In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Πτισάνη μὲν οὖν μοι δοκέει ὀρθῶς προκεκρίσθαι τῶν σιτηρῶν γευμάτων ἐν τουτέοισι τοῖσιν ὀξέσι νοσήμασι, καὶ ἐπαινέω γε τοὺς προκρίναντας. τὸ γὰρ γλίσχρασμα αὐτέης λεῖον καὶ συνεχὲς καὶ προσηνές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκπλυτον, εἴ τι καὶ τουτέου προσδέοι, καὶ οὔτε στύψιν ἔχον οὔτε ἄραδον κακὸν, οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίῃ, ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει, ὁκόσον ἂν πλεῖστον ἐπεφύκει διογκοῦσθαι.

Τοῦτον τὸν λόγον ἀναγνῶναί μοι δοκοῦσι μόνον οἱ περὶ πτισάνης ἐπιγράψαντες τὸ βιβλίον· ὥσπερ αὖ πάλιν οἱ πρὸς τὰς Κνιδίας γνώμας τὸ πρῶτον προοίμιον· ἐδείχθη γὰρ ἐν τῷ δευτέρῳ μηκέτι πρὸς τοὺς Κνιδίους ἰατροὺς

453
τὸν λόγον ποιούμενος, ἀλλὰ προτρέπων ἐπὶ τὴν ἄσκησιν τῆς τῶν ὀξέων νοσημάτων θεραπείας. ὁ δὲ δὴ τρίτος λόγος, ὃν ἄχρι δεῦρο διῆλθεν, ἤδη αὐτῆς τῆς διαιτητικῆς τέχνης τῶν ὀξέων νοσημάτων ἐστὶν, οὐ μὴν εἰς μόνην γε αὐτὴν χρήσιμος, ἀλλ᾿ ὑποπεπτωκὼς ἑτέρῳ γενικωτέρῳ. δέδεικται δέ μοι κᾀν τοῖς περὶ ἀγμῶν καὶ ἄρθρων ἔθος Ἱπποκράτει τοὺς ὑποπεπτωκότας λόγους ἑτέροις τισὶ καθολικωτέροις ἐπισημαίνεσθαι καὶ τήν γε διδασκαλίαν τῶν καθόλου δι᾿ αὐτῶν ποιεῖσθαι προκειμένων ὡς παραδειγμάτων· οὗτος γὰρ οὔτε ἀποχωρεῖ τοῦ προκειμένου σκέμματος οὔτε πολλαχῶς διδάσκει τὸ κοινὸν πολλῶν. ὥσπερ δὲ ἐπὶ τῆς πτισάνης τὸν λόγον ἐποιήσατο, τὴν αἰτίαν τῆς περὶ αὐτῆς διαφωνίας καὶ ζητήσας καὶ κρίνας, οὕτω καὶ περὶ διαίτης ἁπάσης τῶν ὀξέων τὴν κρίσιν ὀρθὴν ἐποιήσατο. καὶ γὰρ καὶ περὶ φλεβοτομίας καὶ περὶ καθάρσεως καὶ βαλάνου καὶ κλυστῆρος χρήσεως, ὡσαύτως δὲ καὶ περὶ καταπλασμάτων καὶ πυριαμάτων, οἴνου τε καὶ μελικράτου καὶ ὀξυμέλιτος
454
καὶ λουτροῦ χρήσεως οὐ σμικρὰ διαφωνία γέγονε τοῖς ἰατροῖς, ὑπὲρ ὧν ἁπάντων ὁ Ἱπποκράτης ἐν τούτῳ τῷ βιβλίῳ διῆλθε, κατὰ μίαν μέθοδον ἣν ἀρτίως εἶπον, ἧς τὴν δύναμιν ἐοίκασιν ἐγνωκέναι καὶ οἱ ἐμπειρικοὺς ἑαυτοὺς ὀνομάσαντες, διορισμοῖς χωρίζοντες ἀπὸ τῶν κοινῶν τὰ ἴδια· καλεῖν δὲ εἰώθασι διαστολὰς μᾶλλον ἢ διορισμοὺς τοὺς ἀπὸ τοῦ κοινοῦ τὸ ἴδιον ἀποκρίναντάς τε καὶ χωρίζοντας λόγους. ἴδωμεν οὖν ἤδη τὰ περὶ τῆς πτισάνης εἰρημένα τῷ Ἱπποκράτει. δοκέουσιν οὖν μοι, φησὶν, οἱ πρόσθεν ἰατροὶ προκρῖναι πτισάνην ὀρθῶς τῶν σιτηρῶν γευμάτων ἐν τοῖς ὀξέσι νοσήμασι. σιτηρὰ δὲ γεύματα λέγει τὰ ἐκ σίτου γινόμενα· σῖτον δὲ ὀνομάζουσιν οἱ ἄνθρωποι μάλιστα μὲν τοὺς πυροὺς, ἤδη δὲ καὶ τὰς κριθὰς τούτοις προσνέμουσι καὶ τὰς ζειάς· ἐπὶ πλεῖον δὲ ἐκτείνοντες τὴν προσηγορίαν καὶ τὰ δημήτρια καλούμενα σπέρματα συγκαταλέγουσι, φακοὺς δηλονότι καὶ κυάμους καὶ θέρμους καὶ λαθύρους ἔλυμόν τε καὶ κέγχρον καὶ πισὸν καὶ τῆλιν καὶ βρόμον καὶ τίφας, ἐρεβίνθους τε καὶ ὅσα τἄλλα τοιαῦτα. τούτων οὖν πάντων
455
τῶν σιτηρῶν γευμάτων τὰ μὲν ἄλλα καὶ πρὸς τῶν ἰδιωτῶν κατέγνωσται διὰ τὸ παραχρῆμα μεγάλην ἐπιφέρειν βλάβην, ἄρτος δὲ μόνος καὶ χόνδρος ἐπὶ τῶν ὀξέως νοσούντων δίδοται καὶ πρὸς ταῦτά ἐστι μόνα παραβάλλειν τὴν πτισάνην ἡ γάρ τοι φακὴ καὶ ἡ κέγχρος καὶ ἡ τῆλις ὡς φάρμακά ποτε προσφέρεται διά τινα τῶν κατὰ κοιλίαν νοσημάτων, οὐχ ὡς σιτία τροφῆς ἕνεκα. τῶν οὖν σιτηρῶν ἐδεσμάτων ὀρθῶς προκεκρίσθαι φησὶ τὴν πτισάνην, ἄρτου δηλονότι καὶ χόνδρου καὶ ζειῶν, ἐξ ὧν ὁ καλούμενος τράγος γίνεται. τοὺς γὰρ οἰομένους μηδέπω χόνδρον εἶναι κατὰ τοὺς Ἱπποκράτους χρόνους ἀγνοοῦντας ἐλέγξεις ἐκ τοῦ τῶν παλαιῶν κωμικῶν ἐνίους μεμνημονευκέναι χόνδρου, καὶ αὐτὸν δὲ τὸν Ἱπποκράτην κατὰ τὸ περὶ διαίτης ὑγιεινῆς· εἰ γὰρ καὶ μὴ Ἱπποκράτους ἐστὶν ἐκεῖνο τὸ βιβλίον, ἀλλ᾿ Εὐρυφῶντος ἢ Φαῶντος ἢ Φιλιστίωνος ἢ Ἀρίστωνος ἤ τινος ἄλλου τῶν παλαιῶν, (εἰς πολλοὺς γὰρ ἀναφέρουσιν αὐτὸ) πάντες ἐκεῖνοι τῶν παλαιῶν ἀνδρῶν εἰσι, ἔνιοι μὲν Ἱπποκράτους πρεσβύτεροι, τινὲς δὲ συνηκμακότες αὐτῷ. μνημονεύω
