In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Μάλιστα μὲν οὗν βλάπτοιντο ἂν, ἢν μὴ ὀρθῶς μεταβάλλοιεν, οἱ ὅλῃσι τῇσι πτισάνῃσι χρεόμενοι· βλάπτοιντο δ᾿ ἂν καὶ οἱ μούνῳ τῷ χυλῷ χρεόμενοι· βλάπτοιντο δ᾿ ἂν καὶ οἱ μούνῳ τῷ ποτῷ χρεόμενοι, ἥκιστα δὲ οὗτοι.

Τὴν εἰρημένην ὀλίγον ἔμπροσθεν ἀθρόαν μεταβολὴν τῆς διαίτης, καθ᾿ ἣν ταῖς πρώταις ἡμέραις ἐν ἀσιτίᾳ παντελεῖ φυλάξαντες τοὺς κάμνοντας ἄρχονται τρέφειν περὶ τετάρτην ἡμέραν, μάλιστα μὲν βλάπτειν φησὶν, ἐὰν ἐπὶ τὴν ὅλην πτισάνην μεταβάλλωσιν, ἔλαττον δ᾿ ὅταν ἐπὶ τὸν χυλόν· ἥκιστα δὲ, τουτέστιν ἐλάχιστα βλάπτειν τοὺς ἐπὶ μόνα τὰ ποτὰ παραγινομένους. κατὰ γὰρ τὸ μέγεθος τῆς δυνάμεως τοῦ προσφερομένου καὶ τὸ τῆς βλάβης γίνεται μέγεθος.

549
Χρὴ δὲ καὶ τὰ μαθήματα ποιέεσθαι ἐν τῇ διαίτῃ τῶν ἀνθρώπων ἔτι ὑγιαινόντων, οἷα ξυμφέρει· εἰ γὰρ δὴ τοῖσί γε ὑγιαίνουσι φαίνονται διαφέροντα μεγάλα τὰ τοῖα ἢ τοῖα διαιτήματα, ἐν ἄλλῳ τινί που καὶ ἐν τῇσι μεταβολῇσι, πῶς οὐχὶ καὶ ἐν τῇσι νούσοισι διαφέρει μεγάλα καὶ τουτέων ἐν τῇσιν ὀξυτάτῃσι μάλιστα;

Ἀποδεικνύειν ἤρξατο τὴν προειρημένην ὑπ᾿ αὐτοῦ περὶ τῆς διαίτης δόξαν, ἐλέγχων ἅμα καὶ τοὺς ἐναντίως διαιτῶντας· ἵνα δὲ σαφὴς ὁ λόγος γένηται, τὸ κεφάλαιον αὐτοῦ σύμπαν ἄμεινόν μοι δοκεῖ προειπεῖν. ἔστι δὲ τῶν εἰς αὐτὸ λαμβανομένων λημμάτων τὸ μὲν ἕτερον ἀξίωμα καθόλου τοιοῦτον· ἐὰν τοῖς ὑγιαίνουσι βλάβην φέρουσιν αἱ ἀθρόαι τῆς διαίτης ἐπὶ τἀναντία μεταβολαὶ, πολὺ μᾶλλον τοῖς νοσοῦσιν· ὃ καὶ πολυειδῶς ἐστιν ἑρμηνεύειν, ἄλλοτε εἰς ἄλλην λέξιν μεταλαμβάνοντας, οἷον οὕτως· ἐπὶ τῶν κατὰ δίαιταν

