In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ἀτὰρ καὶ οἴνου λευκοῦ καὶ λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ᾗ μὲν ἰσχυρότερόν ἐστιν, ᾗ δὲ ἀσθενέστερον.

Ἔνιοι χωρὶς τοῦ ἐστὶ γράφουσι τὴν ῥῆσιν οὕτως· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ᾗ μὲν ἰσχυρότερον, ᾗ δὲ ἀσθενέστερον. ἔνιοι δὲ ἀντὶ τοῦ ᾗ τὸ ἐνίῃ γράφουσιν οὕτως· ἀτὰρ καὶ οἴνου ὀλιγοφόρου καὶ λεπτοῦ καὶ ἀνόσμου ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ ἀσθενέστερον. ἐξ ἁπάντων γε μὴν ἡ αὐτὴ δηλοῦται δύναμις καὶ ἔννοια, κατά τι μὲν λέγοντος ἰσχυρότερον εἶναι τὸ μελίκρατον τοῦ τοιούτου οἴνου, κατά τι δὲ ἀσθενέστερον. ἐγὼ μὲν οὖν

669
ἐπεμνήσθην οἴνου τοιούτου κατὰ τὸν περὶ τῶν οἴνων λόγον· ὁ δ᾿ Ἱπποκράτης αὐτὸν ὥσπερ οὐκ εἰδὼς ἐσιώπησεν, ἀλλὰ νῦν γε σαφῶς ἐδίδαξε τήν τε σύστασιν αὐτοῦ μηνύσας ἐκ τοῦ φάναι λεπτοῦ, καὶ τὴν τῆς δυνάμεως ἀσθένειαν ἐκ τοῦ προσγράψαι καὶ ὀλιγοφόρου· καλεῖται γὰρ οὕτως ὁ τῆς ὕδατος μίξεως ὀλιγίστης χρῄζων εἰς τὸ ποθῆναι. κατὰ τοὐναντίον γὰρ ὁ πολλοῦ δεόμενος ὕδατος εἰς εὐκρασίαν ὀνομάζεται πολυφόρος, ἐν ἴσῳ τῷ πολὺ φέρειν ὕδατος δεόμενος εἰς τὴν εὔκρατον μίξιν· ὁ δ᾿ ὀλιγοφόρος οἶνος ἔκλυτός τε καὶ ἀσθενὴς καὶ ἄχρηστος εἰς ποτὸν γίνεται, εἰ πλέονι κεράσεις ὕδατι. καὶ μὴν καὶ τὸ ἄοδμον αὐτοῦ μέγιστον γνώρισμα τῆς ἀσθενείας τε καὶ ψυχρότητός ἐστιν, ὕδατι καὶ κατὰ τοῦτο ἐοικὼς, ὥσπερ γε καὶ τῶν ἰσχυρὰν ἐχόντων ὀσμὴν μέγιστον τοῦτ᾿ ἔστι τῆς ῥώμης σημεῖον. ὁ μὲν γὰρ ὑδατώδης οἶνος ὀλιγίστην μὲν ἐν τῷ ξύλῳ τῆς ἀμπέλου μεταβολὴν ἔσχηκεν, ὀλιγίστην δὲ καὶ τοῦ γεώδους στοιχείου τὴν μίξιν, ὥστε ὕδωρ εἶναι, βραχὺ γεώδους τε
670
καὶ θερμῆς οὐσίας προσειληφὸς, ἢ μετειληφὸς, εἴς τε τὴν τούτων ἕνωσιν ὀλιγίστης κατεργασίας δεηθείς. ὁ δ᾿ ἐναντίος οἰνώδης τε καὶ πολυφόρος οὔθ᾿ ὑπὸ βραχείας κατεργασίας γίγνεται τοιοῦτος, ὡς ἂν ἐπὶ πλεῖστον ἀφιστάμενος ὕδατος, ἀξιόλογον δὲ διὰ τοῦτ᾿ αὐτὸ τὴν θερμασίαν καὶ τὴν ὀδμὴν ἐπικτᾶται.

