In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Καὶ οἱ μὲν πλεῖστοι τῶν ἀνηριστηκότων οὐ δύνανται κατεσθίειν τὸ δεῖπνον· δειπνήσαντες δὲ βαρύνουσι τὴν κοιλίην καὶ δυσκοιτέουσι πολὺ μᾶλλον ἢ εἰ καὶ προηριστήκεισαν.

Οἱ πικρόχολοι φύσει παρὰ τὸ ἔθος ἀνάριστοι μείναντες ἀποστρέφονται τὰ σιτία κακωθείσης αὐτοῖς τῆς γαστρός· ὅσοι δ᾿ ἂν βιασάμενοι λάβωσι, βαρύνονταί τε καὶ διὰ τοῦτο δυσκοιτοῦσιν, ὡς αὐτὸς εἶπεν, ὅπερ ταὐτὸν σημαίνει τῷ μοχθηρῶς ἔχοντας αὐτοὺς ἐν τῇ κοίτῃ διατελεῖν.

561
Ὁκότ᾿ οὖν ταῦτα τοιαῦτα γίγνεται τοῖσιν ὑγιαίνουσιν ἕνεκεν ἡμίσεος ἡμέρης διαίτης μεταβολῆς παρὰ τὸ ἔθος οὔτι προσθεῖναι λυσιτελέειν φαίνεται οὔτε ἀφελέειν.

Μεταξὺ δὲ πάλιν τῆς διηγήσεως τῶν συμβαινόντων τοῖς ὑγιαίνουσιν, ὅσοι γε τὸ ἔθος ὑπήλλαξαν ἀθρόως τὸ κεφάλαιον τοῦ λόγου παρενέθηκεν, οὗ χάριν ταῦτα πάντα διηγεῖται τὰ τοῖς ὑγιαίνουσι συμβαίνοντα. δῆλον γὰρ ὡς εἴπερ τοῖς ὑγιαίνουσιν ἡ τῆς ἡμίσεος ἡμέρας μεταβολὴ τῆς διαίτης εἰς τοσοῦτόν ἐστιν ἀνιαρὰ, πῶς οὐχ ἥδε πολλή γε τοῖς νοσοῦσιν; ἐφεξῆς δὲ πάλιν ἐπὶ τὴν διήγησιν τῶν συμβαινόντων τοῖς ὑγιαίνουσιν ἐπανέρχεται κατὰ τὴν ἐχομένην ῥῆσιν ἔχουσαν οὕτως·

Εἰ τοίνυν οὗτος ὁ παρὰ τὸ ἔθος μονοσιτήσας, ὅλην τὴν ἡμέρην κενεαγγήσας, δειπνήσειεν ὁκόσον εἴθιστο εἰκὸς αὐτὸν,
562
εἰ τότε ἀνάριστος ἐὼν ἐπόνεε καὶ ἠῤῥώστει, δειπνήσας δὲ τότε βαρὺς ἦν, πολὺ μᾶλλον βαρύνεσθαι· εἰ δέ γε ἔτι πλείονα χρόνον κενεαγγήσας ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρύνοιτο.

Ὃ λέγει τοιοῦτόν ἐστιν. εἰ ὁ παρὰ τὸ ἔθος ἀναρίστητος μείνας, εἶτα δειπνήσας τῶν εἰθισμένων ἐλάττω τῆς νυκτὸς ἐβαρύνθη, πολὺ μειζόνως βαρυνθήσεται ὁ πλείω ἢ ὅσα εἴθιστο δειπνήσας· ὁ δ᾿ ἐπὶ πλείονα χρόνον κενεαγγήσας, εἰ ἐξαπίνης μεταδειπνήσειεν, ἔτι μᾶλλον ἂν βαρυνθείη. τῶν γὰρ ἀναριστήτων μενόντων παρὰ τὸ ἔθος ἔνιοι μὲν ἐπ᾿ ἐλάττονα χρόνον ἐκτείνουσι τὴν ἀσιτίαν, ἔνιοι δὲ ἐπὶ πλείονα· τούτους οὖν φησιν ἔτι μᾶλλον βαρυνθήσεσθαι.

