In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ἔπειτα μέγα σημεῖον τόδε, ὅτι οἱ μὲν δημόται ἀξυνετώτατοι αὐτοὶ ἑωυτῶν περὶ τουτέων τῶν νουσημάτων εἰσὶν, ὥστε μελετητέα εἶναι· οἱ γὰρ μὴ ἰητροὶ ἰητροὶ
432
δοκέουσιν εἶναι μάλιστα διὰ ταύτας τὰς νούσους. ῥηΐδιον γὰρ τὰ ὀνόματα ἐκμανθάνειν ἐστὶν, ὁκοῖα νενόμισται προσφέρεσθαι πρὸς τοὺς τὰ τοιάδε κάμνοντας· ἢν γὰρ ὀνομάσῃ τις πτισάνης χυλὸν καὶ οἶνον τοῖον ἢ τοῖον ἢ καὶ μελίκρητον, ἅπαντα τοῖσι δημότῃσι δοκέουσιν οἱ ἰητροὶ ταὐτὰ λέγειν, οἵ τε βελτίους καὶ οἱ χείρους· τὰ δὲ οὐχ οὕτως ἔχει, ἀλλ᾿ ἐν τουτέοισι δὴ καὶ πάνυ μέγα διαφέρουσιν ἕτεροι ἑτέρων.

Ἐπεὶ ταῖς αὐταῖς ὕλαις τῶν διαιτημάτων οἵ τε βελτίους ἰατροὶ καὶ οἱ χείρους χρῶνται, διὰ τοῦτο τοῖς ἰδιώταις ἀδιάγνωστός ἐστιν ὁ βελτίων, οὐκ εἰδόσι διακρῖναι τίνες μὲν ἐν καιρῷ καὶ μετὰ τῆς δεούσης ποσότητος τὰς ὕλας τῶν βοηθημάτων τοῖς κάμνουσι προσφέρουσι, τίνες δὲ ἄνευ τούτων. ἀλλ᾿ οὖν ἐνταῦθα περιγράψας ὁ Ἱπποκράτης τὸ δεύτερον προοίμιον, ἄρχεται τῶν ἐχομένων ἐπὶ τῆς προκειμένης ῥήσεως.

433
Δοκέει δέ μοι ἄξια γραφῆς εἶναι ταῦτα μάλιστα, ὁκόσα τε ἀκαταμάθητά ἐστι τοῖσιν ἰητροῖσιν, ἐπίκαιρα ἐόντα εἰδέναι, καὶ ὁκόσα μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβας. ἀκαταμάθητα μὲν οὖν καὶ τάδε ἐστί· διὰ τί ἆρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ μὲν τῶν ἰητρῶν ἅπαντα τὸν αἰῶνα διατελοῦσι πτισάνας διδόντες ἀδιηθήτους καὶ νομίζουσιν ὀρθῶς ἰητρεύειν, οἱ δέ τινες περὶ παντὸς ποιέονται ὅπως κριθὴν μηδεμίην καταπίῃ ὁ κάμνων, μεγάλην γὰρ βλάβην ἡγέονται εἶναι, ἀλλὰ δι᾿ ὀθονίου τὸν χυλὸν διηθέοντες διδόασιν· οἱ δὲ αὖ τινες αὐτέων οὐδ᾿ ἂν πτισάνην παχείην δοῖεν, οὔτε χυλὸν, οἱ μὲν μέχρις ἢν ἑβδομαῖος γένηται ὁ κάμνων, οἱ δὲ καὶ διὰ τέλεος ἄχρις ἢν κριθῇ ἡ νοῦσος.

