In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Γεγράψεται οὖν καὶ περὶ τούτων σημήϊα, οἶσι δεῖ ἕκαστα τουτέων διαγινώσκειν.

Ἐπαγγέλλεται οὖν πάλιν κᾀνταῦθα, ὥσπερ ὀλίγον ἔμπροσθεν, ἕτερόν τι γράψαι περὶ τῶν ὀξέων νοσημάτων βιβλίον.

Παραπλήσια μέντοι τοῖσι κατὰ κοιλίην ἐστὶ καὶ ταῦτα. καὶ γὰρ ἢν ὅλον τὸ σῶμα ἀναπαύσηται πουλὺ παρὰ τὸ ἔθος, οὐκ αὐτίκα ἔῤῥωται μᾶλλον· ἢν δὲ δὴ καὶ πλείονα χρόνον διελινύσας ἐξαπίνης εἰς τοὺς πόνους ἔλθοι, φλαῦρόν τι πρήξειεν ἐπιδήλως. οὕτω δὲ καὶ ἓν ἕκαστον τοῦ σώματος.
613
καὶ γὰρ ἢν πόδες τοιόνδε τι πρήξειαν, καὶ τὰ ἄλλα ἄρθρα μὴ εἰθισμένα πονέειν, ἢν διὰ χρόνου ἐξαπίνης εἰς τὸ πονέειν ἔλθῃ. ταῦτα δ᾿ ἂν καὶ οἱ ὀφθαλμοὶ καὶ οἱ ὀδόντες πάθοιεν καὶ πᾶν ὁτιοῦν, ἐπεὶ καὶ κοίτη παρὰ τὸ ἔθος μαλακὴ πόνον ἐμποιέει καὶ σκληρὴ παρὰ τὸ ἔθος, καὶ ὕπαιθρος παρὰ τὸ ἔθος εὐνὴ σκληρύνει τὸ σῶμα.

Πάλιν ἐπὶ τὸ προκείμενον ἐπανῆλθε, συμπληρώσας τὸν κατὰ παρέκβασιν αὐτῷ λόγον ἐμπεσόντα περὶ τῆς κατὰ τὴν δύναμιν ἀσθενείας· καί φησιν ὅτι τοῖς κατὰ τὴν κοιλίαν ἔμπροσθεν εἰρημένοις τὰ νῦν λεχθησόμενα παραπλήσιά πώς ἐστι· συντείνει γὰρ εἰς ταὐτὸ τὸ κεφάλαιον, ἐν ᾧ κατασκευάζει τὰς ἀθρόας μεταβολὰς μεγάλην φέρειν τοῖς κάμνουσι βλάβην. αὐτὸ δ᾿ ὃ νῦν γράφει, τοιόνδε ἐστίν. ὥσπερ ἡ κοιλία πλείονα χρόνον παντάπασιν ἀργήσασα καλῶς ἐνεργεῖν οὐ δύναται, πρὶν κατὰ βραχὺ πάλιν ἐθισθῆναί τε καὶ προσαχθῆναι ταῖς οἰκείαις ἐνεργείαις· οὕτω καὶ πᾶν τὸ σῶμα καὶ τῶν ἄλλων μορίων ἕκαστον. εἶτα

614
καὶ μορίων ἐνίων ἐφεξῆς ὀνομαστὶ μνημονεύει. ἐπὶ δὲ τῇ τελευτῇ τοῦ λόγου καὶ τῆς κατὰ τὴν κοίτην μεταβολῆς ἐμνημόνευσεν, ἔτι δὲ καὶ νῦν κατασκευάζων τὸ προκείμενον ἐξ ἀρχῆς αὐτῷ περὶ τῆς τῶν ἐθῶν μεταβολῆς.