550
ἀθρόων μεταβολῶν οἱ ὑγιαίνοντες ἧττον βλάπτονται τῶν νοσούντων· ἢ οὕτως, οἱ νοσοῦντες βλάπτονται μᾶλλον τῶν ὑγιαινόντων· ἢ οὕτως, τὰ βλαβερὰ τοὺς ὑγιαίνοντας ἧττον βλάπτει τῶν νοσούντων· καὶ ἔτι γενικώτερον τοῦδε· τοὺς ἰσχυροτέρους ἧττον βλάπτει, τοὺς δ᾿ ἀσθενεστέρους μᾶλλον τὰ βλαβερά· ἔξεστι δὲ καὶ ἄλλως ἑρμηνεύειν τὴν αὐτὴν τοῦ λόγου δύναμιν, ἤτοι τὸ καθ᾿ αὑτὸ καὶ πρώτως χρήσιμον εἰς τὸ ἀποδεικνύμενον ἢ διά τινος τῶν περιεχόντων ἀξιωμάτων ἢ λημμάτων αὐτό. τοιοῦτον μὲν δή σοι τὸ ἕτερον τῶν λημμάτων ἐστὶν ἐξ αὐτοῦ πιστὸν, ἅπερ δὴ καὶ καλεῖν ἔθος ἐστὶν ἀξιώματα τοῖς περὶ τὸν Ἀριστοτέλην· τὸ δὲ ἕτερον ἐξ ἐμπειρίας ἐγνωσμένον ἐφεξῆς ἄκουε· καὶ τοὺς ὑγιαίνοντας ἡ ἀθρόα μεταβολὴ τῆς διαίτης βλάπτει. τούτοις δ᾿ ἀμφοτέροις τοῖς λήμμασιν ἕπεται τὸ συμπέρασμα, τὸ βλάπτεσθαι μειζόνως τοὺς νοσοῦντας ὑπὸ τῆς ἀθρόας ἐν τῇ διαίτῃ μεταβολῆς καὶ πολὺ δὴ μᾶλλον ἔτι τοὺς ὀξέως νοσοῦντας. αὕτη μὲν ἡ τοῦ λόγου δύναμις· ὁ δὲ Ἱπποκράτης τὸ μὲν ἕτερον τῶν λημμάτων ἐξ ἑαυτοῦ πρότερον πιστότερον ὂν ἄντικρυς λαμβάνει χωρὶς κατασκευῆς· τὸ δὲ ἕτερον ἐκ τῶν
551
διὰ τῆς ἐμπειρίας κατὰ μέρος ἑωραμένων πιστοῦται, καὶ τοῦτο αὐτὸ δηλοῖ καὶ ὁ ἐφεξῆς λόγος.

Ἀλλὰ μὴν εὐκαταμάθητόν γέ ἐστιν ὅτι φαύλη δίαιτα βρώσεως καὶ πόσεως αὐτὴ ἑωυτῇ ἐμφερὴς ἀεὶ ἀσφαλεστέρη ἐστὶ τὸ ἐπίπαν ἐς ὑγείην ἢ ἐάν τις ἐξαπίνης μέγα μεταβάλλοι εἰς ἄλλο κρέσσον.

Τὸ ἕτερον τῶν εἰς τὴν ἀπόδειξιν τοῦ προκειμένου λόγου διαφερόντων λημμάτων ἤρξατο νῦν κατασκευάζειν ἐκ πολλῶν τῶν κατὰ μέρος παραδειγμάτων, εἰς ἓν κεφάλαιον ἀθροίζων αὐτοῦ τὴν πίστιν· ἔστι δὲ τοῦτο τοῖς ὑγιαίνουσι τὰς παρὰ τὸ ἔθος ἐξαπίνης μεγάλας μεταβολὰς, οὐ μικρὰν ἐργάζεσθαι βλάβην. ὁ λόγος μὲν οὖν οὗτος ὑπάρχει σαφὴς, ὅμως δ᾿ εἴ τι παρεμπίπτειν δόξειεν ἐξηγήσεως δεόμενον τοῖς ἀγυμναστοτέροις περὶ τὴν ἐν τούτοις ἀκολουθίαν, οὐκ ὀκνήσομεν ἐξηγήσασθαι. καὶ τοῦτο γὰρ ὑπόμνημα φιλανθρωπότερόν

552
ἐστι, τῷ ἐστοχάσθαι μὴ μόνον τῶν γεγυμνασμένων ἐν λόγοις, ἀλλὰ καὶ τῶν ἀγυμναστοτέρων· εἰ δέ τις ἀμαθὴς καὶ ἄπειρός. ἐστι τῶν προειρημένων μαθημάτων, ἄλλο τι πραττέτω.

