In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Καὶ ταῦτα μὲν καθ᾿ ἑαυτὰ τοιάδε τὸ ἐπίπαν ἐστί· πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται, οἷσι προσημαίνεσθαι δεῖ, ἃ εἰρήσεται ὕστερον.

Εἶπον κᾀγὼ λείπειν τῷ λόγῳ τῶν χρησίμων εἰς διορισμὸν οὐκ ὀλίγα, περὶ ὧν καὶ αὐτὸς ἐρεῖν ἐπαγγέλλεται·

476
νυνὶ δὲ ἀξιοῖ περὶ τῶν εἰρημένων ἀκούειν μόνον, αὐτὰ γὰρ καθ᾿ ἑαυτὰ τοιαῦτά ἐστιν, ὁποῖα διῆλθεν αὐτός.

Καὶ ὁκόσῳ ἂν πλείων ἡ κάθαρσις γίγνηται, τοσῷδε χρὴ πλεῖον ἐπιδιδόναι μέχρι κρίσιος· μάλιστα δὲ κρίσιος ὑπερβολῆς δύο ἡμερέων, οἷσί γε ἢ πεμπταίοισιν ἢ ἑβδομαίοισιν ἢ ἐναταίοισι δοκέει κρίνεσθαι, ὡς καὶ τὸ ἄρτιον καὶ τὸ περιττὸν προμηθὲς ᾖ. μετὰ δὲ τοῦτο τῷ μὲν ῥοφήματι ἐς τὸ πρωῒ χρηστέον, ἐς ὀψὲ δὲ ἐς σιτία μεταβάλλειν.

Κρίσιν νῦν εἴρηκεν ἤτοι τὴν τελείαν λύσιν τοῦ νοσήματος, ἤτοι τὴν εἰς τοσοῦτον ἀξιόλογον μεταβολὴν, ὡς ἤδη κινδύνου παντὸς ἐκτὸς καθεστηκέναι· ἐπιμετρεῖν δὲ ἀξιοῖ τῇ κρίσει δύο ἡμέρας, ἵνα καὶ τὰς ἐν ἀρτίαις καὶ ταῖς περισσαῖς ἡμέραις περιόδους τῶν παροξυσμῶν φυλαξώμεθα· συμβαίνει γὰρ ἐνίοτε, θαρσύνοντας, ὡς λελυμένου

477
τοῦ νοσήματος ἀκριβῶς, εἶτα διαιτηθέντας ἀμελέστερον, ἀφορμὴν ἀναμνήσεως τοῦ κατὰ περίοδον γιγνομένου παροξυσμοῦ παρασχεῖν. ἀσφαλὲς γοῦν ἐστι, κᾂν ἤδη δοκῇ κεκρίσθαι τὸ νόσημα, φυλάττειν ἄχρι δυοῖν ἡμερῶν τὴν ἀκρίβειαν τῆς διαίτης, ᾗ χρώμενος ὁ κάμνων ἦν, κᾂν ἤδη δοκῇ κεκρίσθαι τὸν κάμνοντα· παρελθουσῶν δὲ τῶν μετὰ τὴν κρίσιν δυοῖν ἡμερῶν ἤδη ἀσφαλὲς διαιτᾷν ἁδρότερον, οὐδὲ τότε τὴν μεταβολὴν ἀθρόως ποιουμένους, ἀλλ᾿ ἕωθεν μὲν τῷ ῥοφήματι χρωμένους, ὕστερον δὲ προϊούσης τῆς ἡμέρας ἤδη καὶ σιτώδη τροφὴν προσφέροντας. εὔδηλος οὖν ἐστι μήτ᾿ ἄλλο τι διδοὺς τοῖς κάμνουσι πρὸ τῆς εἰρημένης ἄρτι προθεσμίας μήτ᾿ ἄρτον, ἀλλὰ πτισάνῃ διὰ παντὸς ἀρκούμενος, ὅπερ οὐκ ἔστιν ἐμπιπλάντος, ἀλλὰ μᾶλλον, ἐγκαλεῖν εἰ τις βούλοιτο, λεπτότερον ἢ προσήκει διαιτῶντος. ἀλλ᾿ οὔτε λεπτότερον οὔθ᾿ ἁδρότερόν ἐστι τοῦ προσήκοντος οὕτω διαιτᾷν, ἀλλ᾿ ἀκριβῶς τὸ μέσον τῶν ὑπερβολῶν καὶ ἄριστον· ἀπόδειξις δὲ τοῦ μέσον ὑπάρχειν αὐτὸ καὶ ἡ τῶν ἐγκαλούντων τἀναντία φιλονεικία· τούτων γὰρ οἱ μὲν περὶ τὸν Θεσσαλὸν
478
ἐγκαλοῦσιν ὡς ἐμπιπλῶν τι τοὺς κάμνοντας, οἱ δὲ περὶ τὸν Ἐρασίστρατον ὡς λιμαγχονοῦντι τῷ Ἱπποκράτει. τὰ γὰρ εἰς Ἀπολλώνιον καὶ Δέξιππον τοὺς Ἱπποκράτους μαθητὰς εἰρημένα κατὰ τὸ πρῶτον περὶ πυρετῶν Ἐρασιστράτῳ τὴν διαβολὴν τῆς λιμαγχονίας εἰς Ἱπποκράτην τὸν διδάσκαλον ἀναφερομένην ἔχει. τούτοις οὖν μᾶλλόν ἐστι συγχωρητέον, ὡς εἰκότα λέγουσι· τοὺς δ᾿ ἐμπιπλάναι φάσκοντας αὐτὸν ἀξίους εἶναι Θεσσαλοῦ νομιστέον, ἄνδρας οὔτ᾿ ἄλλο τι τῶν Ἱπποκράτους γνόντας οὔτε τὰ περὶ διαίτης εἰρημένα.