Αὐτὰρ καὶ τῶν τοιῶνδε πάντων ἀρκέει παραδείγματα γράψαι. εἰ γάρ τις ἕλκος λαβὼν ἐν κνήμῃ μήτε λίην ἐπίκαιρον μήτε λίην εὔηθες μήτε ἄγαν δυσελκὴς ὢν μήτε ἄγαν εὐελκὴς αὐτίκα ἀρξάμενος ἐκ πρώτης κατακείμενος ἰητρεύοιτο καὶ μηδαμῇ μετεωρίζοι τὸ σκέλος, ἀφλέγμαντον μὲν ἂν οὕτως εἴη καὶ ὑγιὴς πολλῷ θᾶσσον οὕτω γένοιτο ἢ εἰ περιπλανώμενος ἰητρεύοιτο· εἰ μέντοι πεμπταῖος ἢ ἑκταῖος ἢ καὶ ἔτι ἀνωτέρω ἀναστὰς ἐθέλει προβαίνειν, μᾶλλον ἂν πονέοι τότε ἢ εἰ αὐτίκα ἔξ ἀρχῆς πλανώμενος ἰητρεύοιτο· εἰ δὲ καὶ πολλὰ ταλαιπωρήσειεν
615
ἐξαπίνης, πολλῷ ἂν μᾶλλον πονέσειεν ἢ εἰ ἐκεῖνος ἰητρευόμενος ταῦτα ταλαιπωρήσειεν ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν.

Ἔτι τε περὶ τῆς ἀθρόας μεταβολῆς ποιεῖται τὸν λόγον, ὥσπερ ἔμπροσθεν ἐπ᾿ ἄλλων παραδειγμάτων, οὕτως καὶ νῦν ἐπὶ ἕλκους· εἰ γάρ τις, φησὶν, ἕλκος ἔχων ἐν κνήμῃ, δέον ἡσυχάζειν τε καὶ κατακεῖσθαι, περιέρχοιτο βαδίζων ἠρέμα (τοῦτο γὰρ σημαίνει τὸ πλανώμενος ἰητρεύοιτο) βλάπτοιτο μὲν ἔξ ἅπαντος, ἀλλ᾿ ἧττον τοῦ ἐν ταῖς πρώταις ἡμέραις ἡσυχάσαντος, ἐξαίφνης περὶ έ ἢ στ΄ ἢ ἔτι ἀνωτέρω τοῦ περὶ γ΄ ἢ δ΄, ἀρξαμένου βαδίζειν. ἔνιοι δὲ τὸ ἀνωτέρω νομίζουσιν ἐπὶ τῶν ἐφεξῆς ἡμερῶν εἰρῆσθαι τῆς ζ΄ καὶ η΄ καὶ θ΄, οὓς ἐχρῆν, εἰ τοῦτ᾿ αὐτοῖς ἤρεσκε, διὰ τοῦ ε καὶ τοῦ ξ γράμματος, τὴν ἀρχὴν τῆς λέξεως γράφειν ἐξωτέρω καὶ οὐκ ἀνωτέρω, διὰ τοῦ α καὶ ν, τί οὖν, φήσουσιν, οὐχὶ καὶ τοιοῦτο γένοιτ᾿ ἄν ποθ᾿ ἕλκος, ὥστε κᾂν ἑβδόμης τις ἢ ὀγδόης ἡμέρας ἄρξηται βαδίζειν, ἡσυχάσας ἔμπροσθεν, οὐ σμικρῶς βλαβῆναι; καὶ μεγάλως φαίην ἂν, εἴ γε μέγα τὸ ἕλκος

