In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ἱκανὸν μὲν οὖν καὶ τοῦτο σημεῖον ὅτι αἱ μέγισται μεταβολαὶ τῶν περὶ τὰς φύσιας ἡμῶν καὶ τὰς ἕξιας συμβαινόντων μάλιστα νοσοποιέουσιν.

Πολλὰ μὲν οὖν σημαίνει παρ᾿ αὐτῷ τὸ τῆς φύσεως ὄνομα, νῦν μέντοι τὴν κρᾶσιν ἄν τις ὑπολάβοι δηλοῦσθαι, καθάπερ γὲ καὶ τὴν αὐτῶν τῶν μορίων κατασκευὴν ἕξιν ὠνομάσθαι νῦν, ἐν ᾗ κατασκευῇ καὶ τὸ ἐπιπολάζειν ἄνω τὴν χολήν ἐστι καὶ ὑποχωρεῖν κάτω καὶ τὸ κρεμάμενα μᾶλλον ἔχειν ἢ ἐστηριγμένα τὰ σπλάγχνα. μεγάλη μὲν γὰρ οὖσα φύσει ἡ γαστὴρ στηρίζει τὰ σπλάγχνα, κᾂν κενὴ ἡ γαστὴρ σιτίων ᾖ· σμικρὰ δ᾿ ὑπάρχουσα σιτίων μὲν πληρωθεῖσα στηρίζει, κενωθεῖσα δὲ καταλείπει συνιζάνουσα, κᾀντεῦθεν αἴσθησις αὐτοῖς γίγνεται τοῦ κρεμᾶσθαι τὰ σπλάγχνα. περὶ δὲ τοῦ τὴν ξανθὴν χολὴν ἐπιπολάζειν τισὶν ἄνωθεν πρόσθεν εἴρηται, τοῦ καταφέροντος αὐτὴν εἰς τὴν τῆς γαστρὸς ἔκφυσιν ἐξ ἥπατος πόρου διαφέρουσαν ἴσχοντος τὴν

571
κατασκευήν. ἔσθ᾿ ὅτε γάρ τισιν ἀπ᾿ αὐτοῦ εἰς τὴν γαστέρα παραγίνεται μόριον· τούτοις μὲν οὖν ἐπιπολάζει τὸ χολῶδες περίττωμα, τοῖς δ᾿ ἄλλοις ὑπέρχεται κάτω πᾶν.

Οὐδὲ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδροτάτας κενεαγγείας ποιέειν οὔτε ἀκμαζόντων τῶν νουσημάτων καὶ ἐν φλεγμασίῃ ἐόντων προσφέρειν, οὔτ᾿ ἐξαπίνης οἷόν τε ὅλῳ τῷ πρήγματι μεταβάλλειν, οὔτε ἐπὶ τὰ οὔτ᾿ ἐπὶ τά.

Ἀτάκτως ἡ ῥῆσις αὕτη γέγραπται, συνῆφθαι γὰρ αὐτὴν ἐχρῆν τῇ πρὸ αὐτῆς γεγραμμένῃ, ἵνα ὁ σύμπας λόγος γένηται τοιοῦτος· αὐτοὶ μέντοι σφῶν αὐτῶν δυσφορώτερον δὴ τὰ τοιαῦτα φέρουσιν οἱ πικρόχολοι τὰ ἄνω· τὴν δέ γε ἀσιτίαν τὴν παρὰ τὸ ἔθος οἱ φλεγματίαι τὰ ἄνω εὐφορώτερον φέρουσι τὸ ἐπίπαν, ὥστε καὶ τὴν μονοσιτίην τήν γε παρὰ τὸ ἔθος εὐφορώτερον ἂν οὗτοι ἐνέγκαιεν·