456
δὲ Ἱπποκράτους νῦν τοῦ Ἡρακλείδα υἱέος, οὗ τοῦτό ἐστι τὸ βιβλίον· ὁ γάρ τοι πάππος αὐτοῦ, ὁ Γνωσιδίκου υἱὸς Ἱπποκράτης, κατὰ τινὰς μὲν ὅλως οὐδὲν ἔγραψε, κατὰ τινὰς δὲ δύο μόνα, τὸ περὶ ἀγμῶν καὶ τὸ περὶ ἄρθρων. διὰ τί δὲ ὀρθῶς ἡ πτισάνη προκέκριται τῶν σιτηρῶν ἐδεσμάτων ἀποδειχθήσεται δι᾿ ὧν ἐπιφέρει αὐτὸς λέγων· ὅσα γὰρ αὐτῇ πρόσεστιν ἀγαθὰ πρὸς τὴν τῶν ὀξέων νοσημάτων ἴασιν, οὐδενὶ τῶν ἄλλων ὑπάρχοντα εὑρήσεις· ὀρθὴ δ᾿ ἄν σοι γένοιτο κρίσις ἐννοήσαντι τήν τε τῶν ὀξέων νοσημάτων φύσιν καὶ τὴν τῆς πτισάνης δύναμιν. ἡ μὲν οὖν τῶν ὀξέων νοσημάτων φύσις ἐστὶν, ὡς αὐτὸς εἶπεν ὀλίγον ἔμπροσθεν, ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖς· ἡ δὲ τοῦ πυρετοῦ γένεσις ἐκτροπὴ τῆς ἐμφύτου θερμασίας ἐπὶ τὸ πυρῶδές ἐστιν, ὡς ἐν ἄλλοις τέ τισιν ἔχει δεῖξαι καὶ νῦν δηλώσει λέγων ἐπ᾿ αὐτοῦ· ἄρχεσθαι μὲν γὰρ ἐκ τοῦ θώρακος, εἰς τὴν κεφαλὴν δὲ ἀναπέμπειν τὴν φλόγα. καὶ μὲν δὴ κᾀν τοῖς τῶν ἐπιδημιῶν τὸν μέγαν πυρετὸν ὀνομάζειν εἴωθε πῦρ, ὡς οὐκ ἄλλην τινὰ φύσιν ἔχοντα παρὰ τὴν τοῦ πυρὸς
457
οὐσίαν. εἴπερ οὖν τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα, τὸ τῶν πυρετῶν ἴδιον ἴαμα δύναμιν χρὴ ἔχειν ψύχουσάν τε καὶ ὑγραίνουσαν· τοῦτο γὰρ ὑπεναντίον ἔσται τῇ φύσει τοῦ πυρετοῦ, θερμῇ τε οὔσῃ καὶ ξηρᾷ, τοιοῦτον γὰρ τὸ πῦρ· καὶ μὲν δὴ καὶ τῶν διὰ τὴν τῶν χυμῶν σηπεδόνα γιγνομένων πυρετῶν οὐ σμικρὰν φροντίδα πεποιῆσθαι χρὴ τοῦ πεφθῆναι μὲν αὐτῶν ὅσον ἂν ἐγχωρῇ δέξασθαι τὴν πέψιν, ἐκκριθῆναι δὲ τὸ κατωπτημένον ἤδη καὶ μηκέθ᾿ οἷόν τε πεφθῆναι. καὶ εἴπερ τῶν ταῦτα ἐργάσασθαι δυναμένου σιτίου τοῖς πυρέττουσίν ἐστι χρεία, ἐὰν καὶ τὸ ῥᾳδίως πέττεσθαί τε καὶ ἀναδίδοσθαι παρῇ, πάντα ἂν ἤδη τὰ τοιαῦτα ὧν χρῄζομεν ἔχοι. τίς οὖν ἐστιν ἡ τῆς πτισάνης δύναμις ἀκούσωμεν αὐτοῦ. τὸ γλίσχρασμα, φησὶ, λεῖον. τὸ λεῖον ἀντίκειται τῷ τραχύνοντι· τραχύνει δὲ τὰ δριμέα καὶ ὀξέα καὶ στύφοντα. δριμέα μὲν οὖν ἅπαντ᾿ ἐστὶ τὰ θερμαίνοντα, καθάπερ ὄροβος καὶ τῆλις· ὀξέα δὲ τὰ μὲν ἄλλα παρείσθω, τὸ δ᾿ ὀξύμελι μόνον ἐν λόγῳ γιγνέσθω· καθάπερ γε τῶν στυφόντων παρείσθωσαν ἀχράδες καὶ μέσπιλα
458
καὶ ὅσα τοιαῦτα, τῶν δὲ σιτηρῶν ἡ φακή ἐστι καὶ τὰ τοιαῦτα. ἐκπέφευγεν οὖν ἡ πτισάνη τὴν τῶν τραχυνόντων κακίαν, ἔχουσα πρὸς τῷ κατὰ τὴν ἁφὴν λείῳ καὶ τὸ κατὰ δύναμιν λεῖον. ἔστι δὲ καὶ συνεχὴς ἡ γλισχρότης αὐτῆς, ὁμοίας ἑαυτῇ κατὰ πάντα ὑπαρχούσης τὰ μόρια διὰ τὸ τῆς ἑνώσεως ἀκριβὲς, ὅπερ οὐχ ὑπάρχει ταῖς ζειαῖς. ἔπαινος δὲ οὐ μικρὸς τῆς πτισάνης καὶ τὸ προσηνὲς, ἐναντίον ὑπάρχον τῷ ἀπηνεῖ, τουτέστι τῷ κατὰ τὴν λῆψιν ἀηδίαν τινὰ ποιοῦντι, καθάπερ ἀμέλει καὶ ὁ ἄρτος ἀηδής ἐστι λαμβανόμενος, εἰ μὴ διαβρέξειας αὐτὸν ἱκανῶς· ἀλλὰ καὶ οὕτως ἀπολείπεται τῶν κατὰ τὴν πτισάνην προσηνοῦς, ὡς ἂν μηδὲ μασήσεως δεομένης, ἀλλ᾿ ὁμοίως τοῖς ποτοῖς καταπίνεσθαι δυναμένης. οὐ σμικρὸν δὲ πλεονέκτημα καὶ τὸ ὀλισθηρὸν αὐτῆς καὶ μάλιστα τοῦ χυμοῦ· διεξέρχεται γὰρ τὸν θώρακα, μηδαμόθι μέρος αὐτοῦ καταλιπὼν μηδὲν τῇ διόδῳ, καθάπερ τὰ δυσαπολύτως ἐμπλαττόμενα· καὶ σχεδὸν ἅπαντα τὰ γλίσχρα, πλὴν τῆς πτισάνης, πέπονθε τοῦτο, ὅπου γε καὶ τὸ ἐκ τοῦ χόνδρου ῥόφημα τὸ μὲν
