In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Καὶ ὡς ἐπιτοπολὺ ἀπάρτι, ἐνίοτε δὲ ἐν τοῖσι τοιούτοισι καιροῖσι μεταβάλλουσιν ἐς τὰ ῥοφήματα ἐκ τῆς κενεαγγείης,
593
ἐν οἷς πολλάκις ἀρήγει ἐκ τῶν ῥοφημάτων πλησιάζειν τῇ κενεαγγείῃ, ἢν οὕτως τύχῃ παροξυνομένη ἡ νοῦσος.

Τὸ ἀπάρτι καὶ παρὰ τοῖς Ἀττικοῖς συγγραφεῦσιν ἐπὶ τοῦ ἀπηρτισμένως εἴρηται καὶ παρ᾿ αὐτῷ τῷ Ἱπποκράτει. καὶ νῦν οὖν αὐτῷ κέχρηται βουλόμενος δηλοῦν ἐν ἐκείνῳ μάλιστα τῷ καιρῷ τοὺς ἰατροὺς μεταβάλλειν τὴν δίαιταν ἐκ τῆς ἀσιτίας εἰς τὰ ῥοφήματα, ἐν ᾧ συμφέρει πλησιάζειν τῇ ἀσιτίᾳ· σαφέστατα κᾀνταῦθα δηλῶν, ὁκόταν ἀκμάζῃ τὸ νόσημα, τότε καὶ τῇ λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι.

Ἐνίοτε δὲ καὶ ὠμὰ ἐπισπῶνται ἀπό τε κεφαλῆς καὶ τοῦ περὶ θώρακος τόπου χολώδεα, ἀγρυπνίαι τε συμπίπτουσιν αὐτέοισι, δι᾿ ἃς οὐ πέσσεται ἡ νοῦσος, περίλυποί τε καὶ πικροὶ γίγνονται καὶ παραφρονέουσι καὶ μαρμαρυγώδεα σφέων τὰ ὄμματα καὶ αἱ ἀκοαὶ ἤχου μεσταὶ καὶ ἀκρωτήρια κατεψυγμένα καὶ οὖρα ἄπεπτα καὶ πτύσματα
594
λεπτὰ καὶ ἁλυκὰ καὶ κεχρωσμένα ἀκρήτῳ χρώματι σμικρὰ καὶ ἱδρῶτες περὶ τὸν τράχηλον καὶ διαπορήματα καὶ πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ, πυκνὸν ἢ μέγα λίην· ὀφρύες δεινώσιος μετέχουσαι, λειποψυχώδεα πονηρὰ καὶ τῶν ἱματίων ἀποῤῥίψιες ἀπὸ τοῦ στήθεος καὶ χεῖρες τρομώδεες, ἐνίοτε δὲ χεῖλος τὸ κάτω σείεται.

Ταῦτα πάντα συμβαίνειν φησὶ τοῖς κακῶς διαιτηθεῖσίν ὑπὸ τῶν ἰατρῶν, ὅσοι προταριχεύσαντες ἐν ταῖς πρώταις ἡμέραις τοὺς κάμνοντας ἤτοι κατὰ τὴν γ΄ ἢ δ΄ ἢ ε΄ ἢ τὴν στ΄, ἐπὶ σιτία μετέβησαν ἀθρόως, οὐδέπω τῆς ἀκμῆς τοῦ νοσήματος γεγονυίας, ὡς εἰ γέγονε, προσηκόντως αὐτοὺς ὑπηλλαχέναι φησὶ τὴν δίαιταν. ὅπερ οὖν ἔλεγεν ὅτι μεταβάλλειν μὲν δεῖ τὴν δίαιταν τῶν ὑγιαινόντων ἐν ταῖς νούσοις, οὐ μὴν ὡς ἔτυχέ γε τοῦτο ποιητέον, ἤδη νομίζω γέγονε σαφὲς ἐκ τῶν προειρημένων. οὔσης γὰρ καταστάσεως τοῦ σώματος μιᾶς μὲν τῆς ὑγιεινῆς, ἑτέρας δὲ τῆς ἐν ἀρχῇ τοῦ νοσήματος ἄχρι τῆς ἀκμῆς, εἶτ᾿ ἄλλης ἄχρι τῆς