Τὸν μὲν οὖν παρὰ τὸ ἔθος κενεαγγήσαντα συμφέρει ταύτην τὴν ἡμέρην ἀντισηκῶσαι ὧδε, ἀῤῥιγέως καὶ ἀθαλπέως
563
καὶ ἀταλαιπώρως· ταῦτα γὰρ ἅπαντα βαρέως ἂν ἐνέγκοι. καὶ τὸ δεῖπνον συχνῷ ἔλασσον ποιήσασθαι ἢ ὅσον εἴθιστο καὶ μὴ ξηρὸν, ἀλλὰ τοῦ πλαδαρωτέρου τρόπου· καὶ μετὰ ταῦτα πιεῖν μὴ ὑδαρὲς μήτε ἔλασσον ἢ κατὰ λόγον τοῦ βρώματος· καὶ τῇ ὑστεραίᾳ ὀλίγα ἀριστῆσαι, ὡς ἐκ προσαγωγῆς ἀφίκηται εἰς τὸ ἔθος.

Ὥσπερ τῶν ἀριστησάντων οὐκ εἰθισμένως ἐπηνώρθου τὴν βλάβην, οὕτως καὶ τοὺς παρὰ τὸ ἔθος κακωθέντας ἐκ μονοσιτίας ἀξιοῖ πρῶτον μὲν θάλπους καὶ ψύχους καὶ ταλαιπωρίας ἀπέχεσθαι· ταῦτα γὰρ ἂν, φησὶ, πάντα βαρέως ἐνέγκοιεν· ἔτι τε ἀξιοῖ ἐπ᾿ ἔλαττον ἢ ὅσον ἦσαν εἰθισμένοι δειπνῆσαι. καίτοι τούτου ἐναντιώτατον οἱ πολλοὶ ποιοῦσι· κωλυθέντες γὰρ ὑπό τινος ἀσχολίας ἀριστῆσαι κατὰ τὸ δεῖπνον ἀξιοῦσιν ἀπολαμβάνειν καὶ τὴν παραλελειμμένην ἐπὶ τοῦ ἀρίστου τροφὴν, οὐκ εἰδότες ὅτι δεῖται μὲν ὄντως τὸ σῶμα τῆς παραλελειμμένης τροφῆς, οὐ δύναται δὲ αὐτὴν ἡ γαστὴρ κατεργάσασθαι, βεβλαμμένη διὰ τὴν

564
μακροτέραν ἀσιτίαν. ἀλλ᾿ ὅ γε Ἱπποκράτης ὥσπερ ἐλάττονα κελεύει δοθῆναι τὴν τροφὴν, οὕτως καὶ ὑγροτέραν· αὕτη γὰρ οἰκεῖον ἴαμα τῇ τε γαστρὶ καὶ παντὶ τῷ σώματι γενήσεται κατεξηρασμένοις. ἐπιῤῥῶσαι δὲ αὐτῶν βούλεται τὴν γαστέρα καὶ τῇ τοῦ οἴνου πόσει, μήθ᾿ ὑδαρὲς μήτ᾿ ἔλαττον τῆς κατὰ τὴν τροφὴν ἀναλογίας κελεύων πιεῖν. τὸ μὲν γὰρ ὑδαρὲς ἐκλύσει τὸν τόνον τῆς γαστρός· τὸ δ᾿ ἔλαττον ἀνεπιτήδειον τῇ ἐξηρασμένῃ. καὶ κατὰ τὴν ὑστεραίαν δ᾿ ἔτι προνοήσασθαι τῆς διαίτης ἀξιοῖ τὸν οὕτω βλαβέντα, τροφῆς τῆς συνήθους ἐλάττονα προσενεγκάμενον, ὅπως ἐκ προσαγωγῆς, τουτέστι κατ᾿ ὀλίγον, εἰς τὸ παλαιὸν ἔθος ἐπανέλθοι.

