In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Πολλῷ δὲ ἧττον ἐπὶ τὴν πρόσθεσιν ἰτέον· ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει, ὅκου διαρκέειν μέλλει ὁ κάμνων, μέχρις ἂν τῆς νούσου ἡ ἀκμὴ πεπανθῇ.
585

Ἐπεὶ τοῦ καθ᾿ ἑκάστην δίαιταν εἴδους ἐξ ὧν εἶπεν ἔμπροσθεν εὑρισκομένου προστεκμαίρεσθαι χρὴ τὰ κατὰ τὴν προγεγραμμένην ῥῆσιν εἰρημένα, χάριν τοῦ τὸ ποσὸν εὑρίσκειν ἐν ἑκάστῃ διαίτῃ, διὰ τῆς νῦν προκειμένης λέξεως (πολλῷ δὲ ἧσσον ἐπὶ τὴν πρόσθεσιν ἰτέον, ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει) γιγνώσκων ὅτι τὸ ποσὸν ἑκάστου βοηθήματος στοχασμοῦ δεῖται τεχνικοῦ, στοχάζεσθαι δὲ τεχνικῶς ἀνδρός ἐστιν ἐκμεμαθηκότος τάς τε δυνάμεις ἁπάντων τῶν κατὰ τὴν τέχνην καὶ μεμνημένου καὶ φιλοπόνως ἐπὶ τῶν ἔργων τετριμμένου τοιοῦτοι δὲ ὀλίγοι παντάπασίν εἰσιν εἰκότως προσέγραψε ταυτὶ τὰ νῦν εἰρημένα κατὰ τὴν ἐνεστῶσαν λέξιν, τό τ᾿ ἐπὶ τὸ ἔλαττον ἐπὶ τῇ ποσότητι μᾶλλον, ὅταν τις ἁμαρτάνῃ τοῦ προσήκοντος μέτρου, παραγίγνεσθαι παραινῶν ἤπερ ἐπὶ τὸ πλέον. τὸ μὲν γὰρ πλέον ἀνεπανορθώτους ἐνίοτε τὰς βλάβας ἐργάζεται, τὸ δ᾿ ἔλαττον εὐεπανόρθωτόν ἐστι, δυναμένων ἡμῶν, ἐὰν ἡ δύναμις ὀκλάζειν φαίνηται, τροφῆς ὀλίγου ἐπιδιδόναι· τῆς δὲ φθασάσης εἰς τὴν γαστέρα καταπεπόσθαι τὸ περιττὸν ἀφελεῖν,

586
οὔτ᾿ ἄλλως ῥᾴδιον καὶ πολὺ μᾶλλον ἐν τοῖς ὀξέσι νοσήμασιν. ἐπεὶ τήν γε ἀφαίρεσιν ὅλως ἀφελεῖν πολλαχοῦ λυσιτελέει, ὅκου διαρκεῖν μέλλει ὁ κάμνων, μέχρις ἂν τῆς νόσου ἡ ἀκμὴ πεπανθῇ. τῆς προγεγραμμένης ῥήσεως τοῦτο τὸ μέρος αὖθις ἀνέλαβεν, ἀναμνῆσαι βουλόμενος τοῦ συνήθους αὐτοῦ σκοποῦ κᾀνταῦθα καὶ κατὰ τοὺς ἀφορισμούς· ἐὰν γὰρ φαίνηται δυνάμενος ὁ κάμνων ἄνευ τροφῆς ἐξαρκέσαι τῇ τοῦ νοσήματος ἀκμῇ, διὰ παντελοῦς ἀσιτίας αὐτὸν ἐπὶ τὸν ποτὸν μόνον διαιτήσεις ὅπου περ ἂν εἶναί σοι δόξει χρεία.

Ἐν ὁκοίοισιν δὲ τὸ τοιόνδε ποιητέον γεγράψεται.

Δῆλός ἐστι προῃρημένος μετὰ τὸ διδάξαι τὴν καθόλου δίαιταν ἐν τῷδε τῷ βιβλίῳ, μεταβῆναι πρὸς τὰ ἄλλα σύμπαντα τὰ ὀξέα· οὐ μὴν εὑρίσκεταί γε τοιοῦτον τοῦτο σύγγραμμα. τὰ δὲ προκείμενα ἐν τούτῳ τῷ βιβλίῳ μετὰ

587
τὸ λουτρὸν, εἰ μὲν ὡς ἐν τύπῳ τις ὑπ᾿ αὐτοῦ γεγραμμένα, ταῦτα παρασκευάσαντος εἰς ἀνάμνησιν ἑαυτῷ, εὑρὼν ἐπὶ τῆς οἰκίας ἐξέδωκε μετὰ θάνατον τοῦ ἀνδρὸς, ἴσως ἄν τινα λόγον ἔχοι· ὡς σύγγραμμα δ᾿ οὐκ ἔστιν ἄξιον τῆς Ἱπποκράτους δυνάμεως· ὥσπερ οὐδὲ τὰ περὶ νόσων τε καὶ περὶ παθῶν ἐπιγραφόμενα, καίτοι πολλὰ καλῶς ἐν αὐτοῖς εἴρηται· διοριούμεθα δὲ τὸ αὐτὸ καὶ διακρινοῦμεν ἐν ταῖς εἰς αὐτὰ γεγραμμέναις ἐξηγήσεσι.