595
παντελοῦς λύσεως καὶ μετ᾿ αὐνὴν τῆς ἀναλήψεως ἄχρι τῆς καθ᾿ ἕξιν ὑγείας, ἐν ἑκάστῃ τῶν τεττάρων καταστάσεων οὐ χρὴ ποιεῖσθαι ·μεγάλας μεταβολὰς τῆς διαίτης, πρὶν εἰς ἕτερον εἶδος ἀφικέσθαι καταστάσεως. οἱ τοίνυν τοὺς κάμνοντας ἐν ἀρχῇ τῶν νοσημάτων ἐν ἀσιτίᾳ παντελεῖ φυλάττοντες, εἰ μὲν ἄχρι τῆς ἀκμῆς δύναιντο διαφυλάξαι τὸ τοιοῦτον τῆς διαίτης εἶδος, οὐκ ἄν τις αὐτοῖς μέμψαιτο· μὴ δυνάμενοι δὲ πρᾶξαι τοῦτο διὰ τὸ καταλύεσθαι μεταξὺ τὴν δύναμιν τῶν νοσούντων, εὔδηλον ὅτι κακῶς ἐχρῶντο ταῖς ἀσιτίαις, προταριχεύσαντες τοὺς κάμνοντας. ἐνδείκνυται δὲ ἐναργῶς διὰ τῆσδε τῆς προσηγορίας τὴν ἀκαιρίαν τῆς ἀσιτίας καταξηραίνουσαν τὸ σῶμα περαιτέρω τοῦ προσήκοντος· ὅπου γὰρ ἐν ᾧ χρὴ καιρῷ λεπτότερον διαιτᾷν, ἐγγὺς οὔσης τῆς ἀκμῆς, ἐν τούτῳ προσφέρειν ἠναγκάσθησαν σιτία, πρόδηλόν ἐστι κατεξηράνθαι διὰ τῆς ἀσιτίας ἀμέτρως τοὺς κάμνοντας, ὅπερ ὠνόμασται ταριχεύεσθαι. διὰ τοῦτ᾿ οὖν φησιν ἕπεσθαι συμπτώματα τῷ τοιούτῳ τρόπῳ τῆς διαίτης πολλὰ καὶ μοχθηρὰ, καταλέγει δὲ ἐφεξῆς αὐτὰ πάντα τὴν ἀρχὴν ἀπὸ χολωδῶν ὠμῶν ποιησάμενος·
596
ὠνόμασε γὰρ οὕτως αὐτὰ, διότι καὶ τὴν τῶν περιττωμάτων ὀνομάζει πέψιν, εἰ καὶ μὴ δυνατὸν μεταβληθέντα θρέψαι τὸ σῶμα, καθάπερ αἱ χολαὶ καὶ οἱ ἰχῶρες· ἀλλ᾿ ὅμως ἐπειδὴ κρατεῖ καὶ τῶν τοιούτων ἡ φύσις, εἴωθεν ὀνομάζειν πεπεμμένα μὲν τὰ κρατηθέντα τῶν τοιούτων περιττωμάτων ὑπὸ τῆς φύσεως, ἄπεπτα δὲ τὰ μὴ κρατηθέντα. διὰ τοῦτο καὶ τὸ πῦον ἐπὶ ταῖς πεπτομέναις φλεγμοναῖς γίγνεσθαί φησι, καίτοι μηδενὸς μορίου τὴν ἐκ πύου θρέψιν ἀναλαμβάνοντος ὥσπερ τὴν ἐκ τῶν ὠμῶν ὀνομαζομένων χυμῶν καὶ τοῦ φλέγματος. ἅπερ ἀναδεξάμενα τὸ λεῖπον τῆς κατεργασίας καὶ πεφθέντα τελείως τρέφειν δύναται τὸ ζῶον. οὕτως οὖν καὶ τῶν χολωδῶν πέψις χυμῶν ἐστιν, ὥσπερ καὶ τοῦ κατὰ φλεγμονὴν αἵματος εἰς πῦον μεταβάλλοντος, κατὰ τὸ γενικώτερον σημαινόμενον τῆς πέψεος ἀκουόντων ἡμῶν τῆς προσηγορίας· γενικώτερον δ᾿ ἐστὶν, ὅταν ἡ φύσις τῶν αἰτίων ἰσχυροτέρα ᾖ καὶ μεταβάλλῃ αὐτὰ κατὰ τὴν ἑαυτῆς ἰσχύν· τὰ δ᾿ ὡς ἐν ἀψύχῳ σώματι σηπόμενα, μηδὲν συντελούσης αὐτοῖς τῆς ἐμφύτου θερμότητος εἰς τὴν ἀλλοίωσιν, ἐκπέπτωκε τοῦ πέττεσθαι. τοῦτ᾿ οὖν ἐνίοτε καὶ τοῖς ὑδατώδεσιν ἰχῶρσι
597
συμβαίνει δι᾿ οὔρων ἐκκενουμένοις καὶ διὰ τοῦτο καὶ οὖρα τὰ ἄπεπτα πέττεσθαί φαμεν, καί τοι μὴ δυναμένου τοῦ σώματος ἐκ τῶν πεπεμμένων οὔρων τρέφεσθαι. τῷ δὲ γενικῷ τούτῳ σημαινομένῳ τῆς πέψεως χρώμεθα, ἐπειδὰν κατάῤῥουν, ἢ κόρυζαν ἢ τοὺς ἐκ τούτων ῥέοντας ἰχῶρας ἢ τοὺς ἐν ταῖς ὀφθαλμίαις ἤτοι γε ἀπέπτους ἢ πεπεμμένους εἶναι λέγωμεν. οὕτως γοῦν καὶ χολὴν ἢ ὠμὴν ἢ ἄπεπτον ἢ πεπεμμένην εἶναί φαμεν. ἡ μὲν γὰρ ὠμὴ ξανθή τέ ἐστιν ἱκανῶς καὶ δριμεῖα καὶ δυσώδης, ἡ πεπεμμένη δὲ ὠχροτέρα τε καὶ ἥκιστα δυσώδης. ἄπεπτον οὖν χολήν φησιν εἰς γαστέρα συῤῥεῖν ἀναγκάζεσθαι, διὰ τὴν κακήν τε δίαιταν ἔκ τε τῆς κεφαλῆς καὶ τοῦ θώρακος ἑλκομένην· καθ᾿ ἕτερον μὲν καιρὸν, ἐν ᾧ λιμαγχονοῦσιν, οὐδενὶ χρηστῷ παραμυθούμενοι τὴν γαστέρα, καθ᾿ ἕτερον δὲ καιρὸν, καθ᾿ ὃν ἀκαίρως μεταβαίνουσιν ἐκ τῆς ἀσιτίας εἰς ἰσχυρὰ σιτία πλησίον τῆς ἀκμῆς. ἐφεξῆς δὲ καὶ ἄλλα συμπτώματα καταλέγει διὰ τὴν μοχθηρὰν δίαιταν γινόμενα· πρώτας μὲν τὰς ἀγρυπνίας, ἑπομένας δηλονότι ἀσιτίαις μακραῖς καὶ τροφαῖς
598
ἀκαίροις, ἅπερ ἀμφότερα μέμφεται τῆς διαίτης τῶν ἰατρῶν. ὅτι δὲ ταῖς ἀγρυπνίαις ἡ ἀπεψία τοῦ νοσήματος ἕπεται πρόδηλον, εἴ γε καὶ τοῖς ὕπνοις ἡ πέψις. ἀλλὰ καὶ περίλυποι, φησὶ, γίγνονται· κατ᾿ ἀμφότερα δηλονότι, τήν τε μακρὰν ἀσιτίαν καὶ τὴν ἰσχυρὰν τροφὴν τὴν ἐξαίφνης, ὑφ᾿ ἧς ἡ γαστὴρ βαρύνεται, βαρυνομένη δὲ καὶ δυσθύμους τε καὶ λυπηροὺς ἀπεργάζεται τοὺς κάμνοντας. ἀλλὰ καὶ πικροὺς αὐτοὺς ἔφη γίγνεσθαι, δηλονότι παραπλήσιόν τι τῷ προειρημένῳ. καθάπερ γὰρ ἔνιοι δυσθυμοῦνται μελαγχολικῶς, οὕτως ἕτεροί τινες ὀξυθυμοῦνται πολλάκις, ὡς ἀθροιζομένης αὐτῆς τῆς χολῆς κατὰ τὸν στόμαχον· ἢ καὶ τὴν ἐν τῷ στόματι γιγνομένην αὐτοῖς ἐκ τῆς τοιαύτης χολῆς πικρότητα δηλοῖ, διὰ τὸ φάναι πικροὺς αὐτοὺς γίγνεσθαι. αἱ παραφροσύναι δὲ καὶ ἐπὶ ταῖς ὀξυθυμίαις καὶ τῇ πικρᾷ χολῇ κατὰ τὸν στόμαχον ἢ τὸν ἐγκέφαλον ἀθροιζομένῃ πεφύκασιν ἕπεσθαι. τὰ δ᾿ ὄμματα μαρμαρυγώδη γίγνεται, διά τε τὴν ἀπὸ τῆς γαστρὸς ἀναθυμίασιν καὶ διὰ πλῆθος αἵματος ἐπὶ τὴν κεφαλὴν ἀναφερομένου. τούτων δὲ τὸ μὲν πρότερον ἐπ᾿ ἀκαίροις ἐνίοτε γίγνεται προσφοραῖς τῆς τροφῆς,