572
οὐδὲ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας ποιέειν, οὔτ᾿ ἀκμαζόντων τῶν νοσημάτων καὶ ἐν φλεγμασίῃ ἐόντων προσφέρειν. συμπληρώσας γὰρ τὸν λόγον ἐν ᾧ τὰς μεγάλας μεταβολὰς τῆς διαίτης ἐδείκνυε καὶ αὐτοὺς τοὺς ὑγιαίνοντας βλαπτούσας, οὐχ ὅπως τοὺς νοσοῦντας εἰκότως ἐπήνεγκεν, οὗ χάριν ἐμνημόνευσεν ἁπάντων τούτων εἰπών· οὐδ᾿ οἷόν τε παρὰ καιρὸν οὔτε σφοδρὰς τὰς κενεαγγείας ποιέειν. ἀποδεδειγμένου δ᾿ ἱκανῶς αὐτῷ τοῦ προκειμένου καὶ διὰ τῶν εἰρημένων, ὅμως φαίνεται μεταβαίνων καὶ ἐφ᾿ ἕτερον λόγον ἀποδεικνύντα ταῦτα, ἐκ περιουσίας χρώμενος ταῖς πίστεσιν. ἀρχὴ τοίνυν ἐστὶν εἰκότως τοῦ δευτέρου λόγου τούτου ἡ ῥῆσις ἥδε· ἱκανὸν μὲν οὖν καὶ τοῦτο σημεῖόν ἐστιν, ὅτε αἱ μέγισται μεταβολαὶ τῶν περὶ τὰς φύσιας ἡμῶν καὶ τὰς ἕξιας συμβαινόντων νοσοποιέουσιν· ᾧ λόγῳ συνεχὴς ἂν εἴη καὶ ἀκόλουθος οὗτος· πολλὰ δ᾿ ἄν τίς ἠδελφισμένα τούτοισι τῶν εἰς τὴν κοιλίην καὶ ἄλλα εἴποι. ταύτην μὲν οὖν τὴν ῥῆσιν ἐξηγήσομαι, νυνὶ δὲ ἐπὶ τὴν προκειμένην ἐπανήξω, τήνδε τὴν διάνοιαν ἔχουσαν·
573
οὐχ οἷόν τέ ἐστι παρὰ καιρὸν οὔτε σφόδρα λιμαγχονεῖν οὔτ᾿ ἐν ταῖς ἀκμαῖς τῶν νοσημάτων μεταβάλλειν τὴν δίαιταν ἐξ ἐνδείας ἐπὶ προσφορὰν, ὥσπερ οὐδ᾿ ἐπὶ τοὐναντίον ἀθρόως· οἷς ἕπεται δηλονότι τὸ τοιαύτην ποιεῖσθαι τὴν δίαιταν οἵαν οὗτος ἐκέλευσε· κεφάλαιον δὲ αὐτῆς ἐστι πεφυλάχθαι τὰς ἀθρόας μεταβολὰς ἐπὶ τἀναντία.

Πολλὰ δ᾿ ἄν τις ἠδελφισμένα τούτοισι τῶν ἐς κοιλίην καὶ ἄλλα εἴποι· ὡς εὐφόρως μὲν φέρουσι τὰ βρώματα ἃ εἰθισμένοι εἰσὶν, ἢν καὶ μὴ ἀγαθὰ ᾖ φύσει, ὡσαύτως δὲ καὶ τὰ ποτά· δυσφόρως δὲ φέρουσι τὰ βρώματα, ἃ μὴ εἰθισμένοι εἰσὶν, ἢν καὶ μὴ κακὰ ᾖ, ὡσαύτως δὲ καὶ τὰ ποτά.

Τὰ ὁμοιούμενα καὶ ὡς ἂν εἴποι τις ἱκανῶς συγγενῆ καλεῖν ἠδελφισμένα σύνηθες αὐτῷ, διότι τῶν συγγενῶν οἰκειότατοί τέ εἰσι καὶ συγγενέστατοι πάντων οἱ ἀδελφοί· καὶ

574
γὰρ αἱ ἄλλαι συγγένειαι τούτων εἰσὶν ὕστεραι, θεῖοί τε καὶ θεῖαι καὶ ἀνεψιοὶ καὶ ἀνεψιαὶ καὶ ἄλλα ὅσα τοιαῦτα. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως δῆλα, δεικνύντος αὐτοῦ τὸν αὐτὸν λόγον, ὃν ἀπ᾿ ἀρχῆς ἐδείκνυε, κεφάλαιον ἔχοντα, μέγιστα μέντοι δύνασθαι τὰ ἔθη, τὴν δ᾿ ἀθρόαν μεταβολὴν οὐ σμικρὰ βλάπτειν τὰ σώματα.