Ξυμφέρει δὲ τὰ τοιάδε ὡς ἐπιτοπολὺ τοῖσιν ὅλῃσι πτισάνῃσιν αὐτίκα χρεομένοισιν.

Ἐάν τε ὅλας ἐάν τε κριθώδεις ἐάν τε ἁπλῶς πτισάνας εἴπῃ, ἓν καὶ ταὐτὸν ἐκ τῶν τριῶν σημαίνεται λέξεων, τὰς

479
ἀδιηθήτους πτισάνας δηλοῦντος. μετὰ γὰρ τὴν ἕψησιν ἐάν τις αὐτὰς διηθήσας, ἔπειτ᾿ ἰδίᾳ τὸν χυλὸν ἀποκρίνας, ἐκεῖνον διδῷ, οὔθ᾿ ὅλαις πτισάναις οὔτε κριθώδεσι πτισάναις οὔτε ἁπλῶς εἰρημέναις πτισάναις ὁ τοιοῦτος λεχθήσεται χρῆσθαι, χυλῷ δὲ μόνον πτισάνης. πάλιν δὲ καὶ νῦν ἀναμνήσω, τίνες εἰσὶν οἱ πτισάναις ὅλαις ἐξ ἀρχῆς δεόμενοι χρῆσθαι σύντομος δὲ ἡ ἀνάμνησις, εἰ μὴ παντάπασιν ἀργῶς ἤκουσας τῶν προειρημένων, ὅτι τῶν ἀναπτυομένων χρηστῶν ὄντων, ἐὰν μήτε φαρμακείας μήτε κλύσματος ὁ κάμνων φαίνηται δεόμενος, ἐπὶ πτισάνης αὐτὸν ἀξιοῖ διαι- τᾶσθαι· καὶ τὸν λογισμὸν δὲ τῆς συμβουλῆς αὐτὸς προσέθηκεν εἰπών·

Αἵ τε γὰρ ὀδύναι ἐν τοῖσι πλευριτικοῖσιν αὐτίκα παύονται αὐτόματοι, ὅταν ἄρξωνται πτύειν τι ἄξιον λόγου καὶ ἐκκαθαίρεσθαι. αἵ τε γὰρ καθάρσιες πολλῷ τελεώτεραί εἰσι καὶ ἔμπυοι ἧσσον γίνονται ἢ εἰ ἀλλοίως τις διαιτῴη,
480
καὶ αἱ κρίσιες ἁπλούστεραι καὶ εὐκριτώτεραι καὶ ἧσσον ὑποστροφώδεες.

Γίνεται δὲ ταῦτα πάντα καλῶς ὑπὸ τῆς πτισάνης, διὰ τὸ ὑγραίνεσθαι καὶ τέμνεσθαι μετρίως τὰ δεόμενα τῆς ἀναπτύσεως ὑγρὰ καὶ διὰ τὸ τὴν δύναμιν ῥώννυσθαι· συνελθόντων γὰρ ἀμφοτέρων ἐκκαθαίρονται ταχέως τῶν ἀναπνευστικῶν ὀργάνων οἱ μοχθηροὶ χυμοί· ὧν τὸ μὲν ὑγραίνειν τε καὶ τέμνειν ὑπάρχει καὶ τῷ μελικράτῳ, ὁμοίως δὲ τῇ πτισάνῃ ῥωννύναι τὴν δύναμιν οὐχ ὑπάρχει· τἀναντία δ᾿ ἄρτῳ τε καὶ χόνδρῳ, τῷ ῥωννύναι τὴν δύναμιν ἔχοντι, τὸ ὑγραίνειν καὶ τὸ τέμνειν οὐχ ὑπάρχει, καθάπερ οὐδὲ ἄλλῳ τινὶ τῶν εἰθισμένων δίδοσθαι τοῖς ἀῤῥώστοις ὑπὸ τῶν νῦν ἰατρῶν, οἷον ὠῶν καὶ ὄρχεων ἀλεκτρυόνων καὶ πτερῶν ἰχθύων τε καὶ περιστερῶν νεογνῶν, ὅσα τε ἄλλα τοιαῦτα. καὶ ὁ τὴν φακὴν διδοὺς ἰατρὸς ἐσκευασμένην δι᾿ ὄξους ἐπὶ πλευριτικοῦ τελέως ἤδη παρηκμακότος, ὡς μηδενὸς ἄλλου δεῖσθαι ἢ ἀναπτύσεως τῶν πεπεμμένων, εἰκότως ἔδοξεν αἴτιος