599
τὸ δὲ δεύτερον ἢ δι᾿ αἱμοῤῥαγίαν κρίσιμον, ἢ παραφροσύνην ἐφεδρεύουσαν. ὡσαύτως δὲ καὶ τὰ ὦτα πληροῦται τοῦ ἤχου διά τε τοὺς ἐκ τῆς γαστρὸς ἀναφερομένους ἀτμοὺς καὶ διὰ πνεῦμα φυσῶδες ἐν αὐτῇ τῇ κεφαλῇ γιγνόμενον. τὰ δ᾿ ἀκρωτήρια τοῦ σώματος, ἅπερ ἐστὶ πόδες τε καὶ χεῖρες, ἴσμεν ἑτοίμως καταψυχόμενα κακοπαθοῦντος τοῦ στόματος τῆς γαστρὸς, ὅταν ἤτοι διὰ μακρὰν ἀσιτίαν δάκνηται σφοδρῶς ὑπὸ δακνωδῶν ἰχώρων, ἢ διὰ πλῆθος ἄκαιρον τροφῆς βαρύνηται. πάσχει δ᾿ ἀμφότερα κατὰ τὴν προειρημένην δίαιταν, ἐν ᾗ προταριχεύσαντες ἐν ταῖς πρώταις ἡμέραις τοὺς κάμνοντας οἱ ἰατροὶ μεταβαίνουσιν ἀθρόως ἐπὶ σιτώδεις τροφὰς, ἐν ᾧ καιρῷ ἐχρῆν αὐτοὺς λεπτότερον διαιτᾷν. κατὰ δὲ τὸν αὐτὸν λόγον οὐδ᾿ οὖρα πέττεται, διαιτωμένων οὕτως· ἐν μὲν τῷ προταριχεύειν ἄνευ τοῦ προσφέρειν ἢ χυλὸν πτισάνης ἢ μελίκρατον ἢ ὀξύμελι τοῦ αἵματος ἐπιχολουμένου διὰ τὸ μὴ καθαίρεσθαι· διὰ δὲ τὴν ἀθρόαν μεταβολὴν ἐπὶ σιτία βαρυνθείσης μὲν τῆς γαστρὸς, συγκαμνούσης δ᾿ αὐτῇ καὶ τῆς ζωτικῆς δυνάμεως· ὡς αἱ στομαχικαὶ καλούμεναι
600
συγκοπαὶ σαφῶς ἡμῖν ἐνδείκνυνται τὴν συμπάθειαν τῆς ζωτικῆς δυνάμεως πρὸς τὸ τῆς γαστρὸς στόμα· τοῦτο γάρ ἐστι τὸ μᾶλλόν τε καὶ πρῶτον ἐν ταῖς ἀκαίροις ἀσιτίαις τε καὶ προσφοραῖς κακούμενον. διὰ τοῦτο οὖν καὶ τὰ πτύσματα λεπτὰ καὶ ἁλυκὰ καὶ σμικρὰ καὶ κεχρωσμένα χρώμασιν ἀκράτοις γίγνεσθαί φησι καὶ ἱδρῶτας περὶ τράχηλον μόνον ἀπορίαν τε καὶ δύσπνοιαν· ἄπεπτον γὰρ μένει τὸ νοσήμα δι᾿ ἑκατέραν τὴν ὑπερβολὴν, ἀσιτίαν τε μακρὰν καὶ τροφῆς προσφορὰν ἄκαιρον· τῇ δ᾿ ἀπεψίᾳ συνέπεται καὶ τὰ καταλελεγμένα πτύσματα· καθάπερ καὶ οἱ περὶ τράχηλον ἱδρῶτες καὶ διὰ λιμαγχονίαν καταλυομένης τῆς δυνάμεως καὶ διὰ τροφὴν ἄκαιρον βαρυνομένης. ὡσαύτως δὲ καὶ ἡ ἀπορία κοινὸν ἀμφοῖν ἐστι σύμπτωμα καὶ διὰ μακρὰν ἀσιτίαν ἐμπιπλᾶσαν ἰχώρων τὴν γαστέρα καὶ διὰ τροφὴν ἄκαιρον βαρύνουσαν. ἥ γε μὴν δύσπνοια, καθ᾿ ἣν τὸ πνεῦμα προσπταίει, διὰ τροφὴν ἄκαιρον γίνεται μᾶλλον ἢ δι᾿ ἔνδειαν· ἔστι γὰρ στενοχωρίας τε καὶ σπασμοῦ γνώρισμα, προσκόπτειν τε καὶ οἷον ἵστασθαι τὸ πνεῦμα κατὰ τὴν ἐκπνοὴν·
601
ἡ γὰρ ἄνω φορὰ τὴν ἐκπνοὴν ποιεῖται. τῷ τοιούτῳ δὲ πνεύματι τὸ ἐναντίον ἐν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν ἐπιδημιῶν αὐτὸς διῆλθεν, εἰπών· διπλῆν εἴσω ἐπανάκλησιν οἷον ἐπεισπνέουσιν. ὅτι δὲ διὰ τὴν ἄκαιρον τροφὴν, οὐ διὰ τὴν ἔνδειαν ἡ τοιαύτη γίγνεται δύσπνοια, δῆλόν ἐστι κᾀκ τοῦ φάναι τὸν Ἱπποκράτην πυκνὸν ἢ μέγα λίην τοῖς κακῶς διαιτηθεῖσι γίγνεσθαι τὸ πνεῦμα. καὶ γὰρ τὸ πυκνὸν καὶ τὸ μέγα στενοχωρουμένου τοῦ διαφράγματος ὑπὸ τῆς ἐν τῇ κοιλίᾳ περιεχομένης γίνεται τροφῆς, ὅταν μὴ κρατουμένη μηδὲ κατεργαζομένη καλῶς ὑπὸ τῆς γαστρὸς, ἐργάσηται πνευμάτωσιν· ἀναγκαῖον γάρ ἐστι τηνικαῦτα διά τε τὴν στενοχωρίαν τοῦ |διαφράγματος ἔλαττον εἰσπνεῖσθαι τὸ πνεῦμα, καίτοι διαστολὴν διαστελλομένου τοῦ θώρακος ᾗ πρόσθεν διεστέλλετο. τοῦτ᾿ οὖν ὅσον λείπεται τὸ νῦν πνεῦμα τοῦ πρότερον, ἐνδεῆ τὴν χρείαν τῆς ἀναπνοῆς ἐργάζεται καὶ διὰ ταύτην τὴν ἔνδειαν ἤτοι μείζονα τὴν ἀναπνοὴν ἀναγκάζει ποιεῖσθαι τὸ ζῶον ἢ πυκνοτέραν ἢ ἀμφότερα. λέλεκται δὲ περὶ πασῶν δυσπνοιῶν ἐπὶ πλεῖστον ἐν τοῖς περὶ
602
δυσπνοίας, ἐν οἷς καὶ τούτων καὶ τῶν ἄλλων δυσπνοιῶν τὰς αἰτίας σὺν ταῖς οἰκείαις ἀποδείξεσιν ἐγράψαμεν· ἀλλ᾿ εἴς γε τὸ παρὸν ἀρκεῖ ταῦτα. φησὶ δὲ τῆς κακῆς διαίτης καὶ τὰς ὀφρῦς γίγνεσθαι δεινώσιος μετεχούσας. γέγραπται δὲ δισσῶς, ἔν τισι μὲν τῶν ἀντιγράφων κατὰ τὸν ἑνικὸν ἀριθμὸν, ὀφρὺς δεινώσιος μετέχουσα, καθ᾿ ἕτερα δὲ πληθυντικῶς, ὀφρύες δεινώσιος μετέχουσαι. δηλοῦται δὲ ἐκ τῆς λέξεως τὸ παρεσπάσθαι πως αὐτὰς ἢ ἀνεσπάσθαι· καὶ γίνεται τοῦτο ποτὲ μὲν ἀμφοτέρων τεινομένων σπασμωδῶς, ἢ τῆς ἑτέρας μόνης, ποτὲ δὲ τῆς ἑτέρας παραλελυμένης. εἶτ᾿ ἐφεξῆς φησι λειποψυχώδεα πονηρὰ, τὸν λόγον ἀναφέρων ἐπὶ τὰ συμπτώματα, καθ᾿ ἃ καὶ τῶν ἱματίων ἀποῤῥίψεις γίνονται, διακαιομένων τῶν καμνόντων· ἐνίοτε δὲ καὶ χεῖρες ὅλαι τρομώδεις, ἐπὶ πλέον αὐξανομένου τοῦ κακοῦ. τὸ δὲ κάτω χεῖλος σειόμενον ἐνδείκνυται δῆξιν εἶναι σφοδρὰν ἐν τῷ στόματι τῆς γαστρὸς, διὸ καὶ σημεῖόν ἐστιν ἐμέτου δριμέων χυμῶν τὸ τοιοῦτον σύμπτωμα.