Αὐτοὶ μέντοι σφῶν αὐτῶν δυσφορώτερον δὴ τὰ τοιαῦτα φέρουσιν οἱ πικρόχολοι τὰ ἄνω.

Εἶπον ἤδη κᾀγὼ πρὸ μικροῦ περὶ τῶν πικροχόλων ὡς

565
δυσφορώτεροι γίγνονται τῶν φλεγματωδῶν ἐν τῷ μεταβάλλειν ἀθρόως τὴν δίαιταν ἐπὶ τὴν ἔνδειαν· ἐκχολοῦται γὰρ αὐτοῖς θᾶττον ἣ θ᾿ ὅλη τοῦ σώματος ἕξις καὶ ἡ κατὰ τὴν γαστέρα. διὰ τί δὲ οὐχ ἁπλῶς εἶπεν οἱ πικρόχολοι, ἀλλὰ προσέθηκε τὰ ἄνω; ὅτι τῆς ξανθῆς χολῆς, ἣν δὴ καὶ ὠχρὰν καὶ πικρὰν ὀνομάζουσιν, ἐπιπολαζούσης μὲν τῇ ἄνω γαστρὶ πικροχόλους εἰκότως ἐροῦμεν εἶναι τὰ ἄνω τοὺς τοιούτους, ὑπιούσης δὲ δι᾿ ἕδρας πικροχόλους τὰ κάτω. Παύλῳ μὲν γὰρ τῷ ῥήτορι φλεγματώδη τὴν ὅλην ἕξιν τοῦ σώματος ἔχοντι καθ᾿ ἑκάστην ἡμέραν ἐπεπόλαζεν ἡ ξανθὴ χολὴ καὶ πρώτην αὐτὴν ἤμει μετὰ τὸ λουτρὸν οὐκ ὀλίγην. Εὐδήμῳ δὲ τῷ φιλοσόφῳ χολώδει τὴν κρᾶσιν ὄντι διὰ τῆς ἕδρας ὑπῄει κάτω καὶ σπανίως ποθ᾿ οὗτος ἤμει χολὴν ὠχράν· ἦν δ᾿ ὥσπερ τῷ Παύλῳ τὰ διαχωρήματα χολῆς ὀλίγον ἔχοντα, οὕτω τῷ Εὐδήμῳ πάμπολυ. τοῖς οὖν ἐκλείπουσι παρὰ τὸ ἔθος τὸ ἄριστον, ἐὰν μὲν τήν τε ὅλην ἕξιν τοῦ σώματος ὦσι πικρόχολοι, τήν τε ἄνω γαστέρα συμβαίνειν ἀναγκαῖόν ἐστι πάνθ᾿ ὅσα προεῖπεν ὀλίγον ἔμπροσθεν·
566
ὅσοις δὲ τὴν ἄνω γαστέρα μόνην ὑπάρχει πικροχόλοις εἶναι, τὰ μὲν τῆς δυσφορίας συμβήσεται ὁμοίως, τὰ δὲ ἄλλα συμπτώματα τινὰ μὲν οὐδ᾿ ὅλως ἔσται, τινὰ δὲ μετριώτερα. προειρήκει δὲ τοὺς ἐκλείποντας τὸ ἄριστον παρὰ τὸ ἔθος δειλοὺς ἐς πᾶν ἔργον γίγνεσθαι καὶ καρδιαλγέας καὶ κρεμᾶσθαι δοκεῖν αὐτοῖς τὰ σπλάγχνα καὶ οὐρεῖν θερμὸν καὶ χλωρὸν καὶ τὴν ἄφοδον συγκαίεσθαι· τισὶ δ᾿ αὐτῶν καὶ τὸ στόμα πικρὸν γίγνεσθαι καὶ τοὺς ὀφθαλμοὺς κοίλους καὶ τοὺς κροτάφους πάλλεσθαι καὶ τὰ ἄκρα διαψύχεσθαι. τούτων δὲ τινα μὲν τοῖς ὅλην τὴν ἕξιν πικροχόλοις μᾶλλον συμβαίνει, τινὰ δὲ τοῖς τὴν ἄνω γαστέρα. καὶ διὰ τοῦτο καὶ ἡ πρὸς τὰς ἐνεργείας ἀτολμία καὶ ἡ τῶν ἄκρων ψύξις τό τ᾿ οὐρεῖν θερμόν τε καὶ χλωρὸν καὶ τὰ διαχωρήματα συγκαίεσθαι καὶ τοὺς ὀφθαλμοὺς κοίλους γίγνεσθαι καὶ τοὺς κροτάφους πάλλεσθαι, τοῖς τὴν ὅλην ἕξιν πικροχόλοις, ἀμφοτέροις δὲ τό τε δοκεῖν κρεμᾶσθαι τὰ σπλάγχνα καὶ τὸ στόμα πικραίνεσθαι. διὰ μὲν γὰρ τὴν παρὰ τὸ ἔθος ἔνδειαν αἴσθησιν ἴσχουσιν ἀστηρίκτων τῶν σπλάγχνων, διὰ δὲ τὴν ἐπικράτειαν τῆς χολῆς πικρὸν γίγνεσθαι τὸ στόμα τοῖς
567
τὸ πᾶν σῶμα πικροχόλοις, οὐχ ὡς τοῦ παθήματος ἐν τῷ στόματι γιγνομένου μᾶλλον, ἀλλ᾿ ὅτι τῆς αἰσθήσεως αὐτὸ μόριον ἡ φύσις ἐποίησε χυμῶν ἰδέας διαγνωστικόν. ἡ δὲ γαστὴρ συγκαίεται μᾶλλον μὲν οἷς ἡ ἐξ ἥπατος εἰς αὐτὴν καταῤῥέουσα χολὴ τὸ ἐπιπολάζον ἔσχηκεν, ἧττον δὲ οἷς ὑπέρχεται κάτω· τούτοις μὲν γὰρ ἐρεθίζει τὸ ἔντερον εἰς ἀπόκρισιν, ἐκείνοις δὲ τὸν στόμαχον ἀδικεῖ· διὸ καὶ ὁ Εὔδημος ἑκάστης ἡμέρας διεχώρει δὶς, ἔστι δ᾿ ὅτε καὶ τρὶς, ὁ δὲ Παῦλος ἐνίοτε οὐδ᾿ ὅλως ἐξέκρινεν. εἰ μὴ γὰρ ἐρεθίζοιτο πρός τινος δάκνοντος ἢ τῷ πλήθει τῆς κόπρου βαρύνοιτο τὰ ἔντερα, προθυμίαν ἐκκρίσεως οὐ λαμβάνει. τούτων δ᾿ οὐδέτερον τοῖς παραλείπουσι τὸ ἄριστον· οὔτε γὰρ δάκνονται τὰ ἔντερα, τῆς χολῆς ἐπὶ τὸ στόμα ἐνηνεγμένης, οὐκ ἐκεῖνα δακνούσης καὶ ἀνιώσης· οὔτε βάρος ἐγγίνεται τοῖς μηδὲ ὅλως ἐδηδοκόσι.