Καὶ ὁκόσα μὲν κρεηφαγίη πολλὴ παρὰ τὸ ἔθος βρωθεῖσα ποιέει ἢ σκόροδα ἢ σίλφιον ἢ ὀπὸς ἢ καυλὸς ἢ ἄλλα ὁκόσα τοιουτότροπα μεγάλας δυνάμιας ἔχοντα ἰδίας, ἧσσον ἄν τις θαυμάσειεν, εἰ τὰ τοιαῦτα πόνους ἐμποιέει τῇσι κοιλίῃσι μᾶλλον τῶν ἄλλων· ἀλλ᾿ εἰ καταμάθῃς ὁκόσον μᾶζά τε ὄχλον καὶ ὄγκον καὶ φῦσαν καὶ στρόφον τῇ κοιλίῃ παρέχοι, παρὰ τὸ ἔθος βρωθεῖσα τῷ ἀρτοφαγέειν εἰθισμένῳ, ἢ ὁκοῖον ἄρτος βάρος καὶ τάσιν κοιλίης τῷ μαζοφαγέειν εἰθισμένῳ, ἢ αὐτός γε ὁ ἄρτος
575
θερμὸς βρωθεὶς οἵην δίψην παρέχει καὶ ἐξαπιναίην πληθώρην, διὰ τὸ ξηραντικόν τε καὶ βραδύπορον· καὶ οἱ ἄγαν καθαροί τε καὶ ξυγκομιστοὶ παρὰ τὸ ἔθος βρωθέντες διαφέροντα ἀλλήλων ποιέουσι· καὶ μᾶζά τε ξηρὴ παρὰ τὸ ἔθος ἢ ὑγρὴ ἢ γλίσχρη· καὶ τὰ ἄλφιτα οἷόν τι ποιέει τὰ ποταίνια τοῖσι μὴ εἰωθόσι καὶ τὰ ἑτεροῖα τοῖσι τὰ ποταίνια εἰωθόσι· καὶ οἰνοποσίη καὶ ὑδροποσίη παρὰ τὸ ἔθος εἰς θάτερα μεταβληθέντα ἐξαπίνης, καὶ ὑδαρής γε οἶνος καὶ ἄκρητος παρὰ τὸ ἔθος ἐξαπίνης ποθείς· ὁ μὲν γὰρ πλάδον τε ἐν τῇ ἄνω κοιλίῃ ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω, ὁ δὲ παλμόν τε φλεβῶν καὶ καρηβαρίαν καὶ δίψην· καὶ λευκός τε καὶ μέλας οἶνος παρὰ τὸ ἔθος μεταβάλλοντι, εἰ καὶ ἄμφω οἰνώδεες εἶεν, ὅμως πολλὰ ἂν ἑτεροιώσειαν κατὰ τὸ σῶμα, ὡς δὴ γλυκύν τε καὶ οἰνώδεα ἧσσον ἄν τις φαίη θαυμαστὸν εἶναι μὴ τωὐτὸ δύνασθαι ἐξαπίνης μεταβληθέντα.
576

Τὴν ὅλου τοῦ λόγου τοῦδε διάνοιαν εἰπὼν πρότερον, οὕτως ἐπὶ τὰς κατὰ μέρος ἐν αὐτῇ λέξεις ἀφίξομαι. διάνοια μὲν οὖν ὅλου τοῦ λόγου τοιαύτη τίς ἐστι. τὴν μὲν οὖν εἰς τὰ μεγάλην ἔχοντα δύναμιν ἐδέσματά τε καὶ πόματα, μεταβολὴν τῆς διαίτης οὐκ ἄν τις θαυμάσειε βλάπτουσαν ὁρῶν τὰ σώματα· περὶ δὲ τῆς εἰς τὰ μικρὰ μεταβολῆς οὐδ᾿ αὐτῆς ἀβλαβοῦς γινομένης, εἰκότως ἄν τις θαυμάσειε. τοιαύτη μὲν ἡ τοῦ παντὸς λόγου διάνοια· κατὰ μέρος δὲ τῆς ὅλης ῥήσεως ἡ ἀρχὴ τῶν ἰσχυρὰν δύναμιν ἐχόντων σιτίων ὀνομαστὶ μέμνηται, κρεηφαγίης τε καὶ σκορόδων καὶ σιλφίου καὶ ὀποῦ καὶ καυλοῦ, δηλονότι τοῦ σιλφίου· καὶ γὰρ ὅλον τὸ σίλφιον ἰσχυρὰν ἔχει δύναμιν καὶ κατὰ μέρος ὁ ὀπὸς αὐτοῦ καὶ ὁ καυλός. ἀλλὰ ταῦτα μὲν ἁπλῶς εἶπεν· ἐπὶ δὲ τῆς κρεηφαγίας προσέθηκε καὶ τὸ πολλή· μεγάλην γὰρ οὕτως ἕξει δύναμιν, οὐκ ἔχουσα μεγάλην, εἰ σύμμετρος ᾖ. ἡ δ᾿ ἐφεξῆς τῆσδε λέξις ἐπὶ τὰ σμικρὰν ἔχοντα δύναμιν ἐδέσματα μεταβαίνει, μᾶζαν καὶ ἄρτον θερμὸν ἢ ψυχρὸν ἢ