459
γλίσχρον ἔχει, τὸ δὲ ὀλισθηρὸν οὐκ ἔχει· πτισάνῃ δ᾿ ὑπάρχει τὸ ὀλισθηρὸν καὶ τὸ ῥυπτικόν. οἱ δ᾿ οὖν ἰατροὶ πρὸς τὸ διαῤῥύψαι γλίσχρον χυμὸν ἐμπεπλασμένον τῇ γαστρὶ τοῖς ἀπὸ τοῦ χυλοῦ τῆς πτισάνης ἐμέτοις χρῶνται καθὰ τοῖς ἀπὸ τοῦ μελικράτου, καὶ ὠμὴν δὲ λειοῦντες ἐπιχρίουσι τοῖς προσώποις οἱ ἀνδραποδοκάπηλοι, ῥύψεως ἕνεκα τῆς ἐν αὐτοῖς ἀχροίας κατὰ τὸ δέρμα συνισταμένης. τοῦτ᾿ οὖν τὸ ῥυπτικὸν αὐτῆς καὶ πρὸς τὴν ὑποχώρησιν ἐπιτήδειον καὶ πρὸς τὴν ἀνάδοσιν, καὶ μάλισθ᾿ ὅταν ἐκ τῶν σιμῶν τοῦ ἥπατος εἰς τὰ κυρτὰ δέῃ μεταληφθῆναι τὴν ἀναδιδομένην τροφήν· ἐνταῦθα γὰρ ἐμπλάττεται τὰ παχύχυμα καὶ κολλώδη πάντα καὶ διὰ τοῦτο χόνδρος οὐκ ἐπὶ τῶν μόνον τοῦτο τὸ σπλάγχνον πεπονθότων βλαβερώτατός ἐστιν, ἀλλὰ κᾀπὶ τῶν μηδέπω μὲν ἐχόντων αὐτὸ βεβλαμμένον, ἐν δὲ τῇ φυσικῇ διαπλάσει στενόπορον· ὅσοι γὰρ οὕτω διάκεινται φύσει, τὰ κολλώδη καὶ παχύχυμα πάντα αὐτοῖς ἐμπλάττεται καὶ διὰ τοῦτο βάρους αἰσθάνονται κατὰ τὸ σπλάγχνον ἐν ταῖς ἀναδόσεσιν αὐτῶν. καὶ μὲν δὴ
460
καὶ πλαδαρόν ἐστι τὸ γλίσχρασμα τῆς πτισάνης, οὐ σφοδρῶς ὡς ὕδωρ καὶ μελίκρατον καὶ πρὸς τούτοις γε τό τε ἐκ χόνδρου ῥόφημα καὶ τὰ ῥοφούμενα τῶν ὠῶν· ἅπαντα γὰρ ταῦτα τὸν στόμαχον ἐργάζεται ὕπτιον τοῖς κάμνουσιν αὐτοῖς ἐπιδήλως, ὡς ἀνατετράφθαι φάσκειν αὐτόν· ἡ δὲ πτισάνη τὸ ὑγραίνειν ἔχουσα, τὸ ἀνατρέπειν τὸν στόμαχον οὐκ ἔχει. στόμαχον δὲ ἀκουστέον νῦν, ὡς ἔθος νῦν τοῖς ἀνθρώποις λέγειν ἐστιν, οὐ μόνον τὸν πόρον, ἀλλὰ καὶ τὸ στόμα τῆς γαστρός. ὅταν οὖν ἄτονον τοῦτο καὶ ἔκλυτον γένηται, μέχρι πολλοῦ μένει κατ᾿ αὐτὸ τὸ ἐδηδεσμένον ἐπιπολάζον αὐτῷ· τοὐναντίον δὲ συμβαίνειν πέφυκεν ὅταν ὑποστραφὲν ὑπό τινος τῶν εὐστομάχων ἐδεσμάτων ἀπώσηται τὸ περιεχόμενον· αὐτίκα γὰρ ὁ πλάδος αὐτῷ συναπέρχεται καὶ πέττεται καὶ ὑποχωρεῖ τὸ οὕτως ἀπωσθὲν, ὥσπερ ἄπεπτόν τε μένει καὶ οὐ διαχωρεῖται ταχέως τὸ κατὰ τὸ στόμα τῆς γαστρὸς ἐπιπολάζον· ὀρέγεσθαι γὰρ ἔργον οὐ πέττειν ἐστὶ τοῦδε τοῦ μορίου. τὰ μὲν οὖν στύφοντα τῶν ἐδεσμάτων ὥσπερ ἔχουσι τὸ ῥωννύειν τὸ στόμα τῆς γαστρὸς, οὕτω
461
καὶ ξηραίνει περαιτέρω τοῦ προσήκοντος· οὕτω δὲ καὶ ῥόφημα τὸ ἐκ· χόνδρου καθάπερ ὑγραίνειν, οὕτω καὶ ὑπτιάζειν πέφυκεν. ἡ τοίνυν πτισάνη τὴν ἀρετὴν τῶν ὑγραινόντων ἔχουσα τὴν κακίαν ἐκπέφευγεν. ἐφεξῆς δὲ τί φησιν ὁ Ἱπποκράτης; καὶ ἄδιψον αὐτὴν εἶναι· μέγιστόν τε καὶ τοῦτο μαρτυρῶν, ἐν νοσήματι διακαίοντί τε καὶ ξηραίνοντι πᾶν τὸ σῶμα. κατὰ τοῦτο μὲν οὖν καὶ τοῦ μελικράτου πολὺ κρεῖττόν ἐστιν ἡ πτισάνη, καίτοι τὸ εὐέκκριτον, ὅπερ ἐφεξῆς εἶπεν ὑπάρχειν αὐτῇ, παραπλησίως τῷ μελικράτῳ κεκτημένη· καὶ εἴ γε παραβαλεῖς πτισάνην μελικράτῳ, πλεονεκτοῦσαν εὑρήσεις ἐπί τῶν ὀξέων νοσημάτων· ἀλλὰ τοῦτο μὲν ἐπὶ προήκοντι τῷ λόγῳ δείξω, τὸν δὲ περὶ πτισάνης λόγον ἐπὶ τέλος ἀγαγεῖν καιρός. εὐέκπλυτον γὰρ αὐτὴν εἶπε μετὰ τοῦ προσθεῖναι, εἴ τι καὶ τούτου προσδέοι, ὡς οὐκ ἐπὶ πάντων νοσημάτων ὀξέων χρῃζόντων ἡμῶν ἐδέσματος εὐεκπλύτου. τὰ μὲν γὰρ ἄλλα πάντα τὰ εἰρημένα τῆς πτισάνης ἀγαθὰ διὰ παντός εἰσι χρήσιμα τοῖς ὀξέσι νοσήμασι, τὸ δ᾿ εὐέκπλυτον, ἐφ᾿ ὧν ὑπιέναι βουλόμεθα τὴν
462