481
γενέσθαι θανάτου τῷ κάμνοντι, πνιγέντι διὰ τῆς ἑπομένης νυκτός. ἀλλὰ φακὴν οὐδ᾿ ἄν τις δοίη τῶν ἐχόντων νοῦν· ἀπεστραμμένου δὲ μελίκρατον καὶ πτισάνην τοῦ κάμνοντος οἱ πετραῖοι τῶν ἰχθύων ἐπιτηδειότατοι, σκευαζόμενοι δι᾿ ὕδατος καὶ πρασίου καὶ ἀνήθου καὶ ἁλῶν ἐλαίου τε συμμέτρου, τῶν δὲ μὴ πετραίων οἱ ὀνίσκοι. προδιδόναι δ᾿ αὐτῷ ὀξύμελι, κακοστόμαχον γὰρ οὐδὲν ἔχει τοῦτο, πλὴν εἰ πεπονθότων ἐπί τινος ἀῤῥώστου τῶν νεύρων καὶ τῆς μήτρας ἐπὶ γυναικός. ἀντ᾿ αὐτοῦ δ᾿ εἰ βούλοιο τῶν ἄλλων τι διδόναι φαρμάκων, οἷόν ἐστι τὸ διὰ πρασίου τε καὶ ἴρεως· καὶ αὐτὴ μέν γε καθ᾿ ἑαυτὴν ἅμα μελικράτῳ πινομένη πέττει καλῶς τὰ κατὰ τὸν θώρακα καὶ πνεύμονα περιττώματα καὶ πρὸς τὰς ἀναπτύσεις παρασκευάζει.

Τὰς δὲ πτισάνας χρὴ ἐκ βελτίστων τέως κριθέων εἶναι καὶ ὡς βέλτιστα ἡψῆσθαι καὶ ἄλλως ἢν μὴ τῷ χυλῷ μούνῳ μέλλῃς χρέεσθαι.
482

Βέλτισται κριθαὶ πρὸ μὲν τῆς πείρας κριθήσονται διὰ μόνου τοῦ πλήρεις εἶναι καὶ μηδὲν ἔχειν ἐν ἑαυταῖς ῥυσσόν· αἱ δὲ τῇ πείρᾳ κεκριμέναι διὰ τῆς ἑψήσεως, ὅταν ἐπιπλεῖστον ἀνοιδίσκωνται καὶ χυλὸν ποιῶσι πλεῖστον, ὅπερ δὴ καὶ βέβαιόν ἐστι τῆς ἀρετῆς αὐτῶν γνώρισμα· τὸ γὰρ ἀπὸ τῆς εὐτροφίας οὐκ ἐπιστημονικὸν οὐδὲ διὰ παντὸς ἀληθὲς, ἀλλ᾿ ὡς ἐπὶ τὸ πολὺ κατορθούμενον. ἀξιοῖ δὲ τὰς πτισάνας ἀεὶ μὲν εἶναι βελτίστας, μάλιστα δὲ ἐὰν μὴ μόνον τῷ χυλῷ χρῆσθαι μέλλωμεν, ἀλλὰ καὶ ὅλαις αὐταῖς· διὰ τί δὲ τοῦτο ἀξιοῖ σαφῶς αὐτὸς ἐδήλωσεν εἰπών·

Μετὰ γὰρ τῆς ἄλλης ἀρετῆς τῆς πτισάνης τὸ ὀλισθηρὸν τὴν κριθὴν καταπινομένην ποιέει μὴ βλάπτειν· οὐδαμῇ γὰρ προσίσχεται οὐδὲ μένει κατὰ τὴν τοῦ θώρακος ἴξιν.

Ἴσμεν δ᾿ ὅτι τὴν ἴξιν ὡς τὸ πολὺ μὲν τὴν εὐθυωρίαν,

483
ἐνίοτε δὲ καὶ αὐτὴν λέγει τὴν φοράν. ἡ δὲ διὰ τοῦ θώρακος εὐθυωρία τε καὶ φορὰ τῆς καταπινομένης πτισάνης ἄχρι τῆς γαστρὸς, εὔδηλον ὅτι διὰ τοῦ στομάχου γίνεται· καὶ ἐν τούτῳ βούλεται μηδὲν αὐτῷ προσίσχειν. ἐν γὰρ τοῖς κατὰ θώρακα καὶ πνεύμονα πάθεσι θερμασίας οὔσης πολλῆς, προσισχόμενον τοῦτο ξηραινόμενόν τε καὶ δυσαπολύτως προσπλαττόμενον ἄσην τέ τινα καὶ δίψαν ἐπιφέρει.