616
ᾖ ἢ ὁ κάμνων εἴη δυσελκὴς, μᾶλλον δ᾿ εἰ ἄμφω συνέλθοι· εἰ δὲ μήτε μέγα τὸ ἕλκος μήτε ὁ κάμνων δυσελκὴς εἴη, ἰητρεύοιτο δὲ προσηκόντως, καὶ γὰρ καὶ τοῦτο χρὴ προσυπακούεσθαι τῷ λόγῳ, περὶ τὴν ἑβδόμην ἢ ὀγδόην ἡμέραν ἤδη καλῶς ἔχοι καὶ βαδίζειν ἀβλαβῶς δύναται. διὰ τοῦτ᾿ οὖν προσέθηκε τῷ λόγῳ, περὶ μὲν τοῦ ἕλκους αὐτοῦ, μήτε λίην ἐπίκαιρον μήτε λίην εὔηθες, τὸ ἁπλοῦν δηλονότι καλέσας εὔηθες· περὶ δὲ τοῦ ἀνθρώπου, μήτε ἄγαν δυσελκής· ὁ γὰρ τοιοῦτος εἰ μηδὲν ἄλλο περὶ τὴν θεραπείαν ἁμαρτάνοι, μόνον διὰ τὸ βαδίζειν τὰ μέτρια, δέον κατακεῖσθαι, βλαβείη μὲν ἂν, οὐ μὴν οὕτως γε μεγάλως, ὡς εἰ ταῖς πρώταις ἡμέραις ἡσυχάσας, περὶ τρίτην ἢ τετάρτην ἢ πέμπτην ἢ ἕκτην ἤρξατο περιπατεῖν. ὁ δὲ μέγα τὸ ἕλκος ἔχων καὶ δυσελκὴς ὢν οὐ μετρίως, ἀλλὰ μεγάλως ἂν βλαβείη περιπατῶν ἐξ ἀρχῆς, ὥσπερ καὶ πάλιν ὁ μικρόν γε τὸ ἕλκος ἔχων καὶ λίαν ὢν εὐελκὴς ἐν ταῖς πρώταις ἡμέραις
617
ἡσυχάσας περὶ τὴν ε΄ ἢ στ΄ ἤρξατο περιπατεῖν, οὐκ ἂν μεγάλως, ἀλλὰ μετρίως βλαβείη. διὰ ταῦτ᾿ οὖν ὁ Ἱπποκράτης ἐπὶ τοῦ μέσως ἔχοντος ἐν ἀμφοτέραις ταῖς ἀντιθέσεσι τὸν λόγον ἐποιήσατο· λέγει δὲ ἀντίθεσιν τήν τε κατὰ τὸ μέγα καὶ μικρὸν ἕλκος καὶ τὴν κατὰ τὸ δυσελκῆ καὶ εὐελκῆ εἶναι τὸν ἄνθρωπον. εὔδηλον δ᾿ ὅτι διαφέρει μηδὲν ἐπίκαιρον ἕλκος εἰπεῖν ἢ μέγα, καθάπερ οὐδὲ μικρὸν ἢ εὔηθες· τὸ γὰρ ἐπίκαιρον ἢ διὰ τὴν τοῦ χωρίου φύσιν γίνεται τοιοῦτον, μέγα κατὰ δύναμιν ἀποτελούμενον, εἰ καὶ τῇ διαιρέσει τοῦ χρωτὸς εἴη μικρὸν ἢ καὶ κατ᾿ αὐτὸ τὸ τῆς διαιρέσεως μέγεθος ἐπίκαιρον γένηται· τὸ δ᾿ εὔηθες, ὅπερ ἀπλοῦν ἐστι καὶ μικρὸν, ἢ διὰ τὴν τοῦ χωρίου φύσιν ἄκυρον οὖσαν, ἢ κατ᾿ αὐτὴν τὴν διαίρεσιν βραχεῖαν γενομένην.

Διὰ τέλεος οὖν μαρτυρέει ταῦτα πάντα ἀλλήλοισιν, ὅτι πάντα
618
ἐξαπίνης μείζω πολλῷ τοῦ μετρίου μεταβαλλόμενα καὶ ἐπὶ τὰ καὶ ἐπὶ τὰ βλάπτει.

Ἐφ᾿ ἑκάστῳ τῶν παραδειγμάτων ἀναμιμνήσκει τοῦ προκειμένου λόγου. καὶ νῦν οὖν ἐπὶ τοῦ κατὰ τὸ ἕλκος παραδείγματος ἐποίησεν αὐτό. τὸ γὰρ διὰ τέλεος ταὐτὸν σημαίνει τῷ διὰ παντὸς καὶ ἀεί.

Πολλαπλασίη μὲν οὖν κατὰ κοιλίην ἡ βλάβη ἐστὶν, ἢν ἐκ πολλῆς κενεαγγείης ἐξαπίνης πλέον τοῦ μετρίου προσαίρηται· ἀτὰρ καὶ κατὰ τὸ ἄλλο σῶμα, ἢν ἐκ πολλῆς ἡσυχίης ἐξαίφνης ἐς πλείω πόνον ἔλθοι, πουλὺ πλείω βλαβείη ἢ εἰ ἐκ πολλῆς ἐδωδῆς ἐς κενεαγγείην μεταβάλλοι. δεῖ μέντοι καὶ τὸ σῶμα τουτέοισιν ἐλινύειν, κἢν ἐκ πολλῆς ταλαιπωρίης ἐξαπίνης ἐς σχολήν τε καὶ ῥαθυμίην ἐκπέσῃ· δεῖ δὲ καὶ τουτέοισι τὴν κοιλίην ἐλινύειν πλήθεος βρώμης·
619
εἰ δὲ μὴ, πόνον ἐν τῷ σώματι ἐμποιήσει καὶ βάρος ὅλου τοῦ σώματος.

Ὃ πρῶτον ἁπάντων ἀποδεῖξαι προὔθετο, τοῦτ᾿ ἦν αὐτὸ τὸ περὶ τῶν κατὰ τὴν κοιλίην ἀθρόων μεταβολῶν· εἶτα ἀπ᾿ αὐτοῦ πρὸς τὸ γενικώτερον, ὃ δὴ καὶ καθολικώτερον ὀνομάζουσι, μεταβὰς, περὶ πάσης ἔθους ἐξαλλαγῆς ἀθρόας διελέχθη μέχρι δεῦρο. περιεχομένων γὰρ τῶν εἰδικωτέρων ἐν τοῖς γενικωτέροις καὶ τῶν κατὰ μέρος ἐν τοῖς καθόλου καὶ ἡ τῶν κατὰ τὴν κοιλίην ἐξαλλαγὴ συναποδέδεικται τῇ περὶ πάντων ἀθρόᾳ μεταβολῇ· ἀλλὰ νυνὶ πάλιν ἐπὶ τὴν κοιλίαν ἀφικόμενος, τῶν ἐν αὐτῇ μεταβολῶν τὰς διαφορὰς διδάσκει, καί φησι πολλαπλασίαν εἶναι τὴν βλάβην ἐν τῇ μεταβολῇ τῆς διαίτης, ὅταν ἐκ πολλῆς ἀσιτίας ἀθρόως προσεπενέγκηται πλείω τῶν συμμέτρων, ἤπερ ὅταν ἐκ πολλῆς ἐδωδῆς εἰς ἀσιτίαν μεταβάλλῃ. τούτῳ δ᾿ αὐτῷ πάλιν ὅμοιον παρενέβαλε περὶ τὸ πᾶν σῶμα γιγνόμενον· ἧττον γὰρ βλάπτονται μεταβάλλοντες ἐξαίφνης εἰς ἡσυχίαν ἐκ κινήσεων