Δόξει μὲν εἶναι λογικώτερον τὸ προβεβλημένον ὑπ᾿ αὐτοῦ, δυναμένων ἡμῶν καὶ χωρὶς τῶν τοιούτων σκεμμάτων ἰατρεύειν ὀρθῶς· ἐκ γὰρ τοῦ μαθεῖν τὰ ποιητέα, τὸ καλῶς

434
ἰᾶσθαι τὰς νόσους περιγίνεται τοῖς ἰατροῖς, οὐκ ἐκ τοῦ ζητῆσαι τὴν αἰτίαν τῆς διαφωνίας τῶν διαφόρους θεραπείας γραψάντων ἐπὶ τοῖς αὐτοῖς νοσήμασιν· ἔστι δὲ κατ᾿ ἀλήθειαν οὐ μόνον χρησιμώτατον, ἀλλὰ καὶ πρῶτον ἁπάντων ἐζητῆσθαι δεόμενον, ὡς δείξω προϊόντος τοῦ λόγου. πρότερον γὰρ, ὅτι τε ζητήσεως ἄξιόν ἐστιν ὃ προβάλλει καὶ ὅπως αὐτὸ λύει, διελθεῖν ἄμεινον. ὅτι μὲν οὖν ἄξιόν ἐστι ζητήσεως, ἐντεῦθεν μαθήσῃ. τῆς μὲν γὰρ τῶν φιλοσόφων διαφωνίας οὐδὲν ἔχομεν ἐμφανὲς τεκμήριον· οὔτε γὰρ εἰ γενητὸς ὁ κόσμος, οὔτ᾿ εἰ φθαρτὸς, οὔτ᾿ εἰ μὴ κενόν ἐστιν ἔξωθεν αὐτοῦ, οὔτ᾿ εἰ ἄπειρος, οὔτ᾿ εἰ μόνος οὗτος εἷς ἐστιν, οὔτ᾿ εἰ πλείους, οὔτε πόσοι τὸν ἀριθμὸν, εἴπερ πλείους, οὔτ᾿ εἰ πλῆθος ἀπερίληπτον ἢ ἄπειρον αὐτῶν, ἐναργεῖ τεκμηρίῳ χρήσασθαι δυνατόν· οὕτως δὲ καὶ ἄλλα πολλὰ τῶν κατὰ φιλοσοφίαν ζητουμένων ἔνια μὲν οὐδ᾿ ὅλως ἐπικρῖναι δυνάμεθα, τινὰ δὲ μετὰ πολλῆς ἐπισκέψεως. περὶ δὲ τῶν ὠφελούντων τοὺς κάμνοντας ἢ βλαπτόντων οὐχ ὁμοίως ἔχει·
435
τὸ μὲν γὰρ εὑρεῖν αὐτὰ χρόνου δεῖται μακροῦ, διαφέροντός τε τῶν πολλῶν ἀνδρός· ὅσα δὲ εὑρηκέναι τινὲς ἐπαγγέλλονται, δόξει ταῦτα ῥᾳδίαν ἔχειν τὴν κρίσιν. εἰ μὲν γὰρ ὠφέλησε προσαχθέντα τοῖς κάμνουσιν, ἐπαινεῖν αὐτὰ χρὴ καὶ προσίεσθαι, βλάψαντα δὲ φεύγειν τε καὶ ἀποτρέπεσθαι, μηδὲν δὲ ἀξιόλογον εἰς βλάβην ἢ εἰς ὠφέλειαν ἐργασάμενα τῶν οὐδετέρων ὑπολαμβάνειν· ἀλλὰ καὶ τοὺς ἰατροὺς ἀφίστασθαι τῶν ἐναργῶς βλαπτόντων. ὅσα μὲν οὖν ὀλίγην ἔχει τὴν διαφορὰν, οὐδὲν θαυμαστὸν ἐπιμένειν αὐτοῖς τοὺς ὁπωσοῦν ἐξ ἀρχῆς δόξαντας· ὅσα δὲ πάμπολυ διέστηκεν, ὡς ἐπαινεῖσθαι μὲν ὑφ᾿ ἑτέρων, ψέγεσθαι δὲ ὑπ᾿ ἐνίων, ἐπὶ τούτων ἄν τις θαυμάσειεν ἢ τοὺς ἐπαινοῦντας τὰ μεγάλην ἔχοντα βλάβην ἢ τοὺς ψέγοντας τὰ κατὰ ἀλήθειαν ὠφέλιμα. τοῦτ᾿ οὖν ἐστιν αὐτὸ νῦν προβαλλόμενον ὑπὸ Ἱπποκράτους, ἐφ᾿ ἑνὸς τῶν κατὰ μέρος ὑποδειγμάτων· εἴρηται δὲ καὶ ὑπὸ Ἐρασιστράτου κατὰ τὸ πρῶτον βιβλίον περὶ πυρετῶν αὐτό τε καὶ ἡ λύσις αὐτοῦ διὰ ταχέων τε καὶ σαφῶς, ἀκολουθήσαντος αὐτοῦ τῷ Ἱπποκράτει πάντῃ.