Μέγα μὴν διαφέρει καὶ οἴνου καὶ μέλιτος ἀκρητότης ἐς ἰσχὺν ἀμφοῖν. ὅμως τοίνυν εἰ καὶ διπλάσιον μέτρον οἴνου ἀκρήτου πίνοι τις ἢ ὁκόσον μέλι ἐκλείχοι, πολλῷ ἂν δήπου ἰσχυρότερος εἴη ὑπὸ τοῦ μέλιτος, μοῦνον εἰ μὴ ταράσσοι τὴν κοιλίην· πολλαπλάσιον γὰρ καὶ τὸ κόπριον διεξίοι ἂν αὐτέῳ.

Εἰ μελικράτου ἐλέλεκτο καὶ μὴ μέλιτος, ἦν ἂν σαφέστερον· ὁ γάρ τοι λόγος ἦν αὐτῷ μέχρι δεῦρο περὶ μελικράτου καὶ τοῦτο παρέβαλεν οἴνῳ κεκραμένῳ, δηλονότι μεθ᾿

671
ὕδατος, οὐκ αὐτὸ καθ᾿ ἑαυτό· ἀλλ᾿ ὅπως ἡ παραβολὴ δικαία γίγνοιτο, διὰ τοῦτο ἐπανήγαγε τὸν λόγον ἐπ᾿ αὐτόν τε τὸν οἶνον καὶ τὸ μέλι. παραλογίζονται δ᾿ ἔνιοι κατὰ τὰς τοιαύτας παραβολὰς οὐκ ἄλλους μόνον ἑκόντες, ἀλλὰ καὶ σφᾶς αὐτοὺς ἄκοντες· ἔνιοι δὲ πειραθέντες γοῦν τινων ἀκρατεστέρων, οὐ τοῖς ἀκράτοις μόνοις, ἀλλὰ καὶ ὁπωσοῦν κεκραμένοις τὴν ἐπ᾿ ἐκείνων προσάπτουσι δύναμιν· ὥσπερ αὖ πάλιν ἕτεροι πειραθέντες ὑδαρεστέρων, ἔξ ἐκείνων ὑπὲρ ἁπάντων ἀπεφήναντο τῶν ὁπωσοῦν κεκραμένων. οὐ μὴν οὕτως ἐχρῆν ποιεῖσθαι τὰς κρίσεις τῶν πραγμάτων, ἀλλὰ λογίσασθαι δεῖν ἀνάλογον τὸ μελίκρατον ἐν τῇ κράσει τῶν πινομένων οἴνων κατὰ τὴν τοῦ ὕδατος μίξιν, ὡς μὴ τὸν οἶνον ἀκρατέστερον εἶναι, τὸ δὲ μελίκρατον ὑδαρέστερον, εἰ μέλλεις δικαίαν ποιεῖσθαι τὴν παραβολὴν αὐτῶν· ἐπεὶ δὲ χαλεπόν ἐστι τὴν ἀναλογίαν ἀκριβῶς ἐν τῇ μίξει φυλάξαι, διὰ τοῦτο ἐπ᾿ αὐτὰ τὰ ὄντως ἄμικτα καὶ κυρίως ἄκρατα καλούμενα μετήνεγκε τὸν λόγον ὁ Ἱπποκράτης, οἴνῳ μηδ᾿ ὅλως κεκραμένῳ παραβάλλων τὸ μέλι· καί φησι διπλάσιον οἶνον
672
πινόμενον ἧττον τρέφειν ἁπλοῦ πλήθους μέλιτος. ἐπεὶ δὲ πλείω γένη τῶν οἴνων εἰσὶν, οὐ τοὺς ἰσχυροὺς καὶ κεφαλὴν πλῆξαι δυναμένους καὶ παραφροσύνας ἐργάσασθαι προεχειρίσατο κατὰ τὸν λόγον, ἀλλὰ τὸν ἀσθενῆ καὶ ὑδατώδη καὶ τούτῳ παραβάλλων τὸ μέλι τροφιμώτερον ἀπέδειξεν. ὅταν δὲ διπλασίῳ ὄγκῳ οἴνου ἀξιώσῃ μέλιτος ἥμισυ παραβάλλειν, οὐ τοῦτό φησιν, ὅτι μόνον ἑκάτερον ὁ κάμνων αὐτὸ καθ᾿ ἑαυτὸ προσφερέσθω, μὴ μιγνὺς ὕδωρ· ἀλλ᾿ εἰ μετὰ τὸ μετρῆσαι τὸ πλῆθος ἑκατέρου προσφέροιτο καθ᾿ ὅ τι βούλοιτο, διαφέρει οὐδὲν ἧττον. δύναται γὰρ εἰ τύχοι κύαθον ἕνα μέλιτος ἢ καθ᾿ ἑαυτὸν λαμβάνειν ἢ ὅσον βούλεται μιγνὺς ὕδατι προσφέρεσθαι καὶ τοῦτο καθ᾿ ἑκάστην ἡμέραν πιεῖν· ἢ πάλιν οἴνου κυάθους δύο ἑκάστης ἡμέρας ὡς αὐτὸς βούλεται κεραννὺς ὕδατι προσφέρεσθαι. γνωσθήσεται γὰρ ἐκ τῆς τοιαύτης πείρας ἐπὶ πλέον τῶν ἀνθρώπων ὁμοίως ἐχόντων κατ᾿ ἄλλα καὶ μέντοι καὶ μᾶλλον ἐφ᾿ ἑνὸς, οὐ κατὰ τὸν αὐτὸν χρόνον, ἡ ἑκατέρου δύναμις ἀκριβής· εἰ γὰρ μὴ κατὰ τινα φύσεως ἰδιότητα ταράττοι τὴν γαστέρα τὸ μέλι,
673
πλείοσιν ἡμέραις ἐξαρκέσουσιν οἱ τῷ μέλιτι χρώμενοι. διὰ τί οὖν, εἴπερ τοῦτο οὕτως ἔχει, κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἶπεν· ἀτὰρ καὶ οἴνου λεπτοῦ καὶ ὀλιγοφόρου καὶ ἀνόσμου ἐνίῃ μὲν ἰσχυρότερον, ἐνίῃ δὲ ἀσθενέστερον εἶναι τὸ μελίκρητον; οὐ γὰρ ἐνίοτε μὲν ἰσχυρότερον, ἐνίοτε δὲ ἀσθενέστερον, ἀλλ᾿ ἰσχυρότερον ἀεὶ φαίνεται κατὰ τὸν εἰρημένον ἄρτι λόγον. ὅτι πρὸ τοῦ διορισθῆναι καὶ διδαχθῆναι πρὸς αὐτοῦ περὶ τῆς δικαίας παραβολῆς ἀδιορίστως τοῦ λόγου περαινομένου καλῶς καὶ ἀσφαλῶς εἶπεν, εὑρεθήσεται τὸ μελίκρατον τοῦ οἴνου κατά τι μὲν ἰσχυρότερον, κατά τι δὲ ἀσθενέστερον. ἐὰν γὰρ μὴ διορίσηταί τις ἑκατέρου τὴν ἀναλογίαν τῆς κράσεως, ἐνίοτε μὲν ἀσθενέστερος ὁ οἶνος, ἐνίοτε δὲ τὸ μελίκρατον εἶναι δόξει· διορισθέντων δὲ, ὡς εἴρηται, καὶ τῆς κατὰ τὴν γαστέρα ταραχῆς ἐπιβλεπομένης, τὸ μελίκρατον ἰσχυρότερον εἰς θρέψιν ἀεὶ φαίνεται τοῦ κεκραμένου κατὰ τὴν αὐτὴν ἀναλογίαν οἴνου· ἐὰν δὲ ὅτι καὶ τὸ κόπριον ἐκκρινόμενον ἐπὶ τῷ μελικράτῳ σύμμετρον, ὡς μὴ καταλύειν τὴν δύναμιν ἐννοήσεις, ἔτι καὶ μᾶλλόν σοι φανεῖται
674
πλείων ἡ ἐκ μελικράτου θρέψις ἤπερ ἡ ἐξ οἴνου γιγνομένη. εἰ γὰρ καὶ κόπρου πολλαπλασίου διεξιόντος, ὅμως ὁ κάμνων ἐξαρκεῖ πλείοσιν ἡμέραις ἐπὶ τῷ μελικράτῳ, δυνατώτερον δηλονότι πρὸς τὴν θρέψιν οἴνου φαίνεται τὸ μέλι.