603
Ταῦτα δὲ ἐν ἀρχῇσιν ἐπιφαινόμενα παραφροσύνης εἰσὶ δηλωτικὰ σφοδρῆς καὶ ὡς ἐπὶ τὸ πολὺ ἀποθνήσκουσιν.

Τά εἰρημένα, φησὶ, συμπτώματα κατὰ τὴν ἀρχὴν τῶν νοσημάτων γιγνόμενα, παραφροσύνης εἰσὶ δηλωτικὰ σφοδρᾶς, ἀρχὴν δὲ νόσου νῦν ἀκούειν σε χρὴ τὸν χρόνον ἐκεῖνον ὅλον, ἐν ᾧ μηδέπω πέψεως εἰσι γνωρίσματα. εἴρηται γὰρ ἐν τοῖς περὶ κρίσεων, ὅτι τε πλείω σημαίνει τὸ τῆς ἀρχῆς ὄνομα, καὶ ὅτι τὸ νῦν εἰρημένον σημαινόμενον τῆς ἀρχῆς ἔστι κατὰ τὴν τοιαύτην διαίρεσιν γιγνόμενον, ἐν ᾗ τούς τοιούτους καιροὺς τῶν νοσημάτων διαιρούμενοι λέγομεν ἐξ ἀρχῆς αὐτὰ καὶ ἀναβάσεως καὶ ἀκμῆς καὶ παρακμῆς συγκεῖσθαι. τῶν οὖν εἰρημένων ἄρτι συμπτωμάτων, ὅταν ἐγγὺς τῆς ἀκμῆς φαίνηται, κρίσιν ἐσομένην προδηλούντων, ἐν περιεστηκόσι δηλονότι νοσήμασιν· ὅταν ἐν ἀρχῇ γένηται, κρίσιν μὲν οὐ δηλοῖ, κριθῆναι γὰρ ἐν ἀρχῇ οὐδὲν δύναται, παραφροσύνης δ᾿ ἐστὶ γνωρίσματα. καὶ γέγραπται