Τὴν δέ γε ἀσιτίην τὴν παρὰ τὸ ἔθος οἱ φλεγματίαι τὰ ἄνω
568
εὐφορώτερον φέρουσι τὸ ἐπίπαν· ὥστε καὶ μονοσιτίην τὴν παρὰ τὸ ἔθος εὐφορώτερον οὗτοι ἂν ἐνέγκοιεν.

Ἔμπροσθεν μὲν εἰρήκει τοὺς πικροχόλους τὰ ἄνω δυσφορώτερον φέρειν τὴν μονοσιτίην, νυνὶ δὲ πρὸς τοὺς φλεγματώδεις μεταβὰς ἀντὶ τῆς μονοσιτίας πρότερον ἐμνημόνευσε τῆς ἀσιτίας, ἐκ τοῦ σαφεστέραν ἔχοντος τὴν βλάβην τὴν μετάβασιν ἐπὶ τὸ βλάπτον ἧττον ποιησάμενος ἐξ ἀναλογίας. εἰ γὰρ δὴ μᾶλλον μὲν εἰκὸς βλάπτεσθαι τοὺς ὅλην τὴν ἡμέραν ἀσιτήσαντας παρὰ τὸ ἔθος, ἧττον δὲ τοὺς ἐκλείποντας τὸ ἄριστον, εὐφορώτερον δὲ τῶν πικροχόλων οἱ φλεγματώδεις φέρουσι τὴν μονοσιτίαν, εὔδηλον ὡς καὶ τὴν ἀσιτίαν εὐφορώτερον οἴσουσιν. ἡ δὲ αἰτία τοῦ ῥᾷον φέρειν τὴν μονοσιτίαν τοὺς φλεγματώδεις ἐκ τῶν προειρημένων ἐπὶ τοῖς χολώδεσι πρόδηλος. ὁ μὲν γὰρ τῆς χολῆς χυμὸς ἐν ταῖς ἀσιτίαις ἑαυτοῦ γίνεται πικρότερος, ὁ δὲ τοῦ φλέγματος ἐν τῷ χρόνῳ πεπτόμενος γίνεται αἷμα, τῶν χολῶν οὐδετέρας

569
ἐπανελθεῖν εἰς αἵματος. οὐσίαν δυναμένης, ἐπειδὴ τοῦ μὲν αἵματος ἐν αὐτῷ θερμανθέντος ἐπὶ πλέον ἡ ξανθὴ γεννᾶται χολὴ, τούτου δ᾿ αὐτοῦ κατοπτηθέντος ἢ καὶ τοῦ παχέος αἵματος ἡ μέλαινα· τοῦ δὲ φλέγματος ἡ γένεσις ἐν τοῖς φλεγματώδεσιν ἐδέσμασιν ἀεὶ προηγεῖται τοῦ αἵματος καὶ διὰ μέσης τῆς τούτου γενέσεως ἡ εἰς αἷμα μεταβολὴ γίνεται τοῖς σιτίοις. καὶ τοῦτο συμβέβηκεν οὐ μόνον τοῖς μοχθηροτέροις ἐδέσμασιν, ἀλλὰ καὶ τῶν πάνυ δοκούντων ἐνίοις ὑγιεινῶν εἶναι, καθάπερ ἄρτῳ τε καὶ χόνδρῳ καὶ σεμιδάλει. ἐγὼ μὲν οὖν ἐξήγημαι τὴν ἀρίστην εἶναί μοι δοκοῦσαν γραφήν· αὐτό τε γὰρ καθ᾿ αὑτὸ τὸ ἐν αὐτῇ διδασκόμενον ἀληθές ἐστι καὶ τοῖς προηγουμένοις ἀκόλουθον, οἵπερ εἰσὶ σκοποὶ τῆς ἀρίστης ἐξηγήσεως· οὐ μὴν ἐν ἅπασί γε τοῖς ἀντιγράφοις εὑρήσεις τὴν τοιαύτην γραφὴν, ἀλλ᾿ ἐναντίως μὲν καὶ ἀλλήλοις, ἑτέρως δὲ ἐν ἅπασι σχεδόν τι τοῖς βιβλίοις ἐστὶν εὑρεῖν ἐγγεγραμμένην τὴν ῥῆσιν ταύτην καὶ ψευδοῦς γιγνομένου τοῦ λόγου καὶ τοῖς προειρημένοις οὐδεμίαν ἀκολουθίαν σώζοντος.