γαστέρα, βραδυνόντων κατὰ τὴν διέξοδον τῶν σιτίων ἐπιτήδειόν ἐστιν. οὐκ οὖν ὡς ἐναντίον τῇ διαθέσει τοῦ πυρετοῦ τὸ εὐέκπλυτον, οὐδ᾿ ὡς ἕν τι τῶν οἰκείων βοηθημάτων, ἀλλ᾿ ὡς ἐπανορθούμενόν τι σύμπτωμα χρήσιμον ὑπάρχει. ἐφεξῆς δέ φησι· καὶ οὔτε στύψιν ἔχον οὔτε ἄραδον κακόν· τὸ γλίσχρασμα δηλονότι τῆς πτισάνης, οὕτω γὰρ ἤρξατο τοῦ περὶ αὐτῆς λόγου. τὸ μὲν δὴ μὴ ἔχειν στύψιν ἀγαθόν ἐστιν ἐνίοις μάλιστα· πλὴν γὰρ ἢ διὰ σύμπτωμα συγκοπτικὸν ἢ γαστρὸς ἄμετρον ῥύσιν οὐκ ἄν τις χρήσαιτο τῶν στυφόντων ἐδεσμάτων οὐδενί· συνάγει γὰρ καὶ σφίγγει τὰ σώματα καὶ μύειν ἀναγκάζει τὰς διεξόδους τῆς ἀναδόσεως καὶ τῆς τροφῆς καὶ τῆς εἰς τοὐκτὸς διαπνοῆς, ἃς ἀνεῷχθαι συμφέρει. τὸ δὲ μηδὲ ἄραδον ἔχειν, τουτέστι τὸ μηδεμίαν ἐν τῷ πέττεσθαι ταραχὴν ἐμποιεῖν, εἰς ἔπαινον καὶ αὐτὸ διαφέρει τῆς πτισάνης· ὅπερ ἐπὶ πολλῶν ἐδεσμάτων γίνεται, τῶν μὲν δακνόντων τὴν γαστέρα, τῶν δὲ φυσώντων, ἐνίων δὲ καὶ ἐκ μαχομένων ταῖς δυνάμεσι μερῶν συγκειμένων, ὅπερ ἀμέλει κᾀπὶ τῆς φακῆς ἐστι καὶ τῆς
463
κράμβης· αὐτὸ μὲν γὰρ αὐτῶν τὸ στερεὸν σῶμα τῶν ἐφεκτικῶν γαστρός ἐστιν· ὁ δὲ χυλὸς τῶν ἐρεθιστικῶν τε καὶ ὑπακτικῶν. οὕτω δὲ καὶ οἱ τὸν ἐγκέφαλον ἀρτύοντες ἐλαίῳ καὶ γάρῳ τὸ σύμπαν ἐξ αὐτῶν ἀνομοιομερές· τε καὶ στασιάζον ἑαυτῷ ποιοῦσι, τοῦ μὲν ἐγκεφάλου τὸ στάσιμον καὶ βραδύπορον ἔχοντος, τῶν δὲ μιχθέντων αὐτῷ πρὸς τὴν ἔκκρισιν ὁρμᾷν χρησίμων. ὡσαύτως καὶ ὠὸν, εἴτε μετὰ μέλιτος, εἴτε μεθ᾿ ἁλῶν, εἴτε μετὰ γάρου λαμβάνοιτο τὸ συγκείμενον ἐξ αὐτῶν, διαφόρους ἔχει τὰς δυνάμεις, οἵ τε ζωμοὶ σχεδὸν ἅπαντες. ὅθεν καὶ κατὰ τὴν ἀρχὴν τοῦ λόγου τὸ γλίσχρασμα τῆς πτισάνης ἐπαινῶν ἔφη, συνεχὲς, ὅπερ οὐκ ἂν γένοιτο χωρὶς τοῦ τὸ σύμπαν ὁμοιομερὲς εἶναι. νυνὶ δὲ τῷ ἀράδῳ καὶ τὸ κακὸν προσέγραψεν, οὐχ ἁπλῶς εἰπὼν οὐκ ἔχειν ἄραδον τὴν πτισάνην, ἀλλὰ προσθεὶς τὸ κακόν· οὐδὲν γὰρ τοῦδε μᾶλλον ἐναντιοῦται πέψει σιτίων. ὥστε καὶ οἱ περὶ πέψεως γράψαντες τὴν ποικιλίαν τῶν ἐδεσμάτων, καὶ μάλισθ᾿ ὅταν ἐξ ἐναντίων ταῖς δυνάμεσι σύγκειται, βλαβερωτάτην εἶναί φασι, κωλύουσαν τὰ ληφθέντα
464
πέττεσθαι καλῶς. φυλάττονται δὲ αὐτὸ μάλιστα καὶ οἱ γυμνασταὶ καὶ οἵ |γε νομίμως ἀθλοῦντες ἐπὶ μὲν τοῦ ἀρίστου τὸν ἄρτον μόνον ἐσθίουσιν, ἐπὶ δὲ τοῦ δείπνου τὸ κρέας. ἐπὶ πλέον δ᾿ ἄν σοι περὶ τούτων ἔλεγον, εἰ μὴ καὶ κατὰ σεαυτὸν δυνατὸς ἦσθα εὑρίσκειν αὐτὰ, ὁρμώμενος ἐκ τῶν εἰρημένων περὶ πέψεως ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν· εἰ δὲ οὐκ ἐξεμελέτησας ἐκεῖνα, μάτην καὶ τούτοις ὁμιλεῖς. διὸ περὶ μὲν ἀράδου παύομαι λέγων, ἐπὶ δὲ τὸ πάντων ὕστατον εἰρημένον ὑπ᾿ αὐτοῦ μεταβήσομαι λέγοντος ἔτι περὶ τῆς πτισάνης. οὔτ᾿ ἀνοιδίσκεται ἐν τῇ κοιλίῃ. γινώσκων γὰρ ὅτι μέμφονται τῆς πτισάνης πολλοὶ τὸ φυσῶδες, εἰκότως προσέθηκεν· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσει ὅσον πλεῖστον ἐπεφύκει διογκοῦσθαι· τῇ προσθήκῃ καὶ τὸ ἔγκλημα συνενδειξάμενος καὶ τὴν λύσιν εἰπὼν αὐτοῦ καὶ τὴν ἕψησιν διδάξας. γράφει δ᾿ οὐδὲν ἦττον ἔτι κᾀν τοῖς ἐχομένοις περὶ τῆς ἑψήσεως· ἀλλὰ νῦν γε τοσοῦτον προσθήσω τῷ περὶ πτισάνης λόγῳ. πτισάνην μὲν ἑψήσας
465
ἐπὶ πλεῖστον ἄφυσον ἔδεσμα ποιήσεις. ἔτνος δὲ κυάμινον οὐδ᾿ εἰ τρισὶν ἡμέραις καθεψήσαις, ἄφυσον ἐργάσῃ ποτέ· ἐκ γὰρ τῆς οἰκείας οὐσίας ἔχει τὸ φυσῶδες, οὐχ ὥσπερ ἡ πτισάνη διὰ τὸ τῆς ἑψήσεως ἐλλιπές. εἰθισμένοι γοῦν εἰσιν οἱ ἕψοντες αὐτὴν ἀφίστασθαι θᾶττον ἤδη καὶ μάλισθ᾿ οἱ τῶν πλουσίων μάγειροι· τρίβοντες γὰρ αὐτὴν ὠμὴν ἐν θυείᾳ καὶ μετὰ ταῦτα θερμήναντες ἐπ᾿ ὀλίγον, οὐ γὰρ ἑψήσαντές γε προσφέρουσι τοῖς δεσπόταις. ἀλλὰ περὶ μὲν ἑψήσεως πτισάνης, ὡς ἔφην, καὶ αὖθις εἰρήσεται· νυνὶ δὲ ἐπεὶ τὴν δύναμιν ἐδήλωσεν αὐτῆς, ἑξῆς ἐρεῖ τὸν διορισμὸν τῆς χρήσεως, ἐφ᾿ ὃν κᾀγὼ μεταβήσομαι, προαναμνήσας ὅτι τὸν περὶ τῆς παραβολῆς πρός γε μελίκρατον καὶ τἄλλα τῆς πτισάνης λόγον ἐν τοῖς ἑξῆς ὑπέσχημαι τελέως ποιήσασθαι.

Ὁκόσοι μὲν οἶν πτισάνῃσι χρέονται ἐν τουτέοισι τοῖσι νουσήμασιν, οὐδεμιῇ ἡμέρῃ κενεαγγητέον, ὡς ἔπος εἰρῆσθαι,
466
ἀλλὰ χρηστέον καὶ οὐ διαλειπτέον, ἢν μή τι δέῃ ἢ διὰ φαρμακίην ἢ κλύσιν διαλείπειν.

Ἐντεῦθεν ἄρχεται τῆς τοῦ ζητουμένου λύσεως· ἀλλ᾿ ἐλλιπῶς χρησάμενος τῇ κατὰ τὴν λέξιν ἑρμηνείᾳ, διὰ τοῦτο ἀσαφῆ ἐποίησε τὸν λόγον. ἐγὼ τοίνυν εἰπεῖν πειράσομαι, καθ᾿ ὃν μάλιστα τρόπον ἑρμηνευθεὶς οὐδὲν ἂν ἔσχεν ἀσαφές· ἀναλήψομαι δὲ ἀπ᾿ ἀρχῆς αὐτὸν ὧδέ πως. τίς ἡ αἰτία τῆς διαφωνίας ἐστὶν, ὥστε τοὺς μὲν ταῖς κριθώδεσι πτισάναις ἐπὶ τῶν ὀξέων χρῆσθαι, τοὺς δὲ τῷ χυλῷ μόνῳ, τοὺς δὲ οὐδὲ τούτῳ μέχρι κρίσεως; τουτὶ μὲν οὖν τὸ πρόβλημα, τῆς λύσεως δὲ ἐφεξῆς ἄκουε. τῶν ὀξέως νοσούντων ἔνιοι μὲν ὑπὸ τοῦ χυλοῦ μόνου, ἔνιοι δὲ ὑπὸ τῆς πτισάνης, ἔνιοι δὲ ὑπ᾿ οὐδετέρου τούτων ὠφελοῦνται· προπετέστερον οὖν ἀπεφήνατο περὶ πάντων τῶν ὀξέως νοσούντων ἕκαστος τῶν ἰατρῶν, ἐξ ὧν οὐκ ἐπὶ πάντων ἐπειράθη· ἀλλ᾿ ἐγὼ διοριοῦμαι καὶ δείξω τίνες μὲν ὑπὸ τῆς πτισάνης ὀνίνανται, τίνες δὲ ἀπὸ μόνου τοῦ χυλοῦ, τίνες δὲ οὐδετέρου