604
περὶ αὐτῶν ἱκανῶς ἐν τοῖς περὶ κρίσεων· ἐξ ἐκείνων οὖν καὶ σὺ μάνθανε τὸν ὅλον ὑπὲρ αὐτῶν λόγον. ἔστι γὰρ μακρότερος ἣ ὡς νῦν ἅπαντα διελθεῖν αὐτόν· ἀλλ᾿ ἀρκέσει, καθάπερ ἐπὶ τῶν ἄλλων, οὕτω κᾀπὶ τούτων τὸ κεφάλαιον εἰπεῖν, ὡς ἐπειδὰν ἡ φύσις ἐπείγηται πρὸς ἔκκρισιν, ἀξιόλογος ἐν τῷ σώματι γίνεται ταραχὴ, δι᾿ ἣν τὰ τοιαῦτα φαίνεται συμπτώματα μετὰ τῶν τῆς πέψεως σαφεστάτων σημείων· χωρὶς δὲ τοῦ παρεσκευάσθαι τὴν φύσιν εἰς τὴν τῶν λυπούντων ἔκκρισιν ὁμοία ταραχὴ γιγνομένη κινδυνωδέστατόν ἐστι σημεῖον. εἴρηται δὲ καὶ δι᾿ ἄλλων ὑπομνημάτων ἤδη περὶ κρισίμων συμπτωμάτων, ὁποία τέ τις ἡ φύσις αὐτῶν ἐστι καὶ ὅπῃ διαφέρει τῶν ἐπιφαινομένων καλουμένων, ἐν οἷς ἔσται καὶ τὰ τῆς πέψεως σημεῖα. τό τε γὰρ προγνωστικὸν καὶ τὸ περὶ χυμῶν καὶ τοὺς ἀφορισμοὺς ἤδη προεξηγήμεθα πρὸ τοῦδε τοῦ βιβλίου· μακρολογοῦντος οὖν ἐστιν ἀεὶ περὶ τῶν αὐτῶν λέγειν τὰ αὐτά.