Πολλὰ δ᾿ ἄν τις καὶ ἄλλα ἠδελφισμένα τοῖσιν εἰρημένοισι γράφοι.

Πάλιν ἐπὶ τὸν αὐτὸν λόγον ἐπανῆλθεν, ὃν διὰ πολλῶν παραδειγμάτων ἐπιστώσατο, δεικνὺς τὴν τοῦ ἔθους μεταβολὴν βλάπτειν τοὺς νοσοῦντας· ἀλλ᾿ ἐπειδήπερ ἀπὸ τῶν ὑγιαινόντων μετέβαινεν ἐπ᾿ αὐτοὺς, διὰ τοῦτ᾿ εἶπεν ἠδελφισμένα τὰ ὅμοια καλῶν. ὃ δὲ ἐφεξῆς ἐρεῖν μέλλει, μαρτύριόν ἐστι

588
τοῦ λόγου τούτου· καίτοι οὐκ ἔστι παραπλήσιον, οὐδ᾿ ὅμοιον οὐδ᾿ ὡς αὐτὸς ὀνομάσειεν ἂν, ἠδελφισμένον, ἀλλὰ τὸ ζητούμενον αὐτό. σαφὴς δ᾿ ἡ γνώμη τοῦ ἀνδρὸς ἔσται σοι κατὰ τὴν ἐξήγησιν τῆς ἐχομένης ῥήσεως.

Τό γε μὴν κρέσσον μαρτύριον· οὐ γὰρ ἠδελφισμένον μόνον ἐστὶ τῷ πρήγματι, περὶ οὗ πλεῖστός μοι λόγος εἴρηται, ἀλλ᾿ αὐτὸ τὸ πρῆγμα ἐπικαιρότατόν ἐστι διδακτήριον. οἱ μὲν γὰρ ἀρχόμενοι τῶν ὀξέων νούσων ἔστιν ὅτε οἱ μὲν σιτία ἔφαγον αὐθημερὸν, ἠργμένοι ἤδη, οἱ δὲ καὶ τῇ ὑστεραίῃ, οἱ δὲ καὶ ἐῤῥόφεον τὸ προστυχὸν, οἱ δὲ καὶ κυκεῶνα ἐῤῥόφεον· ἅπαντα δὲ ταῦτα κακίω μέν ἐστιν ἢ εἰ ἑτεροίως τις διαιτηθείη, πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τούτῳ τῷ χρόνῳ τὰ ἁμαρτηθέντα ἢ εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο ἢ καὶ τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ὢν τοιάδε διαιτηθείη ἢ καὶ
589
πεμπταῖος. ἔτι μέντοι κάκιον εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν ἢ πέπειρον γενέσθαι τὴν νοῦσον· οὕτω μὲν γὰρ θάνατον φέρει φανερῶς τοῖσι πλείστοισιν, εἰ μὴ παντάπασί τις εὐήθης ἡ νοῦσος εἴη· αἱ δὲ κατ᾿ ἀρχὰς ἁμαρτάδες οὐχ ὁμοίως ταύτῃσιν ἀνήκεστοί εἰσιν, ἀλλὰ πολλῷ εὐακεστότεραι.

Ἔμπροσθεν μὲν ἀπὸ τῶν τοῖς ὑγιαίνουσι συμβαινόντων ἐν τῇ μεταβολῇ τῶν ἐθῶν ἐπὶ τοὺς νοσοῦντας μετῄει καθ᾿ ὁμοιότητα· μεταβήσεσθαι δὲ μέλλει καὶ νῦν καὶ αὐτὸ δείξειν ἄντικρυς οὕτως ἔχειν τὸ προκείμενον. τί δ᾿ ἦν τοῦτο; τὸ μὴ ἐξ ἀρχῆς, μηδ᾿ ἐν ταῖς πρώταις ἡμέραις προταριχεύσαντα τοὺς νοσοῦντας, ὅταν ἤδη πλησίον ἥκωσι τῆς ἀκμῆς ἐμπιπλάναι. δι᾿ ὧν οὖν εἶπε καθ᾿ ὅλην τὴν ῥῆσιν, ἐπιδεῖξαι βούλεται μείζονα γιγνομένην βλάβην τοῖς νοσοῦσιν ἐπὶ τοῖς αὐτοῖς ἁμαρτήμασιν, ὅταν ἐγγὺς ἤδη τῆς ἀκμῆς ἁμαρτηθῇ ἢ ἐν ταῖς ἀρχαῖς τῶν νοσημάτων. φησὶ γάρ·