Ἐπεὶ καὶ τοῖσι δὶς σιτεομένοισι τῆς ἡμέρης καὶ τοῖσι μονοσιτέουσιν αἱ ἐξαπίναιοι μεταβολαὶ βλάβας καὶ ἀῤῥωστίην παρέχουσι. καὶ τοὺς μέν γε μὴ μεμαθηκότας ἀριστᾷν, ἢν ἀριστήσωσιν, εὐθέως ἀῤῥώστους ποιέει καὶ βαρέας ὅλον τὸ σῶμα καὶ ἀσθενεῖς καὶ ὀκνηρούς· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεας, ἐνίοισι δὲ ἂν καὶ σπατίλη γένοιτο, ὁκόταν παρὰ τὸ ἔθος ἀχθοφορήσῃ ἡ κοιλίη εἰθισμένη ἐπιξηραίνεσθαι καὶ μὴ δὶς διογκοῦσθαι μηδὲ δὶς ἕψειν τὰ σιτία.

Οὐ μόνον ὅτι βλάπτονται μεγάλα κατὰ τὰς τῶν ἐθῶν ἐξαιφνιδίους μεταβολὰς, ἀλλὰ καὶ τίνες αἱ βλάβαι γίνονται

553
γράφων, τίνα δὲ τρόπον ἐπανορθωτέον ἑκάστην ἐστὶν, εἰς μῆκος ἐκτείνει τὸν λόγον· ὡς εἴ γε μόνον ὅτι βλάπτονται μεγάλα κατὰ τὰς τῶν ἐθῶν ἐξαιφνιδίους μεταβολὰς ἐπεδείκνυε, βραχὺς ἂν αὐτῷ ὁ πᾶς λόγος ἐγεγόνει. πρώτη μὲν οὖν ἐστι μεταβολὴ ἡ νῦν προκεχειρισμένη, τοῦ ἔθους ἐπὶ τῶν ἀηθῶν μὲν ἀριστᾷν, ἀριστησάντων δέ ποτε· φησὶ γὰρ ἀῤῥώστους τε καὶ βαρεῖς ὅλον τὸ σῶμα γίγνεσθαι καὶ ἀσθενεῖς καὶ ὀκνηρούς. συμβαίνει δὲ αὐτοῖς ταῦτα βαρυνομένης τῆς δυνάμεως ὑπὸ τῆς τροφῆς ὡς ὑπὸ φορτίου· οὐ γὰρ δὴ κατά γε τὸν ἴδιον λόγον ἀῤῥωστούσης, ὡς ἐπὶ τῆς ἐνδείας εἴωθε γίγνεσθαι. διὰ τοῦτο οὖν ἐνταῦθα μὲν προσέθηκε τῷ λόγῳ, τὸ βαρέας ὅλον τὸ σῶμα γίγνεσθαι καὶ ὀκνηροτέρους τοὺς δὶς διαιτηθέντας· ἐπὶ δὲ τῶν εἰθισμένων ἀριστᾷν, οὐκ ἀριστησάντων δὲ, τὴν μὲν ἀσθένειαν τῆς δυνάμεως ἔγραψε, τὸ δὲ βάρος οὐ προσέγραψε· κατὰ γὰρ τὸν ἑαυτῆς λόγον ἡ δύναμις ἐν ταῖς τοιαύταις μεταβολαῖς ἀῤῥωστεῖ. καὶ μέντοι καὶ ὀκνηροὺς εἰπὼν γενέσθαι κατὰ τὴν νῦν ἡμῖν προκειμένην μεταβολὴν τῆς διαίτης, ἐπὶ τῆς ἐναντίας εἶπε
554
δειλοὺς, ὡς πᾶν ἔργον μισεῖν, ὡς εἰ καὶ φοβουμένους τῶν ἔργων ἅψασθαι εἰρήκει· οὕτως γὰρ ἔχει καὶ κατ᾿ ἀλήθειαν, αἰσθανομένων. τῆς κατὰ δύναμιν ἀσθενείας τῶν οὕτως ἐχόντων καὶ διὰ τοῦτο μὴ τολμώντων ἐνεργεῖν ἃς ἐνήργουν ἔμπροσθεν ἑτοίμως ἐνεργείας. ἀλλὰ μὴν καὶ ἐκκρεμᾶσθαι δοκεῖν τὰ σπλάγχνα τοῖς ἐνδεῶς διαιτηθεῖσί φησι καὶ οὐρεῖν θερμόν τε καὶ χλωρόν· θερμὸν μὲν λέγων δηλονότι τοῦ συνήθους