467
χρῄζουσιν. ὅλαις μὲν οὖν πτισάναις δέονται χρῆσθαι τῶν νοσούντων ὀξέως οἳ μήτε βοηθείας ἑτέρας χρῄζουσι πρότερον, ἤτοι διὰ φλεβοτομίας ἢ γαστρὸς ὑπαγωγῆς ἤ τινος τῶν τοιούτων, μήτ᾿ οὖν ἐστιν αὐτοῖς τι κινδυνῶδες σύμπτωμα· χυλῷ δὲ οἱ τούτων ἔχοντές τι σφαλερώτερον· οὓς δ᾿ ἤιοι διακενῶσαι διὰ φλεβοτομίας ἢ γαστρὸς ἀναγκαῖόν ἐστιν ἢ ὀδυνωμένους παῦσαι, τούτοις μὴ πρότερον δίδου πτισάνην ἢ τὸν χυλὸν αὐτῆς, πρὶν ἂν ὧν εἶπόν τι πράξῃς. ταῦτ᾿ οὖν ἐχρῆν προγράψαντα τὸν Ἱπποκράτην τῶν κατὰ μέρος, ἀφ᾿ ἑκάστου πάλιν ἀρξάμενον, οὕτω πεποιῆσθαι τὸν λόγον, εἴπερ ἔμελλεν ἔσεσθαι σαφής· ἐπεὶ δὲ οὐκ ἐποίησεν, εἰκότως ἀσαφὴς ἐγένετο, τὴν προσήκουσαν ἀποβαλὼν τάξιν. ἀκολουθήσαντες οὖν αὐτοῦ ταῖς λέξεσιν, ἀνάγωμεν ἑκάστην εἰς τὰ προειρημένα κεφάλαια καὶ πρώτην γε τὴν προκειμένην ῥῆσιν ἐξεργαστέον. ἄκουσον δέ μου παραφράζοντος αὐτοῦ τὴν λέξιν, ἅμα τῷ παρεντιθέναι τινὰ ῥήματα σαφηνείας ἕνεκα· ὅσοι μὲν ἄῤῥωστοι πτισάνῃ χρῶνται ἐν τούτοις τοῖς νοσήμασιν, (ἐρῶ δὲ ὀλίγον ὕστερον τίνες εἰσὶν οἱ χρησόμενοι)
468
τούτοις μὲν οὐδεμιᾷ ἡμέρᾳ κενεαγγητέον ἐστὶν, ὡς ἔπος εἰρῆσθαι, εἰ μή τι δέοι διὰ φαρμακίην ἢ κλύσιν διαλιπεῖν. τούτοις οὖν καὶ δὶς διδοὺς, ἂν δεήσῃ, καλῶς πράξεις καὶ πλῆθος ὅσον ἂν ἡ τοῦ σώματος δύναμις φέρῃ· ὑφηγήσομαι δέ σοι σκοποὺς, πρὸς οὓς ἀποβλέπων ἢ διὰ γαστρὸς ἢ διὰ φλεβὸς αὐτοὺς κενώσεις ἢ πυρίαις ἢ καταπλάσμασι χρήσῃ. ταῦτ᾿ εἴπερ οὕτω προεῖπεν, εἶθ᾿ ἕκαστον αὐτῶν ἐφεξῆς ἀναλαμβάνων κατὰ τὴν προσήκουσαν τάξιν ἡρμήνευσεν, οὐκ ἀσαφὴς ὁ λόγος ἐγεγόνει· νυνὶ δὲ τὸ παρεμπῖπτον ἀεὶ τελέως διεξέρχεσθαι προαιρούμενος, ἄχρι πολλοῦ τὸν λόγον αἰωρούμενον ἐάσας εἰκότως ἐποίησεν ἀσαφῆ· μαθήσῃ δὲ ἀληθεύοντα, τὰς κατὰ μέρος ῥήσεις ἁπάσας εὑρίσκων σαφεῖς, τὸν δ᾿ ὅλον λόγον ἀσυνάρτητόν τε καὶ διὰ τοῦτο ἀσαφῆ.

Καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτέεσθαι τῆς ἡμέρης
469
δὶς δοτέον, τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν ἅπαξ δοτέον τὴν πρώτην, ἐκ προσαγωγῆς δὲ ἢν ἐνδέχηται, καὶ τουτέοισι δὶς διδόναι ἤν τι δοκέῃ προσδεῖν.

Δὶς αὐτοὺς σιτεῖσθαί φησιν, εἴπερ οὕτως εἰθισμένοι εἰσὶ διαιτᾶσθαι· χρείας δὲ οὔσης δὶς λαμβάνειν καὶ τοῖς ἅπαξ εἰθισμένοις ἐσθίειν, δὶς δώσεις τὴν πτισάνην, ἀρξάμενος μὲν ἀπὸ τοῦ ἅπαξ, κατὰ βραχὺ δὲ προελθὼν ἐπὶ τὸ δίς· τὸ γὰρ ἐκ προσαγωγῆς τοῦτο δηλοῖ καὶ γίνεται τὸν τρόπον τοῦτον· ἅπαξ μὲν δώσεις αὔταρκες, ἐλάχιστον δὲ τὸ κατὰ τὴν ἑτέραν δόσιν, εἶτα παραυξήσεις κατὰ βραχὺ καὶ τοῦτο μέχρις ἂν εἰς ἴσον ἀμφοτέρας τὰς τροφὰς καταστήσῃς. ἡ δὲ τοῦ λόγου πίστις οὔπω σαφής ἐστι τῷ τὸ βιβλίον ἀναγινώσκοντι τοῦ Ἱπποκράτους, διὰ τὸ μὴ προδεδηλῶσθαι παρ᾿ αὐτοῦ τίνες εἰσὶν οἱ πτισάνῃ χρώμενοι συμφερόντως. ἀλλ᾿ ἐγὼ προειρηκὼς τοὺς μετρίως νοσοῦντας οὕτως ὑπ᾿ αὐτοῦ διαιτᾶσθαι δείξω μικρὸν ὕστερον καὶ αὐτὸν τὸν Ἱπποκράτην τοῦτο βουλόμενον. αὕτη μέν σοι τῆς προκειμένης

470
ῥήσεως ἡ ἐξήγησις· οἱ πλείους δὲ γράφουσιν αὐτὴν κατὰ τήνδε τὴν λέξιν· τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν ἅπαξ δοτέον, τὴν πρώτην ἐκ προσαγωγῆς· ἢν δ᾿ ἐνδέχηται, καὶ τουτέοισι δὶς διδόναι, εἰ δοκέει προσδεῖν. ἀλλ᾿ οὐκ ἔχει νοῦν ἡ λέξις αὕτη· τὸ γὰρ τὴν πρώτην ἐκ προσαγωγῆς ἀδύνατόν ἐστι γενέσθαι, τοῦ ἐν προσαγωγαῖς ἐν πλείοσι προσφοραῖς γίνεσθαι πεφυκότος, οὐχ ἅπαξ οὐδὲ εὐθέως ἐν τῇ πρώτῃ.

Πλῆθος δ᾿ ἀρκέει κατ᾿ ἀρχὰς διδόναι μὴ πουλὺ, μηδὲ ὑπέρπαχυ, ἀλλ᾿ ὁκόσον ἕνεκα τοῦ ἔθεος εἰσιέναι τι καὶ κενεαγγείην μὴ γίνεσθαι πολλήν.

Ὅσοι τοὺς νοσοῦντας ἐμπιπλάναι φασὶν Ἱπποκράτην, διὰ τὸ καθ᾿ ἑκάστην ἡμέραν τοῖς ἀκινδύνως διάγουσι δὶς διδόναι τῆς πτισάνης, εἰ προσέσχον τῷ κατὰ τήνδε τὴν

471
ῥῆσιν εἴρηκε, κατέγνωσαν ἂν ἑαυτῶν· τοσοῦτον γὰρ ἀξιοῖ δίδοσθαι τοῦ ῥοφήματος, ὅσον ἕνεκα τοῦ ἔθους εἰσιέναι τροφὴν τῷ σώματι καὶ μὴ πολλὴν γίνεσθαι τὴν κένωσιν. ἐὰν οὖν συγχωρήσωσιν ὀξύβαφον πτισάνης δὶς ἑκάστης ἡμέρας διδόμενον ἄχρι τῆς ἑβδόμης ἢ τῆς ἐνάτης, ἐλάττονα δύναμιν ἔχειν, ἦς αὐτοὶ τρέφουσιν ἅπαξ τροφῆς, ἡγοῦμαι παύσασθαι φλυαρεῖν αὐτούς. ἀλλὰ τοῦτό γε μικρὸν ἂν ὕστερον δείξω· νῦν δὲ ἐξηγήσομαι τὸ κατ᾿ ἀρχάς. οὐ τοῦτο γάρ φησιν, ὅτι κατ᾿ ἀρχὴν τοῦ νοσήματος, ἀλλ᾿ ἔτι γενικώτερον ἄκουε σημαινόμενον ἐκ τοῦ κατ᾿ ἀρχάς· ὁπόταν γὰρ ἄν |σοι δόξῃ πρῶτον ὁ κάμνων δεῖσθαι τῆς πτισάνης, τηνικαῦτα μὴ πολὺ μηδὲ ὑπέρπαχυ δίδου παραχρῆμα· φυλάττεται γὰρ ὁ Ἱπποκράτης τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν.

Περὶ δὲ τῆς ἐπιδόσεως ἐς πλῆθος τοῦ ῥοφήματος, ἢν μὲν
472
ξηρότερον ᾖ τὸ νούσημα ἢ ὡς ἄν τις οἴοιτο, οὐ χρὴ ἐπιπλέον διδόναι, ἀλλὰ προπίνειν πρὸ τοῦ ῥοφήματος ἢ μελίκρατον ἢ οἶνον, ὁκότερον ἂν ἁρμόζῃ· τὸ δ᾿ ἁρμόζον ἐφ᾿ ἑκάστοισι τῶν τρόπων εἰρήσεται.