436
διελθὼν γὰρ ἐν τῷ προειρημένῳ βιβλίῳ τοὺς ἐναντιωτάταις ἀγωγαῖς ἐπὶ τῶν πυρεττόντων χρωμένους ἰατροὺς, τούς τε μακραῖς ἀσιτίαις καταπονοῦντας τοὺς κάμνοντας καὶ Πετρωνᾶν τὸν κρέα τε καὶ οἶνον διδόντα, ἐπιφέρων φησὶ κατὰ λέξιν οὕτως. ἐπὶ πολλῶν μὲν οὖν πάνυ μεγάλαις πληγαῖς περιέπιπτον· εἰ δὲ πάντες κακῶς ἀπηλλάττοντο πυρέττοντες ἐν τῇ τοιαύτῃ ἀγωγῇ τῆς θεραπείας, πεπαυμένοι ἂν ἦσαν τοῦ θεραπεύειν οἱ ἰατρεύοντες οὕτως· ἀλλ᾿ ὡς ἔοικεν οὐκ ἐφαρμόζει πᾶσι τοῖς πυρετοῖς ἡ αὐτὴ ἀγωγὴ τῆς θεραπείας. ἐπαινεῖν οὖν χρὴ καὶ τὸν Ἐρασίστρατον καὶ τοὺς ἄλλους, οἳ προβάλλοντες τοῦτο τὸ ζήτημα καὶ τὴν λύσιν ἔγραψαν· ἐπαινεῖν δὲ καὶ τὸν πρῶτον αὐτὸ προβάλλοντα, καὶ γινώσκειν οὐ μᾶλλόν τι περὶ τῶν ὀξέων νοσημάτων ἢ τῶν ἄλλων ἁπάντων προβάλλεσθαι καὶ λύεσθαι τοῦτο τὸ ζήτημα· καὶ γὰρ ἡ ἀπόκρισις κοινὴ περὶ πάντων ἐστί. οὐ γὰρ ἐπὶ τῶν ὀξέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων νοσημάτων ἐν τῇ θεραπείᾳ διεφώνησαν οἱ ἰατροὶ καὶ διὰ τοῦτο μέχρι πολλοῦ ταῖς ἑαυτῶν ἀγωγαῖς ἕκαστοι προσμένουσιν, ὅτι θεῶνταί
437
τινας ἐπ᾿ αὐτῶν ἐναργῶς ὠφελουμένους. ἐπὶ τῶν ἄλλων οὖν ὅσοι μηδὲν ὀνίνανται, τάχα μὲν ὑπονοοῦσι καὶ τοὺς κάμνοντάς τι λαθραίως ἁμαρτάνειν· οὐ μὴν ἀλλὰ ὅπερ εἶπε καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐν τῷ περὶ ἀγμῶν ἐπὶ τῶν κακῶς ἐπιδούντων τὰ μεθ᾿ ἕλκους κατάγματα καὶ διὰ τοῦτο βλαπτόντων (οὐ γὰρ οἴονται, φησὶ, τὴν ἐπίδεσιν αἰτίην εἶναι, ἀλλὰ ἄλλην τινὰ ἀτυχίαν) οὕτω καὶ ἐπὶ τῶν κατὰ δίαιταν εἰκὸς αὐτοὺς ὑπολαμβάνειν. ὃ δὲ εἶπε νῦν ἐν τῇ προκειμένῃ ῥήσει, πρόδηλόν ἐστιν, ἐάν τις αὐτὴν ἀναγνῷ δὶς καὶ τρὶς αὐτὸς