577
καθαρὸν ἢ συγκομιστόν. ὅτι δὲ τὸν μὴ καθαρὸν ὀνομάζει συγκομιστὸν, εὔδηλόν ἐστι κᾀκ τῆς πρὸς τὸν καθαρὸν ἀντιθέσεως· οἵ γε μὴν νῦν ἄνθρωποι τὸν τοιοῦτον ἄρτον αὐτόπυρον ὀνομάζουσιν, οὐ διακρινομένου τοῦ πιτυρώδους ἀλεύρου κατ᾿ αὐτὸν, συναναφυρομένου δὲ τῷ καθαρῷ. τούτοις ἐφεξῆς καὶ τῆς ἐν τοῖς ἀλφίτοις διαφορᾶς ἐμνημόνευσε, τὰ δὲ πρόσφατα ποταίνια κέκληκε τῇ τῶν Ἰώνων φωνῇ καὶ τῇ τῶν παλαιοτέρων· οἰνοποσίας τε καὶ ὑδροποσίας παρὰ τὸ ἔθος ὑπαλλαττομένων, ἀκρατεστέρου καὶ ὑδαρεστέρου πόματος. ἐφ᾿ ὧν καὶ προσέθηκεν ὡς ὁ μὲν ὑδαρὴς οἶνος πλάδον ἐν τῇ ἄνω κοιλίᾳ, τουτέστιν ὑγρότητα, καὶ ἀτονίαν ἐμποιήσει καὶ φῦσαν ἐν τῇ κάτω, ὁ δ᾿ ἄκρατος παλμὸν κροτάφων καὶ καρηβαρίαν καὶ δίψος· οὗτος μὲν τῇ θερμότητι ταῦτα ἐργαζόμενος, ὁ δ᾿ ὑδαρὴς τῇ θ᾿ ὑγρότητι καὶ τῇ ψύξει τἀναντία. καὶ τῶν οἴνων δ᾿ αὐτῶν ἐμνημόνευσε τῆς διαφορᾶς, ἐξ ἁπάντων τούτων ἀθροίζων τὸ προκείμενον ἐξ ἀρχῆς αὐτῷ καθόλου, πᾶσαν ἐξάλλαξιν ἔθους ἀθρόως γινομένην οὐ μικρὰν βλάβην κατὰ τὸ σῶμα ἐργάζεσθαι.

578
Τιμωρητέον μέντοι τοιόνδε τι μέρος τῷ ἐναντίῳ λόγῳ, ὅτι ἡ μεταβολὴ τῆς διαίτης τουτέοισιν ἐγένετο, οὐ μεταβάλλοντος τοῦ σώματος οὔτε ἐπὶ τὴν ῥώμην, ὥστε προσθέσθαι δεῖν σιτία, οὔτ᾿ ἐπὶ τὴν ἀῤῥωστίην, ὥστ᾿ ἀφαιρεθῆναι.

Τὸ μὲν τιμωρητέον δηλωτικόν ἐστι τοῦ βοηθητέον· ἡ βοήθεια δ᾿ οὐκ ἂν ἄλλη τις εἴη τῷ λόγῳ παρὰ τὴν συνηγορίαν ὡς ἀληθεύει. δυοῖν γὰρ τοῖν λόγοιν τοῦ μὲν ἀρέσκοντος αὐτῷ, τοῦ δὲ ἐναντιουμένου τούτῳ, συνηγόρησε μὲν ἄχρι τοῦδε τῷ ἀρέσκοντι, νυνὶ δὲ καὶ πρὸς τὴν θατέρου συνηγορίαν ἐτράπετο, καθ᾿ ὃν εἰκὸς εἶναι φήσειεν ἄν τις ὠφελεῖσθαι τοὺς νοσοῦντας ὑπὸ τῆς ἐν τῇ διαίτῃ μεταβολῆς μεγάλως, ἐπειδὴ καὶ ἡ τοῦ σώματος ὑπήλλακται διάθεσις εἰς τοὐναντίον, οἷς γε πρόσθεν μὲν ὑγίαινε, νυνὶ δὲ νοσεῖ. ἀλλά γε πρὸς τοῦτον τὸν λόγον καὶ ἔμπροσθεν μὲν εἶπεν ἐν τῷ καθόλου· τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ

579
ὀλίγον, ὀρθῶς μέντοι γε μεταβιβαστέη καὶ μεταβολή. καὶ τί ποτ᾿ ἐστὶ τὸ ὀρθῶς ἐδήλωσε διὰ πλειόνων, ὃ συγκεφαλαιούμενος εἶπεν· οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὐδὲ σφοδρὰς τὰς κενεαγγείας ποιεῖν, οὔτ᾿ ἀκμαζόντων τῶν νοσημάτων καὶ ἐν τῇ φλεγμασίῃ ἐόντων προσφέρειν, οὔτ᾿ ἐξαπίνης οἷόν τε ὅλῳ τῷ σώματι μεταβάλλειν, οὔτ᾿ ἐπὶ τὰ οὔτ᾿ ἐπὶ τά. ὥστ᾿ ἤδη φθάνει λελυκέναι ἀμφιβολίαν, ἣν εἶπεν ἄρτι συναγορεύων τῷ λόγῳ, προσθήσει δ᾿ αὐτῇ τι καὶ νῦν λέγων· προστεκμαρτέα δὴ καὶ ἡ ἰσχὺς καὶ ὁ τρόπος τοῦ νοσήματος ἑκάστου καὶ τἄλλα ὅσα τούτοις ἐφεξῆς εἶπεν, ἃ κατὰ τὴν ἐφεξῆς ῥῆσιν διηγήσομαι.

Προστεκμαρτέα δὴ καὶ ἡ ἰσχὺς καὶ ὁ τρόπος τοῦ νουσήματος ἑκάστου καὶ τῆς φύσιος τοῦ τε ἀνθρώπου καὶ τοῦ ἔθεος καὶ τῆς διαίτης τοῦ κάμνοντος, οὐ μόνον σιτίων, ἀλλὰ καὶ ποτῶν.
580

Εἰς τὸ προσηκόντως ἐπὶ τῶν ὀξέως νοσούντων καταστήσασθαι τὴν δίαιταν, ὡς ἐδίδαξε, προστιθέναι κελεύει τήν τε τῆς ἰσχύος ἐπίσκεψιν καὶ τοῦ νοσήματος τὸν τρόπον, ἔτι δὲ τὴν φύσιν τοῦ ἀνθρώπου καὶ τὸ ἔθος αὐτοῦ. τὸ μὲν γὰρ κεφάλαιόν ἐστιν, ὃ κατασκευάζει μὴ μεταβάλλειν τὸ τῆς διαίτης εἶδος, πρὸ τοῦ γενέσθαι σαφῆ τὰ τῆς πέψεως σημεῖα· τοῦτο δὲ ἔσται προγνόντος σου πόσαις ἡμέραις τὸ νόσημα πρὸς τὴν ἀκμὴν ἀφίξεται. δυναμένης δὲ τῆς διαίτης, ἣν ἐξελέγξω, κατὰ τὸ μᾶλλόν τε καὶ τὸ ἧττον ἐξαλλάττεσθαι, διὰ τὸ καὶ τοὺς κάμνοντας ἀλλήλων διαφέρειν κατά τε ῥώμην καὶ ἀῤῥωστίαν τῆς δυνάμεως καὶ τὴν φυσικὴν κρᾶσιν καὶ τὸν τρόπον τοῦ νοσήματος καὶ τὸ προγεγονὸς ἔθος, εἰς ταῦτα ἀποβλέποντά σε τεχνικῶς ὑπάρξει στοχάζεσθαι τοῦ τε μᾶλλον καὶ ἧττον τοῦ τῆς διαίτης εἴδους, εἰ ἐπ᾿ ὀξυμέλιτος ἢ μελικράτου τὸν κάμνοντα χρὴ διαιτᾷν ἢ ὕδατος μόνου διδόναι πιεῖν ἄχρι τῶν τῆς πέψεως γνωρισμάτων, ἢ πτισάνην δοτέον ἢ μόνον τὸν χυλὸν αὐτῆς, εἴτ᾿ οὖν δὶς εἴτε καὶ ἅπαξ τῆς ἡμέρας. τὸ δὲ μᾶλλόν τε καὶ ἧττον ἐν τῇ διαίτῃ προστεκμαίρεσθαι χρὴ δι᾿ ὧν εἶπε

