαι ταῖς τῶν αἰτίων τε καὶ βλαπτομένων σωμάτων φωναῖς· τὸ γοῦν τοιόνδε διαχώρημα κάλλιον ἦν εἰπεῖν σημαίνειν, ἀλλ᾿ ἔχειν εἶπε· καίτοι τὰ μὲν πεπονθότα σώματα τὰς βλάβας ἴσχει, τὰ δ᾿ αἴτια ποιεῖ, τὰ δὲ σημεῖα δηλοῖ. τίνα γε μήν ἐστιν ἃ συμβαίνει πρὸς τῶν εἰρημένων διαχωρημάτων σίνεα, παρ᾿ αὐτοῦ ἄκουε λέγοντος· οὔτε γὰρ ἐξ ὑποχονδρίων καῦμα σβέννυσιν, ἀλλ᾿

663
ὁρμᾷ· τοῦτο δὲ εἶπεν, ἐπειδὴ πολλάκις ἡ τῶν χολωδῶν ὑποχώρησις αὐτίκα σβέννυσι τὸ ἐξ ὑποχονδρίων καῦμα· διὰ τοῦτ᾿ οὖν ἐπὶ τῶν κακοηθῶν χολωδῶν προσέθηκεν, ὅτι μὴ σβέννυται, ἀλλὰ τοὐναντίον ἅπαν αὐξάνεται τοῖς τὰ τοιαῦτα διαχωροῦσι καὶ οὐ παύεται τὸ καῦμα ἐκ τῶν ὑποχονδρίων, ἀλλὰ καὶ σφοδρότερον γίγνεται καὶ ῥιπτάζονται, τουτέστιν ἄσην τε καὶ δυσφορίαν ἔχουσιν, ἐπειδὴ τῆς ἐν τοῖς ὑποχονδρίοις διαθέσεως φλογώδους τὰ τοιαῦτα διαχωρήματα συμπτώματα· καὶ μέντοι καὶ ὅτι κατὰ τὴν τῶν ἐντέρων διέξοδον ἡ δριμύτης αὐτῶν ξυσματώδη διάθεσιν ἐργάζεται. ταύτης μὲν οὖν τῆς διαθέσεως αἴτια γίγνεται τὰ κατακορῆ χολώδη, τῆς δὲ ἐν τοῖς ὑποχονδρίοις σημεῖα· ὅ γε μὴν Ἱπποκράτης, ὡς ἔφην, εἴωθεν ἐνίοτε καὶ τοῖς τῶν αἰτίων ἐνδεικτικοῖς ῥήμασιν ἐπὶ τῶν σημείων χρῆσθαι. ἀλεξητήρια δὲ τουτέων γεγράψεται. ὅτι προῄρηται καθ᾿ ἕκαστον εἶδος νοσήματος ἰάματα γράψαι καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλωσε καὶ νῦν οὐχ ἧττον· εἰ δ᾿ ἔστιν Ἱπποκράτους ἄξια τὰ προσκείμενα τῷδε τῷ βιβλίῳ τὰ μετὰ τὸ λουτρὸν,
664
ὅσα τε ἐν τοῖς περὶ νόσων ἢ περὶ παθῶν γέγραπται, κατὰ τὴν ἐξήγησιν αὐτῶν ἐπισκεψόμεθα.

Ἄνευ μὲν οὖν ῥοφημάτων μελικρήτῳ χρεόμενος ἀντ᾿ ἄλλου ποτοῦ ἐν ταύτῃσι τῇσι νούσοισι, πολλὰ ἂν εὐτυχοίης καὶ οὐκ ἂν πολλὰ ἀτυχοίης· οἷσι δὲ δοτέον καὶ οἷσιν οὐ δοτέον, τὰ μέγιστα εἴρηται, καὶ δι᾿ ἃ οὐ δοτέον.

Ἐδήλωσε καὶ νῦν σαφέστατα, μέχρι τοῦ κριθῆναι τὸ νόσημα, μελικράτῳ μόνῳ χρῆσθαι συμβουλεύων. ἐν μόνοις γὰρ τοῖς συντηκτικοῖς νοσήμασιν, ἢ ἐφ᾿ ὧν ἀνθρώπων ἀδύνατόν ἐστιν ἐξαρκέσαι τὴν δύναμιν ἄχρι τῆς κρίσεως, ἐπὶ τὸν χυλὸν ἀφιξόμεθα· τὰ δ᾿ ἄλλα βέλτιον ἐπὶ μελικράτου μόνου διαιτᾷν.

665
Κατέγνωσται δὲ μελίκρητον ὑπὸ τῶν ἀνθρώπων, ὡς καταγυιοῖ τοὺς πίνοντας καὶ διὰ τοῦτο ταχυθάνατον εἶναι νενόμισται. ἐκλήθη δὲ τοῦτο διὰ τοὺς ἀποκαρτερέοντας· ἔνιοι γὰρ μελικρήτῳ μόνῳ χρέονται ποτῷ, ὡς τοιοῦδε δῆθεν ἐόντος.