θερμότερον, χλωρὸν δὲ κατά τι τῶν ἐπὶ τῆς Ἀσίας· Ἑλλήνων ἔθος, ὅ ἐστι καὶ νῦν διασωζόμενον. ὠχροὺς γάρ τινας ἰδόντες ἐρωτῶσι τὴν αἰτίαν, δι᾿ ἣν οὕτω γεγόνασι χλωροὶ, μηδὲν διαφέρειν ἡγούμενοι χλωρὸν εἰπεῖν καὶ ὠχρόν· ἑωρακέναι τε τόνδε τινὰ χλωρότερον ἑαυτοῦ φασι, τὸν ὠχρότερον οὕτω δηλοῦντες. ἔστι δὲ τὸ ὠχρὸν χρῶμα κατ᾿ ἀλήθειαν τοιοῦτον, οἷόν περ καὶ τὸ τῆς καλουμένης ὤχρας ὀξυνομένης κατὰ τὴν προσηγορίαν τῆς πρώτης συλλαβῆς· καὶ γίγνεται τοιοῦτον ἐπιμιγνυμένης τῷ ὑδατώδει περιττώματι τῆς ὠχρᾶς τε καὶ πικρᾶς καὶ ξανθῆς ὀνομαζομένης χολῆς· ὅσον γὰρ τοῦ ἐρυθροῦ χρώματος ἐπὶ τὸ λευκότερον
555
ἀποκεχώρηκε τὸ ξανθὸν, τοσοῦτον τούτου τὸ ὠχρόν. ἔγραψε δέ τινα καὶ ἄλλα συμπτώματα, γιγνόμενα τοῖς οὕτω διατεθεῖσι, περὶ ὧν ὅταν ἀφικώμεθα ἐπὶ τὴν ῥῆσιν, ἐπισκεψόμεθα· νυνὶ δὲ τὴν προκειμένην ῥῆσιν ἐξεργαστέον. οἷς ἔφη συμβαίνειν ἐπὶ τῶν ἀήθως ἀριστησάντων, ἔτι καὶ τοῦτο προσέθηκεν· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεες. ἐμάθομεν δὲ ὅτι διά τε τὴν ψύξιν τῆς γαστρὸς αἱ ὀξυρεγμίαι γίνονται καὶ διὰ φλέγμα πολλάκις ἠθροισμένον ἐν αὐτῇ καὶ διὰ πλῆθος σιτίων ἢ καὶ συμμέτρων μὲν ὄντων, ἀλλὰ ψυχρῶν τῇ δυνάμει. πάντων δὲ τῶν προειρημένων κοινόν ἐστι τὸ νικᾶσθαι τὴν ἔμφυτον θερμασίαν τῆς γαστρὸς ὑπὸ τῶν σιτίων, οὐ νικᾷν οὐδὲ κρατεῖν οὐδὲ κατεργάζεσθαι δυναμένην καλῶς αὐτά· καθάπερ εἰ καὶ φλογὶ μικρᾷ πλῆθος ἐπισωρεύσαις ξύλων, ἢ καὶ χωρὶς πλήθους ἐπιτιθείης χλωρὰ καὶ ὑγρά. τισὶ δὲ τούτων τῶν οὕτω διαιτηθέντων καὶ σπατίλην φησὶ γίνεσθαι, τουτέστιν ὑγρὰν διαχώρησιν· ἐν πολλοῖς δὲ τῶν ἀντιγράφων οὐ σπατίλην γεγραμμένην εὑρήσεις,
556
ἀλλ᾿ ἄσην, ἵν᾿ ἀκούσωμεν δηλονότι τὸν ῥιπτασμὸν τοῦ σώματος, ἀσωμένου διὰ τὸ πλῆθος τῆς τροφῆς τοῦ διαιτηθέντος οὕτως καὶ δυσφοροῦντος ἐν τῇ κατακλίσει καὶ μεταβάλλοντος ἑαυτόν. ἐπὶ δὲ τῆς τελευταίας ῥήσεως ἀπεφήνατο σαφῶς ὅτι δεῖ τὴν πέψιν εἶναι παραπλησίαν ἑψήσει, ὡς ὑπὸ θερμοῦ γιγνομένην, οὐ ξηροῦ καὶ αὐχμώδους, ὁποῖόν ἐστι τὸ τῶν πυρετῶν, ἀλλ᾿ ὑγροῦ καὶ ἀτμώδους οἷον τὸ κατὰ φύσιν ἐν τοῖς ζώοις ἐστίν.