620
ἤπερ ὅταν εἰς κίνησιν ἐξ ἡσυχίας. πάλιν δὲ κᾀνταῦθα προσέγραψεν ἐπανορθώματα τῆς ἀκαίρου μεταβολῆς, ὥσπερ κᾀν τοῖς ἔμπροσθεν· οὐκ ἀναγκαῖον δὲ οὐδὲ τοῦτο τῷ προκειμένῳ σκέμματι. ἃ δ᾿ οὖν προσέγραψε, ταῦτά ἐστι· τοῦτο μὲν εἰς ἀργίαν μεταβαίνοντας ἐκ κινήσεως τε καὶ πράξεως, ἐλινύειν ἀξιοῖ, τουτέστιν ἡσυχάζειν τῷ παντὶ σώματι· τοῦτο δὲ ταὐτόν ἐστιν ἐκείνῳ τῷ, ὅκου λιμὸς οὐ δεῖ πονέειν· τοὺς δ᾿ εἰς ἡσυχίαν ἐκ πολλῆς ταλαιπωρίας, ὀλιγώτερα προσφέρεσθαι, τοῦτο δ᾿ αὖ πάλιν ἐστὶν ἐλινύειν τὴν κοιλίην· ὡς εἴ γε μὴ πονῶν ὅλῳ τῷ σώματι προσφέροιτο τὰ συνήθη, πλῆθος ὑποθρέψει, διὸ βαρυνθήσεται τὸ πᾶν σῶμα καὶ πονήσειε. σημαίνει δ᾿ αὐτῷ νῦν ὁ πόνος τὴν βλάβην, γενικῶς νοούμενος πολλαῖς ταῖς κατ᾿ εἶδος βλάβαις.

Ὁ δὴ οὖν πλεῖστός μοι λόγος γέγονε περὶ τῆς μεταβολῆς τῆς ἐπὶ τῆς διαίτης καὶ ἐπὶ τὰ καὶ ἐπὶ τά. ἐς πάντα μὲν
621
οὖν εὔχρηστον ταῦτ᾿ εἰδέναι, ἀτὰρ καὶ περὶ οὗ ὁ λόγος ἦν, ὅτι ἐν τῇσιν ὀξείῃσι νούσοισιν ἐς τὰ ῥοφήματα μεταβάλλουσιν ἐκ τῆς κενεαγγείης· μεταβλητέον γὰρ ὡς ἐγὼ κελεύω ἤδη· ἔπειτα οὐ χρηστέον ῥοφήμασι, πρὶν ἡ νοῦσος πεπανθῇ ἢ ἄλλο τι σημεῖον φανῇ ἢ κατὰ ἔντερον κενεαγγικὸν ἢ ἐρεθιστικὸν ἢ κατὰ τὰ ὑποχόνδρια ὁκοῖα γεγράψεται σημεῖα.

Συνήγαγε πάλιν αὐτὸς εἰς ἓν κεφάλαιον ἅπαντα τὸν λόγον, ἀξιῶν ἐπὶ μὲν τῶν ὡσαύτως ἐχόντων μὴ μεταβάλλειν τὴν δίαιταν, ἐπὶ δὲ τῶν ἐξ ὑγείας εἰς νόσον μεταβάλλειν μὲν, οὐ μὴν ὡς ἄλλοι μεταβάλλουσιν. εἶτα καὶ διὰ συντόμων ἐδήλωσε τὸν σκοπὸν τῆς ἐπὶ τῶν ὀξέως νοσούντων διαίτης. εἰ μὲν γὰρ πεπανθῇ τὸ νόσημα, μεταβαίνειν ἐπὶ τὴν τοῦ χυλοῦ δόσιν ἐκέλευσεν· εἰ δ᾿ ἄπεπτον εἴη, μὴ μεταβαίνειν, εἰ μὴ ἄρα σύμπτωμά τι καθαιρετικὸν τῆς δυνάμεως ὀφθείη καὶ κενώσεως κατὰ γαστρὸς πλείονος ἢ ἄλλου τινὸς