Εἰ μέντοι ῥοφήματι χρέοιτο πτισάνῃ, ἐπιπίνοι δὲ μελίκρητον, ἄγαν πλησμονῶδες ἂν εἴη καὶ φυσῶδες καὶ τοῖσι κατὰ τὰ ὑποχόνδρια σπλάγχνοισιν ἀσύμφορον· προπινόμενον μέντοι πρὸ ῥοφημάτων μελίκρητον οὐ βλάπτει ὡς ἐπιπινόμενον, ἀλλὰ τι καὶ ὠφελέει.

Περὶ τῆς τάξεως ὁ λόγος αὐτῷ, ᾗ κάλλιστ᾿ ἄν τις χρῷτο τῷ μελικράτῳ τε καὶ πτισάνῃ. κοινὸς δὲ ἔστω σοι λόγος καὶ οὗτος, ὡς ἐπὶ παραδείγματος ἑνὸς διδασκόμενος μελικράτου τε καὶ πτισάνης· ἀεὶ γὰρ χρὴ πρότερον μὲν προσφέρεσθαι τά τε ῥᾳδίως διαφθειρόμενα καὶ μᾶλλον ὑπιόντα, δεύτερα δὲ τὰ ἐναντία. πτισάνη δὲ μελικράτου δυσφθαρτότερον

675
καὶ ὑπέρχεται βράδιον. πρώτου μὲν οὖν τοῦ μελικράτου ληφθέντος οἷον ὑφήγησίς τις ἔξ αὐτοῦ γένοιτ᾿ ἂν τῇ πτισάνῃ τῆς διαχωρήσεως· εἰ δὲ πτισάνη πρώτη ληφθείη, κωλυόμενον ὑπιέναι τὸ μελίκρατον ἐμφυσήσει τε τὸ ὑποχόνδριον εἴς τε τὴν χολὴν μεταβληθὲν ἐν τῷ χρόνῳ καὶ τῇ πτισάνῃ τι λυμανεῖται.

Ἑφθὸν δὲ μελίκρητον ἐσιδεῖν μὲν πολλῷ κάλλιον τοῦ ὠμοῦ· λαμπρὸν γὰρ καὶ λεπτὸν καὶ λευκὸν καὶ διαφανὲς γίγνεται· ἀρετὴν δὲ ἥντινα αὐτέῳ προσθέω διαφέρουσάν τι τοῦ ὠμοῦ οὐκ ἔχω. οὔτε γὰρ ἥδιόν ἐστι τοῦ ὠμοῦ, ἢν τυγχάνοι γε τὸ μέλι καλὸν ἐόν· ἀσθενέστερον μέντοι γε τοῦ ὠμοῦ καὶ ἀκοπρωδέστερόν ἐστιν, ὧν οὐδετέρου ἐς τιμωρίην προσδέεται μελίκρητον. ἄγχιστα δὲ χρηστέον αὐτῷ τοιῷδε ἐόντι, ἢν τὸ μέλι τυγχάνοι πονηρὸν ἐὸν καὶ ἀκάθαρτον καὶ μέλαν καὶ μὴ εὐῶδες· ἀφέλοιτο γὰρ ἂν ἡ ἕψησις τῶν κακοτήτων αὐτοῦ τὰ πλέονα τοῦ αἴσχεος.
676

Διαφορὰς ὠμοῦ τε καὶ ἑφθοῦ μελικράτου διδάσκει καθ᾿ ὅλην τήνδε τὴν ῥῆσιν, δεῖται δ᾿ ὁ λόγος οὐδεμιᾶς ἐξηγήσεως.

Τὸ δ᾿ ὀξύμελι καλεόμενον ποτὸν πολλαχοῦ εὔχρηστον ἐν ταύτῃσι τῇσι νούσοισιν εὑρήσεις ἐόν· καὶ γὰρ πτυάλου ἀναγωγόν ἐστι καὶ εὔπνοον· καιροὺς μέντοι τοιούσδε ἔχει.