Οὐ ταὐτόν ἐστι καταγυιοῦσθαί τε λέγειν ὑπὸ μελικράτου καὶ μηδ᾿ ὅλως τρέφειν ἢ ὀλιγότροφον εἶναι τὸ μελίκρατον, ἀλλ᾿ ἐπεὶ τρία ταῦτα πράγματα διαφέροντα ἀλλήλων ἐστί. τὰ μὲν γὰρ καθαιροῦντα τὴν δύναμιν, ὡς αἱμοῤῥαγία καὶ διαχώρησις πολλὴ καὶ ἱδρὼς ἄμετρός τε καὶ κατά τι συμβεβηκὸς ἀσιτία, καταγυιοῦν εἰκότως ἂν λέγοιτο· τὰ δὲ μηδ᾿ ὅλως τρέφοντα, καθάπερ τὸ ὕδωρ οὔτε καταγυιοῦν, οὔτε ῥωννύναι τὴν δύναμιν ἀληθῶς ἄν τις εἴποι, πλὴν κατὰ συμβεβηκὸς ἐνίοτε· τὸ γὰρ ὕδωρ οὐχ ὡς τροφὴ τὴν δύναμιν ἀνακτᾶται τῶν καμνόντων, ἀλλ᾿ ὡς φάρμακον εἰς συμμετρίαν κράσεως ἄγον τὰ διὰ τὴν ἀμετρίαν αὐτῆς ἀῤῥωστοῦντα.

666
τρίτα πρὸς τούτοις τὰ βραχέως τρέφοντα· καὶ δύναιτο μὲν ἄν τις μόνοις αὐτοῖς χρώμενος ἀποθανεῖν, οὐ μὴν ὡς καθαιροῦσι τὴν δύναμιν, ἀλλ᾿ ὡς οὐχ ἱκανῶς ῥωννύουσιν. ἐκ τούτων οὖν ἐστι καὶ τὸ μελίκρατον· εἰ γάρ τις ἐν τέσσαρσιν ἡμέραις ἀσιτήσας ἀποθνήσκειν μέλλῃ, δύναιτ᾿ ἂν οὗτος μελικράτῳ χρώμενος οὐ μόνον εἰς τὴν ε΄, ἀλλὰ καὶ εἰς τὴν στ΄ ἀφικέσθαι. ὁ δ᾿ αὐτὸς λόγος καὶ περὶ τοῦ μέλιτος· ἡ γὰρ τούτου φύσις ἐστὶν ἡ καὶ τὸ μελίκρατον ἐκ τῶν βραχέως τρεφόντων ἐργαζομένη· τὴν γὰρ ὑγρασίαν τῆς τροφῆς ὄχημα καὶ οὐ τροφὴν οὐ μόνος ὁ Ἱπποκράτης, ἀλλὰ καὶ σχεδὸν ἅπαντες οἱ ἄριστοι τῶν ἰατρῶν ἀπεφήναντο. ταῦτ᾿ οὖν αὐτὰ τὰ νῦν εἰρημένα ὁ Ἱπποκράτης ἔγραψε περὶ μελικράτου καὶ μέλιτος οὐκ ἀσαφῶς διὰ τῶν ἑξῆς.

Τὸ δ᾿ οὐ παντάπασιν ὧδε ἔχει, ἀλλ᾿ ὕδατος μὲν
667
πολλῷ ἰσχυρότερόν ἐστι πινόμενον μοῦνον, ἢν μὴ ἐκταράσσῃ τὴν κοιλίην.

Οὐ γὰρ παντάπασιν ἀληθές ἐστι τὸ διὰ τὸ μελίκρατον ἀποθνήσκειν τοὺς ἀποκαρτεροῦντας· ἀπέθανον γὰρ ἂν, εἰ καὶ μόνον ὕδωρ ἔπινον, ἀλλ᾿ ὅτι βραχεῖαν τροφὴν δίδωσι τῷ σώματι, διὰ τοῦτο μόνον μὲν ὂν οὐχ ἱκανόν ἐστι διαφυλάττειν τὴν ζωὴν, ὥσπερ καὶ χυλῷ πτισάνης, εἴ τις ἐθέλοι ῥοφεῖν μόνης εἰσαεί. ἀλλ᾿ ὕδατος μὲν πολλῷ ἰσχυρότερόν ἐστι πινόμενον μοῦνον, εἰ μὴ ἐκταράσσει τὴν κοιλίην. ἐνδείκνυσθαι δοκεῖ διὰ τῆς ἰσχυρότερον φωνῆς ὅτι ἔχειν τι καὶ τὸ ὕδωρ δύναται εἰς τὸ τρέφειν· ἐγχωρεῖ δὲ διὰ τὸ τὴν ξηρότητα τοῦ σώματος τῆς γαστρὸς ἐπιτέγγεσθαι, διαρκεῖν ἐπὶ πλεῖον τοὺς πίνοντας ὕδωρ τῶν μηδ᾿ ὅλως προσφερομένων. ἀσφαλῶς δὲ προσέθηκεν, εἰ μὴ ταράσσει τὴν κοιλίαν, ἐπὶ τοῦ μελικράτου τὸν λόγον ποιούμενος· ἐκείνους γὰρ δεόντως καὶ χείρονας ἑαυτῶν ἐργάζεται διὰ τὴν κένωσιν, οἶς ταράσσει τὴν κοιλίαν· ἅμα καὶ τοῦ

668
ταράττειν ῥήματος οὐ τὴν σύμμετρον ὑποχώρησιν, ἀλλὰ τὴν πλεονάζουσαν δηλοῦντος. εἰδέναι μέντοι χρὴ τὸ μὲν ὠμὸν μελίκρατον ὑπακτικώτερον εἶναι, τὸ δὲ καλῶς ἡψημένον τροφιμώτερον· ἀλλὰ τοῦτο μὲν ἐγνώσθω σοι κατὰ τὸ πάρεργον, ἴδωμεν δὲ ἃ ἑξῆς γράφει παραβάλλων οἴνῳ μελίκρατον.