590
πολλῷ μέντοι ἐλάσσω βλάβην φέρει ἐν τούτῳ τῷ χρόνῳ τὰ ἁμαρτηθέντα ἢ εἴ τις τὰς μὲν πρώτας ἡμέρας δύο ἢ καὶ τρεῖς κενεαγγήσειε τελείως, τεταρταῖος δὲ ὢν τοιάδε διαιτηθείη ἢ καὶ πεμπταῖος· ἔτι μέντοι κάκιον εἰ ταύτας πάσας τὰς ἡμέρας προκενεαγγήσας ἐν τῇσιν ὕστερον ἡμέρῃσιν οὕτω διαιτηθείη, πρὶν ἢ πέπειρον γενέσθαι τὴν νόσον. εὔδηλον δ᾿ ὅτι πέπειρον ὀνομάζει τὴν πεπεμμένην. εὐήθεις δὲ νόσους εἴρηκεν οὐ τὰς κακοήθεις, ἀλλὰ τὰς εὐτρέπτους· ἴσμεν γὰρ ὅτι οὕτως κέχρηνται τῇ λέξει πολλοὶ τῶν παλαιῶν, καὶ οὕτως ὁ Ἱπποκράτης πολλάκις, ὡς ἐν ἑτέροις δέδεικται.

Τοῦτ᾿ οὖν ἡγεῦμαι μέγιστον διδακτήριον, ὅτι οὐ στερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματος ἢ τοίου ἢ τοίου, τοῖσι μέλλουσιν ὀλίγον ὕστερον ῥοφήμασιν ἢ τοίοις ἢ τοίοις χρέεσθαι.
591

Κᾀνταῦθα τὸν αὐτὸν λόγον πάλιν εἶπεν, ὃν πολλάκις ἔμπροσθεν ἀπεφήνατο, τρέφειν ἐξ ἀρχῆς κελεύων τοὺς μὴ δυναμένους ῥοφήμασιν ἐξαρκέσαι μέχρι τῆς ἀκμῆς ἄνευ τοῦ λαβεῖν τῆς πτισάνης· ξυμβήσεται γὰρ ἡμῖν ἀναγκασθῆναι τρέφειν αὐτοὺς ἐγγὺς τῆς ἀκμῆς, ὁπότε ἐχρῆν, εἰ καὶ ἔμπροσθεν ἁδρότερον διῃτῶντο, μεταβαίνειν πρὸς τὸ λεπτότερον εἶδος τῆς διαίτης.

Πυθμενόθεν μὲν οὖν οὐκ ἴσασιν οὔθ᾿ οἱ τῇσι κριθώδεσι πτισάνῃσι χρεόμενοι, ὅτι αὐτέῃσι κακοῦνται ὁκόταν ῥοφέειν ἄρξωνται, ἢν προκενεαγγήσωσι δύο ἢ τρεῖς ἡμέρας ἢ καὶ πλείους· οὔτ᾿ αὖ οἱ τῷ χυλῷ χρεόμενοι γινώσκουσιν, ὅτι αὐτέοισι βλάπτονται ῥοφέοντες, ὁκόταν μὴ ὀρθῶς ἄρξωνται τοῦ ῥοφήματος· τότε μὴν φυλάσσουσι καὶ γινώσκουσιν ὅτι μεγάλην τὴν βλάβην φέρει, ἢν πρὶν πέπειρον γενέσθαι τὴν νοῦσον, κριθώδεα πτισάνην ῥοφήσῃ ὁ κάμνων εἰθισμένος χυλῷ χρέεσθαι. πάντ᾿ οὖν ταῦτα
592
μεγάλα μαρτύρια, ὅτι οὐκ ὀρθῶς ἄγουσιν εἰς τὰ διαιτήματα οἱ ἰητροὶ τοὺς κάμνοντας· ἀλλ᾿ ἐν ᾗσί τε νούσοισιν οὐ χρὴ κενεαγγέειν τοὺς μέλλοντας ῥοφήμασι διαιτᾶσθαι, κενεαγγέουσιν· ἐν ᾗσί τε οὐ χρὴ μεταβάλλειν ἐκ κενεαγγείης εἰς ῥοφήματα, ἐν ταύτῃσι μεταβάλλουσι.

Πυθμενόθεν μὲν ἤτοι τὸ παντελῶς, ἢ τὸ ἐξ ἀρχῆς αὐτῷ δηλοῖ· φησὶ γὰρ ἀγνοεῖν τοὺς ἰατροὺς ὁπότε χρὴ πρῶτον ἤτοι πτισάνην ἢ χυλὸν διδόναι τοῖς κάμνουσιν, ἐπίστασθαί γε μὴν αὐτοὺς πρὸ τοῦ πεφθῆναι τὸ νόσημα εἰ κριθώδη πτισάνην δώσουσι βλαβήσεσθαι τὸν κάμνοντα. τὴν δὲ ἐχομένην τῆσδε τῆς ῥήσεως ὑπὲρ τῶν αὐτῶν ἀποφαινομένην τὰ αὐτὰ τοῖς πολλάκις εἰρημένοις ἑκὼν ὑπερβήσομαι διὰ σαφήνειαν.