Τὸ καλούμενον καὶ τὸ καλεῖσθαι καὶ τὰ παραπλήσια τούτοις ἔμαθες αὐτὸν προστιθέντα ποτὲ μὲν ὡς οὐδέπω συνήθους ἅπασι τοῖς Ἕλλησι τῆσδε τῆς προσηγορίας οὔσης, ποτὲ δὲ ὡς ἀκύρως λεγομένης, ἐνίοτε δὲ ὡς ἐνδεικνυμένης τι τεχνικὸν, ὡς ἐπὶ τῶν κροταφιτῶν τε καὶ μασητήρων μυῶν ἐδιδάξαμεν. ἀλλ᾿ ὅτι μὲν οὐδὲν ἐνδείκνυται τεχνικὸν ἡ προσηγορία τοῦ ὀξυμέλιτος ἅπαντι δῆλον, ἀλλ᾿ ἤτοι μεμφόμενος ἢ ὡς οὐδέπω συνήθη, διὰ τῆς τοῦ καλεομένου ἐπεσημήνατο προσθήκης. ἐγχωρεῖ δ᾿ ἑκάτερα· ἴσως μὲν γὰρ

677
τότε πρῶτον εἰς χρῆσιν κοινὴν ἤρχετο· τάχα δὲ καὶ μέμφεται τῇ φωνῇ, ὡς ἐμφαινούσῃ, ἤτοι ἐκ τοῦ ὄξους καὶ μέλιτος μόνων συγκεῖσθαι τὸ φάρμακον ἢ ὡς μέλιτος διαφορὰν δηλούσῃ, ὡς εἰ καὶ οὕτως ἔλεγέ τις· τὸ δὲ μέλι τὸ ὀξὺ δύναμιν ἔχει τοιάνδε. περὶ μὲν δὴ τῆς τοῦ καλεομένου προσθήκης δῆλον· ἐπ᾿ αὐτὸ δὲ τὸ χρήσιμον ἴωμεν. οὐ γὰρ ἐξ ὄξους καὶ μέλιτος μίξεως μόνον ἡ σύνθεσις γίγνεται τοῦ ὀξυμέλιτος, ἀλλ᾿ ἐκ μελικράτου βραχὺ προσλαμβάνοντος ὄξους. ἕψεσθαι δὲ ἄμεινον αὐτό· καθαιρεῖται γὰρ ἡ δύναμις τοῦ ὄξους ὑπὸ τῆς ἑψήσεως, ὡς τὴν ὠφέλειαν τὴν παρ᾿ αὐτοῦ λαμβάνειν τὸ μελίκρατον ᾧ μίγνυται, τὴν βλάβην δὲ οὐκ ἴσχειν. τὴν μὲν οὖν ὠφέλειαν κατὰ τὴν ἀρχὴν εἶπε τῆς ῥήσεως καὶ μετὰ ταῦτα ἐρεῖ· τὴν βλάβην δ᾿ ἐπὶ τῇ τελευτῇ τῆς ὅλης ῥήσεως προσθήσει. κατὰ τὴν ἀρχὴν μὲν οὖν εἴρηται, πτυέλου γὰρ ἀναγωγόν ἐστι καὶ εὔπνοον· ἐφεξῆς δ᾿ ὅσα ταῖς λέξεσιν ἐπακολουθήσαντες αὐτοῦ μαθησόμεθα. καιροὺς μέντοι τοιούσδε ἔχει. τοὺς καιροὺς ἤτοι τοὺς τῆς χρήσεως αὐτοῦ λέγει, καθότι σύνηθες, ἢ τοὺς
678
τῆς ὠφελείας, ἐπειδὴ καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ἐδείχθη χρώμενος ἐνίοτε τῇ τοῦ καιροῦ προσηγορίᾳ.