605
Οἱ δὲ διαφεύγοντες, ἢ μετὰ ἀποστήματος ἢ αἵματος ῥύσιος ἐκ τῆς ῥινὸς, ἢ πῦον παχὺ πτύσαντες διαφεύγουσιν, ἄλλως δὲ οὔ.

Ἐπειδὴ θνήσκειν αὐτοὺς εἶπεν, οὐχ ἁπλῶς, ἀλλὰ προσέγραψεν, ὡς ἐπὶ τὸ πολὺ, διὰ τοῦτο ἀκόλουθον ἦν εἰπεῖν ὅπως ἐξ αὐτῶν ἔνιοι σώζονται. τούτους οὖν νῦν διεξέρχεται, καί φησιν ἢ δι᾿ αἱμοῤῥαγίας ἢ δι᾿ ἀποστήματος ἢ διὰ πύου πτύσεως ἱκανῶς πεπεμμένου σώζεσθαί τινας ἐξ αὐτῶν, συνενδεικνύμενος ἐξ ὧν εἶπε, διὰ πλῆθος τοῖς τοιούτοις περιπίπτειν συμπτώμασι τοὺς κάμνοντας.

Οὐδὲ γὰρ τῶν τοιουτέων ὁρέω ἐμπείρους τοὺς ἰητροὺς, ὡς χρὴ διαγιγνώσκειν τὰς ἀσθενείας ἐν τῇσι νούσοισιν, αἵ τε διὰ κενεαγγείην ἀσθενέονται, αἵ τε δι᾿ ἄλλον τινὰ ἐρεθισμὸν, αἵ τε διὰ πόνον καὶ ὑπὸ ὀξύτητος τῆς
606
νούσου, ὁκόσα τε ἡμέων ἡ φύσις, καὶ ἡ ἕξις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα, καίτοι σωτηρίην ἢ θάνατον φέρει γινωσκόμενα ἢ ἀγνοούμενα τὰ τοιαῦτα.

Ἐπεὶ περί τε τῆς ἰσχύος τοῦ κάμνοντος πεποίηται καὶ περὶ τῆς ἀσθενείας λόγον, ταῦτα δ᾿ εἰσὶ τῶν ἐκ τῆς διαίτης σκοπῶν οὐχ οἱ φαυλότατοι, διὰ τοῦτο νῦν ἀναλαμβάνει τὸν ὑπὲρ αὐτῆς λόγον τῆς κατὰ τὴν δύναμιν ἀσθενείας, ᾧτινι τρόπῳ γίγνεται διαγνωστικοὺς λέγων δεῖν εἶναι τοὺς ἰατρούς· ὅτι ἔνιαι μὲν τῶν ἀσθενειῶν διὰ τὴν τῶν ἀγγείων κένωσιν ἀποτελοῦνται, (τοῦτο γὰρ ἡ κενεαγγεία σημαίνει κυρίως τε καὶ πρώτως καὶ διὰ τοῦτο ἡ ἀσιτία κενεαγγεία πολλάκις εἴρηται, ὡς τῷ τοῦ γένους ὀνόματι καὶ ἐπὶ τοῦ εἴδους συνηθέστατα χρωμένων ἁπάντων τῶν ἀνθρώπων) ἔνιαι δὲ διὰ πόνον, ἤτοι τὸν ἰδίως λεγόμενον, ὅσπερ ἐστὶν ὁ αὐτὸς ταῖς ὀδύναις, ἢ τὴν ὡς ἂν εἴποι τις κακοπάθειαν, ᾗ κακοπαθοῦσιν οἱ κάμνοντες ἐν ταῖς ὀξείαις νόσοις. ἐνίας δὲ καὶ δι᾿ ἄλλον τινὰ γίγνεσθαί φησι ἐρεθισμόν. εἰ μὲν γὰρ δὴ