Ἀρήγει οὖν τουτέοισιν ἀνασηκῶσαι τὴν μεταβολήν. ἐγκοιμηθῆναι γὰρ χρὴ ὥσπερ νύκτα ἀγαγόντα μετὰ τὸ δεῖπνον, τοῦ μὲν χειμῶνος ἀριγέως, τοῦ δὲ θέρεος ἀθαλπέως· ἢν δὲ καθεύδειν μὴ δύνανται, βραδεῖαν συχνὴν περίοδον πλανηθέντα μὴ στασίμως, δειπνῆσαι μηδὲν ἢ ὀλίγα καὶ μὴ βλαβερὰ, ἔτι δὲ ἔλασσον πιεῖν καὶ μὴ ὑδαρές. ἔτι δὲ μᾶλλον ἂν πονήσειεν ὁ τοιοῦτος, εἰ τρὶς σιτέοιτο τῆς ἡμέρας ἐς κόρον, ἔτι δὲ μᾶλλον, εἰ πλεονάκις· καίτοιγε
557
πολλοί εἰσιν, οἳ εὐφόρως φέρουσι τρὶς σιτεόμενοι τῆς ἡμέρης εἰς πλῆθος, οἳ ἂν οὕτως ἐθισθῶσιν.

Οὐκ ἦν ἀναγκαῖον εἰρῆσθαι νῦν ταῦτα, προὔκειτο γὰρ αὐτῷ διδάξαι τὰς ἐξαπιναίας μεταβολὰς τῶν ἐθῶν βλάπτειν ἡμᾶς, οὐχ ὅπως χρὴ τὰς τοιαύτας βλάβας ἐκθεραπεύειν· ἐπεὶ δὲ καὶ τοῦτο ἔδοξεν αὐτῷ πρᾶξαι, καὶ ἡμεῖς ἀκολουθήσωμεν οἷς ἔγραψε, μάλιστα μὲν ἐπὶ πλέον κοιμηθῆναι κελεύων, εἰ δὲ καθεύδειν μὴ δύναιντο περιπατῆσαι σχολαίως συχνὴν περίοδον, ὡς μὲν οἱ πλεῖστοι τῶν ἐξηγουμένων λέγουσι, μετὰ τὸ δεῖπνον, ὡς δὲ ἡ διάνοια τῶν εἰρημένων βούλεται, μετὰ τὸ ἄριστον· τὸ γὰρ ὥσπερ νύκτα ἀγαγόντα περὶ τῶν ἡμερινῶν ὕπνων, οὐ τῶν ἐν τῇ νυκτὶ προσήκει λέγεσθαι. καὶ μέντοι τὸ γεγραμμένον ἐφεξῆς ἔνθα φησίν· ἢν δὲ καθεύδειν μὴ δύνανται, βραδεῖαν συχνὴν περίοδον πλανηθέντα μὴ στασίμως, δειπνῆσαι μηδὲν ἢ ὀλίγα· μαρτυρεῖ τῷ μετὰ τὸ ἄριστον αὐτὸν ἀξιοῦν κοιμηθῆναι. δυοῖν οὖν θάτερον ἢ ἐπανορθωτέον ἐστὶν ὡς ἡμαρτημένην μὲν τοιαύτην