622
προερεθισμοῦ προσγινομένου. κοινῷ δὲ ὀνόματι τῷ τοῦ ἐρεθισμοῦ περιέλαβε πάντα τὰ καθ᾿ ὁντιναοῦν τρόπον εἰς ἀῤῥωστίαν ἄγοντα τὴν δύναμιν, ἐν οἷς ἐστὶ καὶ ἡ δῆξις ὑπὸ δριμέων χυμῶν, ἤτοι κατ᾿ ἔντερον ἢ κατὰ γαστέρα γενομένη, καὶ μάλιστ᾿ αὐτῆς κατὰ τὸ στόμα καὶ ἀγρυπνία καὶ ὀργὴ καὶ λύπη καί τινες ἕλμινθες ἐκ τῶν ἐντέρων ἀναβᾶσαι πρὸς τὴν γαστέρα καὶ κνῆσις τοῦ δέρματος ἅπαντος ἢ καὶ μορίων τινῶν, ἐπιθεμένη διὰ νυκτὸς, ὡς μὴ μόνον αὐτῷ τὸ ἐρεθίζειν, ἀλλὰ καὶ σὺν ἀγρυπνίᾳ καταλύσαι τὴν δύναμιν· καὶ τὰ ὑποχόνδρια δὲ, φησὶν, οἷα γεγράψεται καὶ αὐτὰ συνενδείξεται το διδόναι τροφὴν, ἢ μὴ διδόναι· δυνατὸν γὰρ ὑπακούειν ἀμφότερα, μᾶλλον μέντοι τὸ ἕτερόν, ὅσον κατὰ τὴν τῶν λόγων ἀκολουθίαν. κελεύων γὰρ ἀπέχεσθαι πτισάνης πρὸ τοῦ πεφθῆναι τὴν νόσον, ὅταν γε δηλονότι δυνατὸν ᾖ τὸν κάμνοντα διαρκέσαι, προσέθηκε· πλὴν εἰ μὴ σημεῖόν τι φανείη ἢ κατ᾿ ἔντερον κενεαγγικὸν, ἢ ἐρεθιστικὸν ἢ κατὰ ὑποχόνδρια οἷα γεγράψεται· ὡς τούτων ποτὲ προτρεπομένων ἐπὶ τὴν τοῦ χυλοῦ δόσιν πρὸ τοῦ
623
πεφθῆναι τὴν νόσον. ἴσως δὲ τὰ κατεξηρασμένα σφοδρῶς ὑποχόνδρια καὶ ἰσχυρῶς αὐχμώδη λέγει. τοιαῦτα γὰρ συμπίπτει καὶ τῷ κατὰ τὸ προγνωστικὸν εἰρημένῳ νεκρώδει προσώπῳ, περὶ οὖ φησι, ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι συμπεπτωκότες. αὕτη γὰρ ἡ συνδρομὴ τῶν σημείων ὑποχόνδριον ἔχει προσεσταλμένον ἱκανῶς, ὥστε τινα τῶν μὴ τετριμμένων ὡς ἀνεσπασμένον ἐξαπατῆσαι· οὐ ταὐτὸν δέ ἐστι προσεστάλθαι τε σφοδρῶς διὰ ξηρότητα καὶ ἀνασπᾶσθαι διὰ φλεγμονὴν, εἴ γε μὴν ὑπερβάλλουσα ξηρότης τοῦ σώματος ἐργαζομένη ἐστὶ τάσιν ἐν τῷ διαφράγματι πλείονα καὶ τῷ ὑποχονδρίῳ. μάλιστα δὲ προσέχειν δεῖ καὶ διορίζειν ἀπὸ τῆς ξηρότητος τὴν φλεγμονὴν, ἐπειδὴ καὶ ἡ θεραπεία διάφορός ἐστι· τοῖς μὲν γὰρ διὰ φλεγμονὴν ἔχουσι τὸ τοιοῦτον αὐτὸ λεπτοτάτης ἐστὶ χρεία διαίτης· τοῖς δὲ διὰ ξηρότητα τῆς ἐναντίας, ἐν ᾗ πλεονάκις ὀλίγον δίδομεν χυλὸν πτισάνης.