607
τὴν δῆξιν ἐρεῖ ἤτοι γε τῆς γαστρὸς ἢ τῶν ἐντέρων, δόξειεν ἂν ὑποπεπτωκέναι τὸ σύμπτωμα τοῦτο ταῖς ὀδύναις· εἰ δὲ ἀγρυπνίαν ἤ τι τοῦ στόματος τῆς κοιλίας πάθος, οὐ κυρίως ἂν δόξειεν ἑρμηνεύειν. ἥ γε μὴν δύναμις ὁρᾶται καταλυομένη, διά τε κένωσιν ἐξ αἱμοῤῥαγιῶν ἢ ἐμέτων ἢ διαχωρημάτων ἢ ἱδρώτων καὶ δι᾿ ἀσιτίαν μακροτέραν τοῦ προσήκοντος καὶ δι᾿ ἄλγημά τι καὶ ἀγρυπνίαν ἐξαναστάσεις τε συνεχεῖς ἀποπατήσεως ἕνεκα καὶ πρὸς τούτοις ὅταν ποτὲ πάθῃ τὸ στόμα τῆς γαστρὸς οὕτως, ὡς ἐναπειλεῖν συγκοπάς· τοῦτο μέν γε καὶ διὰ τροφῆς πλῆθος βαρυνούσης, ἤ τινα τῶν ἀνιαρῶν αὐτῆς ποιοτήτων, αὐτή τε κάμνει καὶ συγκαταλύει τὴν δύναμιν ἑαυτῇ τάχιστα. πᾶσαι μὲν οὖν αὗται διὰ φανερῶν αἰτιῶν γίγνονται αἱ βλάβαι τῆς δυνάμεως· ἕτεραι δέ εἰσιν ἀφανεῖς, ὥσπερ ὅταν ἄνευ κενώσεως φανερᾶς ἢ ἀγρυπνίας ἢ λιμαγχονίας ἢ καὶ τῆς κατὰ τὸ στόμα κοιλίας αἰσθήσεως οἱ κάμνοντες εἰς τοιαύτην ὑποσύρωνται τοῦ σώματος διάθεσιν, οἵαν ἐν τῷ προγνωστικῷ κατὰ τὴν ἀρχὴν αὐτὸς ἔγραψε λέγων· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι,
608
κρόταφοι συμπεπτωκότες, ὅσα τε τούτων ἐφεξῆς. αὕτη γὰρ τοῦ σώματος ἡ κατάστασις γίνεται μὲν καὶ δι᾿ ἀγρυπνίαν καὶ δι᾿ ἔκκρισίν τινα πολλὴν καὶ λιμαγχονίαν· γίνεται δὲ καὶ χωρὶς τούτων, ὅταν οἵ τε ἐν τῷ σώματι χυμοὶ λεπτοὶ τυγχάνουσιν ὄντες ἥ τε τοῦ πυρετοῦ θερμασία δριμεῖα· διαφοροῦνται γὰρ οἱ οὕτως λεπτυνόμενοι κατὰ τὸ ἄδηλον. ἐνίοις δὲ καὶ κατὰ τὴν δυσκρασίαν μιᾶς τῶν ἀρχῶν παθούσης ἀσθενὴς ἡ δύναμις γίγνεται· πρώτη μὲν οὖν ἡ πρώτως παθοῦσα κάμνει, κατὰ συμπάθειαν δὲ καὶ αἱ λοιπαὶ δύο. μεμάθηκας γὰρ ἄλλην μὲν εἶναι κατὰ τὰ νεῦρα δύναμιν, ἀρχὴν ἔχουσαν τὸν ἐγκέφαλον· ἄλλην δὲ κατὰ τὰς ἀρτηρίας, ἧς ἡ ἀρχὴ καρδία· καὶ τρίτην κατὰ τὰς φλέβας, ἐξ ἥπατος ὁρμωμένην· ἐνίοτε γοῦν τῶν μορίων ἑνὸς οὑτινοσοῦν δυσκρασία τὴν οἰκείαν δύναμιν ἐκάκωσεν, ᾗ συνεπάθησαν αἱ λοιπαὶ δύο δυνάμεις. τάχισται μὲν οὖν ἀπώλειαι γίγνονται τῆς καρδίας παθούσης, ἐφεξῆς δὲ τοῦ ἐγκεφάλου, βραδεῖαι δὲ αἱ ἀπὸ τοῦ ἥπατος. ὥσπερ γὰρ ταῦτα τὰ μόρια
609
κατὰ δυσκρασίαν παθόντα μεγίστην βλάβην βλάπτεται τῆς οἰκείας ἕκαστον δυνάμεως, οὕτως ἔνια πλησίον ἑκάστης ἀρχῆς κείμενα κατὰ δυσκρασίαν ἰσχυρῶς νοσήσαντα τὰς ἀρχὰς τῶν δυνάμεων εἰς συμπάθειαν ἑαυτοῖς ἄγει, τινὰ δὲ, κᾂν μὴ πλησίον ᾖ κείμενα, διὰ τὴν κατὰ γένος κοινωνίαν, ἤ τινα διαθέσεως ἰδιότητα, τὰ τὰς ἀρχὰς τῶν δυνάμεων ἔχοντα βλάπτει μόρια. τὸ μὲν οὖν στόμα τῆς γαστρὸς ὅταν μὲν ζωτικὴν δύναμιν εἰς συμπάθειαν ἄγῃ, συγκοπὰς ἐπιφέρει, ὅταν δὲ τὴν ἰδίως ψυχικὴν ὀνομαζομένην, παραφροσύνας ἢ σπασμούς· ἡ δὲ μήτρα ποτὲ μὲν ἀπνοίας, ποτὲ δὲ συντάσεις νεύρων. ἀλλὰ συμπληρωθέντα μὲν ἕκαστα τούτων ἁπλῶς γνώριμα, συνιστάμενα δὲ καὶ αὐξανόμενα κατὰ βραχὺ λανθάνει τοὺς πολλοὺς τῶν ἰατρῶν. χρὴ δὲ οὐχ ὅταν ὑπὸ μεγέθους ἀβοήθητα γένηται, τότε γνωρίζειν αὐτὰ τοῖς ἰδιώταις ὡσαύτως, ἀλλὰ ἀρχόμενά τε καὶ γιγνόμενα, τοῦτο γὰρ κάλλιστον· εἰ δὲ μὴ, ἀλλ᾿ αὐξανόμενά γε πάντως. ἅπαντα οὖν τὰ τοιαῦτα δοκεῖ μοι δηλῶσαι διὰ τῆσδε τῆς λέξεως ὁ Ἱπποκράτης, ἐν ᾗ φησιν· ὅσα τε ἡμέων
610
ἡ φύσις καὶ ἕξις ἑκάστοισιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καὶ νῦν φύσιν λέγει τὴν κρᾶσιν, ἕξιν δὲ αὐτοῦ τοῦ σώματος τὴν κατασκευήν. οἱ μὲν γὰρ ἀραιότεροι φύσει διαφοροῦνται καὶ συγκόπτονται |ῥᾳδίως, οἱ δὲ πυκνότεροι χρονίζουσιν ἐν ταῖς νόσοις. οὕτω δὲ καὶ μόρια τὰ μὲν ἔχουσί τινες ψυχρότερα, τὰ δὲ θερμότερα, καὶ τὰ μὲν ξηρότερα, τὰ δὲ ὑγρότερα· ἅπασι δὲ οἰκεῖον τῇ κράσει τὸ νόσημα.