558
γραφὴν καὶ οὕτω γραπτέον· ἐγκοιμηθῆναι γὰρ χρὴ ὥσπερ νύκτα ἀγαγόντα, μετὰ τὸ ἄριστον, τοῦ μὲν χειμῶνος ἀριγέως, τοῦ δὲ θέρεος ἀθαλπέως· ἢ εἴπερ φυλάττοιμεν τὴν μετὰ τὸ δεῖπνον, οὕτως ἀκουστέον τῆς λέξεως· ἐγκοιμηθῆναι γὰρ χρὴ ὥσπερ μετὰ τὸ δεῖπνον ἐκοιμᾶτο πρόσθεν, οὕτω νῦν μετὰ τὸ ἄριστον ὥσπερ νύκτα ἀγαγόντα. τοῦ δὲ κελεύειν αὐτὸν ἤτοι μηδὲν ὅλως ἢ ὀλίγα καὶ κοῦφα δειπνῆσαι, πρόδηλος ὁ λογισμός· ἡσυχάσαι γὰρ βούλεται τὴν γαστέρα καὶ ἀνακτήσασθαι τὸν κάματον, ὃν ἔκαμνε βαρυνθεῖσα διὰ τὸ παρὰ τὸ ἔθος ἀριστῆσαι τὸν ἄνθρωπον. ἀκόλουθον δὲ τούτῳ καὶ τὸ πιεῖν μὲν ἧττον, οὐ μὴν ὑδαρές γε· τόν τε γὰρ κλύδωνα καὶ τὴν ὑγρότητα καὶ ψύξιν φυλάξασθαι χρὴ βεβαρημένης τῆς γαστρὸς ὑπὸ τοῦ πλήθους τῶν σιτίων· αὐτὸ δὲ τὸ διδόμενον πόμα μὴ ὑδαρὲς, ἀλλ᾿ ἐκθερμαῖνόν τε καὶ ῥωννύον εἶναι τὴν γαστέρα. τὰ δὲ ἄλλα τὰ συνεχῆ τῇ ῥήσει δῆλα.

559
Ἀλλὰ μὴν καὶ οἱ μεμαθηκότες δὶς σιτεῖσθαι τῆς ἡμέρης, ἢν μὴ ἀριστήσωσιν, ἀσθενέες καὶ ἄῤῥωστοί εἰσι καὶ δειλοὶ εἰς πᾶν ἔργον καὶ καρδιαλγέες. κρεμᾶσθαι γὰρ δοκέει τὰ σπλάγχνα αὐτέοισι καὶ οὐρέουσι θερμὸν καὶ χλωρὸν καὶ ἡ ἄφοδος ξυγκαίεται· ἔστι δ᾿ οἷσι καὶ τὸ στόμα πικραίνεται καὶ οἱ ὀφθαλμοὶ κοιλαίνονται καὶ οἱ κρόταφοι πάλλονται καὶ τὰ ἄκρα διαψύχεται.

Ταύτης τῆς ῥήσεως τὰ μὲν ἄλλα διὰ τῆς παραβολῆς, ὧν τοῖς ἀριστήσασι παρὰ τὸ ἔθος συμβαίνειν ἔφησεν, ἐξήγημαι· περὶ δὲ τῶν ὑπολοίπων νῦν ἐρῶ. τὴν ἄφοδον αὐτῶν, τουτέστι τὸ ἀποπάτημα, συγκαίεσθαί φησιν, ὑπὸ τῆς θερμασίας δηλονότι κατοπτώμενον· ξηρότερόν τε γὰρ ἑαυτοῦ καὶ πυρωδέστερον γίνεται τὸ σῶμα, τοῖς ἐκλείπουσι τὸ εἰθισμένον ἄριστον. ἐνίοις δὲ καὶ τὸ στόμα πικρὸν γίγνεσθαί φησιν· εἰσὶ δ᾿ οὗτοι χολωδέστεροι φύσει, καὶ οἱ ὀφθαλμοὶ κοῖλοι γίγνονται τοῖς τοιούτοις ξηραινόμενοι κατὰ τὴν αὐτὴν αἰτίαν τὴν συγκαίουσαν τὸ διαχώρημα. διὰ

560
δὲ τὴν ἐπὶ τὸ πυρῶδες ἐν ταῖς πικροχόλοις φύσεσιν ἐκτροπὴν τῆς ἐμφύτου θερμασίας καὶ οἱ κρόταφοι πάλλονται, τουτέστιν αἱ κατὰ τοὺς κροτάφους ἀρτηρίαι σφύζουσιν ἐπιφανῶς· καὶ τὰ τοῦ σώματος ἄκρα ψυχρότερα γίγνεται, χολωδῶν ἰχώρων ἐμπιπλαμένης τῆς γαστρὸς, ὑφ᾿ ὧν δακνομένη τε καὶ ἀνιωμένη καταλύει τὴν δύναμιν καὶ καταψύχει τὰ ἄκρα τοῦ σώματος.