Τὸ μὲν κάρτα ὀξὺ οὐδὲν ἂν μέσον ποιήσειεν πρὸς τὰ πτύελα τὰ μὴ ῥηϊδίως ἀνιόντα. εἰ γὰρ ἀνάγοι μὲν τὰ ἐγκέρχνοντα καὶ ὄλισθον ἐμποιήσειε καὶ ὥσπερ εἰ διαπτερώσειε τὸν βρόγχον, παρηγορήσειε τὸν πνεύμονα, μαλθακτικὸν γὰρ αὐτέου· καὶ εἰ μὲν ταῦτα συγκυρήσειε, μεγάλην ἂν ὠφελείην ποιήσειεν· ἔστι δ᾿ ὅτε τὸ κάρτα ὀξὺ οὐκ ἐκράτησε τῆς ἀναγωγῆς τοῦ πτυέλου, ἀλλὰ προσεγλίσχρηνέ τε καὶ ἔβλαψεν.

Ἐφ᾿ ὧν ἐστι χρεία τοῦ ὀξέος ὀξυμέλιτος, ἐπὶ τούτων διδάσκει τὴν ἐξ αὐτοῦ γιγνομένην ἐνίοτε βλάβην· ἐφ᾿ ὧν γὰρ ὅλως οὐδ᾿ ἂν χρήσαιτό τις ὀξεῖ τῷ τοιούτῳ φαρμάκῳ, περιττὸν τὸ καταλέγειν τὰς τοιαύτας βλάβας. οὐδὲ γὰρ οὐδ᾿ ἁπλῶς εἶπε περὶ ὀξέος ὀξυμέλιτος, ἀλλὰ καὶ κάρτα προσέθηκεν,

679
ὅπερ σημαίνει ταὐτὸν τῷ λίαν καὶ σφόδρα. τὸ τοιοῦτον οὖν ὀξύμελι μέσον οὐδὲν εἴωθεν ἐργάζεσθαι τοῖς κατὰ τὸν πνεύμονα παχέσι τε καὶ γλίσχροις πτυέλοις, ἐφ᾿ ὧν ἄν τις αὐτῷ χρήσαιτο μόνῳ· ἀλλ᾿ ἤτοι τεμὸν αὐτὰ καὶ ἀποῤῥύψαν ἀνήγαγεν ἢ τοῦτο μὲν πρᾶξαι μὴ δυνηθὲν ἐξήρανεν. ὥσπερ γὰρ τμητικὸν τὸ τοιοῦτον φάρμακον, οὕτω καὶ ξηραντικόν· ἔχομεν δ᾿ αὐτὸ ἐπὶ τῶν κατὰ τὸν πνεύμονα παχέων πτυέλων, οὐχ ὡς ξηραῖνον (οὕτως γὰρ βλάψειεν), ἀλλὰ ὡς τέμνον τε καὶ ῥύπτον. ὅταν μὲν οὖν ἀδυνατήσῃ ταῦτα ποιῆσαι, χρηστὸν μὲν οὐδὲν ἔπραξε, μεγίστην δὲ βλάβην εἰργάσατο. πότ᾿ οὖν ἀποτυγχάνει ῥύπτειν καὶ τέμνειν αὐτὸς ἐφεξῆς ἐδίδαξε, νυνὶ δὲ βούλομαι περὶ τῆς γραφῆς τῆς ἐν πολλοῖς τῶν βιβλίων εἰπεῖν· οὐ γὰρ διὰ τὸ σ τὴν δευτέραν συλλαβὴν τοῦ μέσον ὀνόματος, ἀλλὰ διὰ τοῦ ζ γεγραμμένην εὑρίσκομεν, ὡς εἶναι τὴν ὅλην λέξιν τοιάνδε· τὸ μὲν γὰρ κάρτα ὀξὺ οὐδὲν ἂν μέζον ποιήσειεν. ἔστι δὲ τοῦτο ψεῦδος· αὐτὸς γὰρ ἐπιφέρων δείκνυσιν ἐνίοτε μὲν μεγάλην
680
ὠφέλειαν ἐξ αὐτοῦ γιγνομένην, ἐνίοτε δὲ βλάβην· ὥστ᾿ ἀεὶ μέγα τι ποιεῖ καὶ οὐδέποτε μικρόν. ἐφ᾿ οὗ δὲ ἀληθὲς εἰπεῖν ἐστιν, ἀεί τι γίγνεσθαι κακὸν μέγα ἢ ἀγαθὸν, περὶ τούτου κάλλιον ἄν τις εἴποι καὶ μηδὲν μέσον ὑπ᾿ αὐτοῦ γίγνεσθαι.