581
νῦν. οὐ δήπου γὰρ ἐὰν εὕρῃς τὸν κάμνοντα χυλοῦ δεόμενον, ἤδη γινώσκεις ὁπόσον τούτου δοτέον ἐστί· ὡσαύτως δὲ καὶ ἐπ᾿ ὀξυμέλιτός τε καὶ μελικράτου καὶ ὕδατος· ἀλλ᾿ ὥσπερ εἰς τὴν εὕρεσιν τοῦ τῆς διαίτης εἴδους ἐδεήθης διαγνῶναι, πότερον ἄῤῥωστος ἢ εὔρωστός ἐστιν ἡ δύναμις τοῦ κάμνοντος, ἐν πόσαις τε τῶν ἡμερῶν ἡ πέψις ἔσται τοῦ νοσήματος, οὕτω καὶ νῦν προσεπισκεπτέον μέχρι πόσου τὰ τῆς ἰσχύος ἢ τὰ τῆς ἀσθενείας αὐτῇ συμβέβηκε· παμπόλλη γὰρ ἡ διαφορὰ καὶ κατ᾿ αὐτὴν τὴν ἰσχὺν τῆς δυνάμεως, ἐπεὶ καὶ κατὰ τὴν ἀσθένειαν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὕτως δὲ καὶ ἡ τοῦ νοσήματος διαφορὰ προστεκμαρτέα· χρὴ γὰρ οὐ μόνον ὅτι πλευρῖτις ἤ περιπνευμονία γινώσκειν, ἀλλὰ καὶ ποία τίς ἐστιν αὕτη, κατά τε τὰς ὀδύνας καὶ τοὺς πυρετοὺς καὶ τὰ πτυόμενα. καὶ γὰρ τῶν ὀδυνηρῶν πλευριτίδων αἱ μὲν μᾶλλον, αἱ δὲ ἧττόν εἰσι τοιαῦται, καὶ τὸν σφοδρὸν πυρετὸν ἧττόν τε καὶ μᾶλλον ἔχουσι τοιοῦτον αἱ κατὰ μέρος πλευρίτιδες. ἐν δὲ τοῖς πτυομένοις οὐ σμικρὰ διαφορὰ, καθότι κᾀν τῷ προγνωστικῷ λέλεκται. ποικιλλομένων
582
οὖν τῶν κατὰ μέρος ἀῤῥώστων ἐν ταῖς εἰρημέναις διαφοραῖς οὐχ οἷόν τε κατὰ τὰς τῶν ἐμπειρικῶν ὀνομαζομένας συνδρομὰς ποιήσασθαι τὴν διδασκαλίαν· οὐδὲ γὰρ οὐδὲ γράψαι δυνατόν ἐστι τὰς διαφορὰς τῶν κατὰ δύναμιν ὑπεροχῶν, ἢ τὰς τῶν σφοδροτήτων τοῦ πυρετοῦ καὶ τὸ ποσὸν ἐν τοῖς πτύσμασι καὶ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τοῖς κατὰ μέρος χρώμασιν ἢ ἀνομοιοτρόποις ἀναγωγαῖς, ἀλλ᾿ ἑκάστου πράγματος ἀκηκοότα τὴν δύναμιν, ἰδίᾳ καὶ κατὰ μέρος αὐτὸν χρὴ παραβάλλειν γε πάσας ἀλλήλαις, ἀθροίζειν δέ τι κεφάλαιον ἓν ἐξ αὐτῶν. ἐν τούτῳ γάρ ἐστι καὶ τὸ βελτίονας καὶ χείρονας γίγνεσθαι τοὺς ἰατροὺς, εἰ καὶ τὰ αὐτὰ μεμαθηκότες εἶεν· οἱ γὰρ ὀξύτεροι τὸν λογισμὸν τῶν ἀμβλυτέρων, οἵ τε φιλοπονώτεροι τῶν ῥαθυμωτέρων, οἵ τε τριβακώτεροι τῶν ἀπειροτέρων, οἵ τε μνημονικώτεροι τῶν ἀμνημονεστέρων. ἄμεινον οὖν ἐκ τῆς τῶν κατὰ μέρος πάντων δυνάμεως ἀθροίζειν εἰς ἓν κεφάλαιον ὅλον τὸ σχῆμα καὶ τὸ καθ᾿ ἑκάστην τροφὴν ποσόν. ἡ μὲν γὰρ ἀσθένεια πλεονάκις μὲν, ἀλλὰ κατ᾿ ὀλίγον διδόναι τὴν τροφὴν ἐνδείκνυται·