Μεῖζον μὲν γὰρ κακόν ἐστιν, ἢν διὰ τὸν πόνον καὶ τὴν ὀξύτητα τῆς νούσου ἀσθενέοντι προσφέρῃ τις ποτὸν ἢ ῥόφημα πλεῖον ἢ σιτίον, οἰόμενος διὰ κενεαγγείην ἀσθενέειν. ἀεικὲς δὲ καὶ διὰ κενεαγγείην ἀσθενέοντα μὴ γνῶναι καὶ πιέζειν τῇ διαίτῃ. φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη ἡ ἁμαρτὰς, πολλῷ δὲ ἧσσον τῆς ἑτέρης· καταγελαστοτέρη δὲ πολλῷ αὕτη μᾶλλον ἡ ἁμαρτὰς τῆς ἑτέρης. εἰ
611
γὰρ ἄλλος ἰητρὸς ἢ καὶ ἰδιώτης ἐσελθὼν καὶ γνοὺς τὰ ξυμβεβηκότα δώῃ καὶ φαγεῖν καὶ πιεῖν ἃ ὁ ἕτερος ἐκώλυσεν, ἐπιδήλως ἂν δοκέῃ ὠφεληκέναι. τὰ δὲ τοιάδε μάλιστα καθυβρίζεται τῶν χειρωνακτέων ὑπὸ τῶν ἀνθρώπων, δοκέει γὰρ αὐτέοισιν ὁ ἐσελθὼν ἰητρὸς ἢ ἰδιώτης ὥσπερ εἰ καὶ τεθνειότα ἀναστήσας.

Διὰ τὰς ὀδύνας πολλάκις οἱ κάμνοντες ἄσφυκτοι γίγνονται καὶ λειποψυχοῦσι καὶ κίνησιν οὐδεμίαν οἷόν τε κινηθῆναι, κατὰ ταῦτα δὲ καὶ διὰ τὴν ὀξύτητα τῆς νόσου· τινὲς δὲ οὐ διὰ ταῦτα κάμνουσι τὴν δύναμιν, ἀλλὰ διὰ κένωσιν ἀγγείων ὁπωσοῦν γεγονυῖαν, εἴτ᾿ οὖν δι᾿ ἔκκρισιν πρόδηλον αἰσθήσει, εἴτε διαφόρησιν, εἴτε καὶ διὰ λιμαγχονίαν. οὗτοι μὲν οὖν δέονται τροφὴν προσάρασθαι ὅτι τάχιστα· τοὐναντίον δὲ ἂν οἱ δι᾿ ὀδύνην ἢ δι᾿ ὀξύτητα τῆς νόσου, κενώσεως ἐνίοτε χρῄζουσι μᾶλλον ἢ πληρώσεως. ἀλλὰ τούτοις μὲν ὁ τροφὴν διδοὺς μέγιστόν τι κακὸν ἐργάζεται· τοὺς δὲ διὰ κενεαγγείην ἀσθενοῦντας εἰ πιέζει διαίτῃ λεπτῇ,

612
βλάψειεν, οὐχ ὁμοίως δὲ ἐπιφανῶς ἢ ὀξέως· ἀεικές γε μήν ἐστιν ἀγνοῆσαι τοὺς διὰ κένωσιν ἀσθενοῦντας μᾶλλον ἢ τοὺς δι᾿ ὀδύνην. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως σαφῆ.