Ξηρότερον νόσημα πολυειδῶς γνωρίζεται, καίτοι τόν γε καθόλου καὶ κοινὸν λόγον ἔχον τὸν αὐτόν· ἡ μὲν περιπνευμονία καὶ ἡ πλευρῖτις καὶ ὅλως τὰ κατὰ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν, ὅταν μηδὲν ἀπὸ τῶν πεπονθότων μορίων ἀποπτύηται· ἧπαρ δὲ προπεπονθὸς ἢ μεσάραιον ἤ τι τῶν κατὰ κοιλίαν ἢ νῆστιν ἢ ἔντερον ἢ σπλῆνα ἢ γαστρὸς ἐπεχομένης τελέως, ἢ πρὸς ἀνάγχην ἐκκρινούσης σκληρὰ καὶ ξηρὰ καὶ σπυραθώδη περιττώματα· τὰ δὲ κατὰ τὰς ἀρτηρίας καὶ τὰς φλέβας ξηρὰ νοσήματα γνωρίζεται τῇ τε τῆς γλώττης ξηρότητι καὶ τῷ τοῦ παντὸς σώματος αὐχμῷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τοῖς ἔξω καὶ προφανῶς ὁρωμένοις ἕλκεσιν αἱ φλεγμοναὶ γίγνονται ξηραὶ, μηδενὸς ἐξ αὐτῶν ἰχῶρος χωροῦντος. καὶ τῶν ὀφθαλμῶν δὲ πολλάκις

473
φλεγμοναὶ ξηραὶ συνίστανται, μηδὲν ἐκκρίνουσαι· καὶ τὰ κατὰ τὸν ἐγκέφαλον ὡσαύτως πάθη μήτε διὰ ῥινῶν μήτε δι᾿ ὑπερῴας ἐκκαθαιρόμενα ξηρὰ προσηκόντως ἂν λέγοιντο. καὶ τοῦτ᾿ οὖν ἴσθι ἁπάντων τῶν ξηρῶν νοσημάτων ὑπάρχον γνώρισμα, τὸ μηδὲν ἐκκρίνεσθαι τῶν περιττωμάτων. προσηκόντως οὖν ὁ Ἱπποκράτης ἐπ᾿ αὐτῶν πρὸ τῆς πτισάνης ἀξιοῖ λαμβάνεσθαί τι τῶν ὑγραινόντων, ἤτοι μελίκρατον ἢ οἶνον, ὡς μᾶλλον τούτων ὕδατος ὑγραινόντων· ἐπεὶ δὲ ἐπαγγέλλεται περὶ τῆς δυνάμεως αὐτῶν ἐρεῖν, ἀναβεβλήσθω καὶ ἡμῖν ἡ πρὸς ὕδωρ αὐτῶν παραβολὴ, γενησομένη κατ᾿ ἐκεῖνο τὸ μέρος τοῦ συγγράμματος, ἐν ᾧ διδάσκει τὰς δυνάμεις αὐτῶν.

Ἢν δ᾿ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος εἴη ὁκοῖα δεῖ, ἐπιδιδόναι χρὴ ἐς πλῆθος τοῦ ῥοφήματος, ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι. τὰ μὲν γὰρ θᾶσσον καὶ μᾶλλον
474
πλαδῶντα, ταχυτῆτα σημαίνει κρίσιος, τὰ δὲ βραδύτερον καὶ ἧττον βραδυτέρην σημαίνει τὴν κρίσιν.

Ἀπὸ τοῦ γένους τῶν ξηρῶν νοσημάτων ἐπὶ τἀναντία μεταβὰς, εἶθ᾿ ἑνὸς μνημονεύσας ἄνευ τοῦ προσθεῖναι πάντα, παράδειγμα κοινὸν γενέσθαι τὸν ἑαυτοῦ λόγον ἁπάντων ὁμογενῶν οἰηθεὶς, εἰκότως ἀσάφειαν εἰργάσατο. τὸ γὰρ ὑγραίνεσθαι τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος ἀναπτύεσθαι νοσήματος οὐχ ἁπλῶς ἐστιν ὑγροῦ γνωρίσματα παντὸς ἐν παντὶ μορίῳ τοῦ σώματος, ἀλλὰ μετὰ τοῦ πεπονθέναι τι τῶν ἀναπνευστικῶν ὀργάνων διὰ τοῦθ᾿, ὡς ἔφην, ἀσαφὴς ὁ λόγος ἐγένετο· τό γε μὴν εἰρημένον αὐτῷ παντὸς μᾶλλον ἀληθέστερόν ἐστιν, ὡς τὰ μὲν ἐκκαθαιρόμενα διὰ τῶν πτυσμάτων οἵων χρὴ πτυομένων ταχέως κρίνεται, τὰ δ᾿ ἐναντία δυοῖν θάτερον, ἢ εἰς ὄλεθρον ἢ εἰς μῆκος χρόνου τελευτᾷ. διδόναι οὖν χρὴ τοῖς καλῶς ἐκκαθαιρομένοις πτισάνης, ἕνεκα τοῦ ῥωσθῆναι τὴν δύναμιν καὶ ἐξαρκεῖν ταῖς διὰ τῶν βηχῶν γιγνομέναις ἀναπτύσεσι τῶν ἐκ

475
τοῦ πνεύμονος ὑγρῶν· τὸ γὰρ ὁκοῖα δεῖ τὰ τῆς πέψεως ἐστιν ἔχοντα γνωρίσματα, περὶ ὧν τελεώτατα εἰρήκαμεν ἔν τε τοῖς περὶ κρίσεων καὶ περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν, οἷον ἔτι δὲ ἐν ἐξηγήσει τοῦ ἀφορισμοῦ, ἔνθα διδάσκων ὁ Ἱπποκράτης ὅπως χρὴ διὰ τῶν ἐπιφαινομένων τὰς προγνώσεις ποιεῖσθαι, παράδειγμα τοῦ λόγου τὴν πλευρῖτιν ἔγραψεν, ὧδέ πως εἰπών· οἷον ἐν πλευριτικοῖσι πτύελον, ἢν μὲν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου μὲν βραχύνει, ἢν δ᾿ ὕστερον ἐπιφαίνηται μηκύνει.