583
συνεπιμαρτυρεῖ δὲ τούτῳ καὶ τὸ δὶς ἐσθίειν εἰθίσθαι τὸν κάμνοντα. τοὐναντίον δὲ πάλιν ἡ ῥώμη τῆς δυνάμεως ἐὰν ἐπ᾿ ἀνθρώπου μονοσιτεῖν εἰθισμένου φαίνηται, θρεπτέον ἅπαξ τοῦτον· ἐνδείκνυται δὲ ἄμφω τὰ τεκμήρια. οὕτω δὲ καὶ τὸ μὲν εὐδιαφόρητον σῶμα πρὸς τὸ διδόναι τροφὴν παρορμᾷ, τὸ δὲ δυσδιαφόρητον ἐπὶ τἀναντία ἄγει· καὶ τὸ μὲν λεπτοὺς ἔχον τοὺς χυμοὺς ἐπὶ τὸ διδόναι τροφὴν, τὸ δὲ μὴ τοιοῦτον ἐπὶ τἀναντία· καθ᾿ ἕκαστόν τε τῶν εἰρημένων τὸ μᾶλλόν τε καὶ ἧττον ἀνάλογον ἑαυτῷ καὶ τὴν τοῦ βοηθήματος χρῆσιν αὐξάνει τε καὶ ἀνίησι. λέλεκται δὲ περὶ τῶν τοιούτων ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ πάνθ᾿ ἑξῆς κατὰ τάξιν, ὡς μαθεῖν τε δύνασθαι τάχιστα καὶ μνημονεῦσαι ῥᾷστα· δι᾿ ἑνὸς γὰρ βιβλίου τοῦ νῦν ἡμῖν προκειμένου πάντα καλῶς εἰπεῖν τὸν Ἱπποκράτην καὶ κατὰ τάξιν διδάξαι τῶν ἀδυνάτων ἦν καὶ μάλιστα αὐτοῦ πρώτου τὴν εὕρεσιν αὐτῶν ποιουμένου· τῷ δὲ παρ᾿ αὐτοῦ μὲν αὐτὰ μαθόντι διεστραμμένως τε καὶ ἀτάκτως, ὅλον τε τὸν ἑαυτοῦ βίον ἀναθέντι πρὸς τὴν ἐξ
584
ἔργων ἄσκησιν διδαχθεῖσαν οὐκ ἀδύνατον καὶ σαφήνειαν καὶ τάξιν τῇ διδασκαλίᾳ προσθεῖναι· ἐὰν δὲ καὶ διὰ πλειόνων βιβλίων ὑπάρξῃ τοῦτο πρᾶξαι, δῆλόν ἐστι πόση γίγνεται τῆς σαφηνείας τῶν διδασκομένων ὑπερβολή. μὴ τοίνυν ἀθυμείτω τις ἐὰν ἐντεῦθεν συγχεῖται περικλυζόμενος ἀθρόως τῷ πλήθει τῶν σκοπῶν· ἀλλ᾿ ἐννοήσας ὅτι κατὰ μέρος ἕκαστον τούτων δέδεικται πρὸς ἡμῶν ἐν τῇ θεραπευτικῇ πραγματείᾳ, μεταβὰς ἐπ᾿ ἐκείνην ἐκμαθέτω φιλοπόνως ἕκαστον, αὐτά τε τὰ νῦν ἀτάκτως λεγόμενα σαφῶς εἴσεται καὶ τὴν θεωρίαν ἐν τοῖς τῆς τέχνης ἔργοις ἀσκῶν, ἐπαινέσει τὴν ἀλήθειαν αὐτῆς.