ἐφ᾿ ἑαυτοῦ προσέχων τὸν νοῦν· εὑρήσει γὰρ ἐπὶ μερικοῦ παραδείγματος τὸν κοινὸν διδασκόμενον λόγον, ὃν δὴ καὶ καθόλου καλεῖν εἰώθασιν οὐχ οἱ φιλόσοφοι μόνον, ἀλλὰ καὶ σχεδὸν οἱ ἀπὸ πασῶν ἤδη τῶν λογικῶν τεχνῶν. ὁ μὲν οὖν Ἐρασίστρατος ἐναντιωτάτων ἀγωγῶν ἐμνημόνευσεν, ὁ δὲ Ἱπποκράτης τὰς ἀλλοκότους ἐάσας ἐπὶ τὰς μετριωτέρας ἧκεν. ἀλλόκοτοι γάρ εἰσιν ὄντως αἱ διὰ λιμαγχονίας ἐσχάτης καὶ αἱ διὰ τὸ πληροῦν ἀμέτρως, ὡς ὁ Πετρωνᾶς· μέτριαι δὲ τούτων, ὧν ἐμνημόνευσεν
438
ὁ Ἱπποκράτης, ἐπὶ τῶν ὀξέων νοσημάτων γιγνόμεναι ὑπὸ τῶν ἀξιολόγων ἰατρῶν. ἔνιοι μὲν γὰρ τὴν κριθώδη πτισάνην ἐπ᾿ αὐτῶν διδόασιν, ἔνιοι δὲ τὸν χυλὸν μόνον, ἔνιοι δὲ οὐδὲ τοῦτον ( ἐπὶ τῶν ὀξέων νοσημάτων καὶ πρὸ τῆς κρίσεως ἔνιοι δι᾿ ὕδατος διῄτων μόνον ) ἄχρις ἂν ἡ νόσος κριθῇ, διαιτῶντες ἐν τῷ μεταξὺ πόμασι μόνοις, ὕδατί τε καὶ μελικράτῳ καὶ εἰ δεήσειεν ὀξυμέλιτι. ἡ μὲν οὖν αἰτία τῆς διαφωνίας ἐστὶν, ἣν αὐτὸς ὁ Ἱπποκράτης ἐφεξῆς ποιήσεται, καὶ καλῶς ἔφην αὐτὴν ὑπ᾿ Ἐρασιστράτου κατὰ τὸ πρῶτον εἰρῆσθαι περὶ πυρετῶν· ἔστι δὲ αὕτη τὸ τινὰς τοῦ χυλοῦ μόνον δεῖσθαι τῆς πτισάνης, τινὰς δὲ καὶ τῆς κριθώδους πτισάνης, ἐνίους δὲ μηδετέρου τούτων, ἀλλ᾿ ἐπὶ πομάτων μόνον ἄχρι τῆς κρίσεως ὠφελίμως διαφυλάττεσθαι. καὶ δείξει γε ἐφεξῆς τίνες μέν εἰσιν οἱ τῆς κριθώδους πτισάνης δεόμενοι, τίνες δὲ οἱ πτισάνης χυλοῦ, τίνες δὲ οἱ μηδετέρου τούτων.

439
Μάλα μὲν οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι εἰσὶν οἱ ἰητροί. ἴσως δὲ οὐδὲ προβαλλόμενα εὑρίσκεται.

Ὅτι πρῶτος αὐτός ἐστιν ὁ τὸ ζήτημα προβαλὼν τοῦτο καὶ λύσας εὔδηλόν ἐστιν ἐκ ταύτης τῆς ῥήσεως· οὐδὲ γὰρ εἴθισται, φησὶ, τὰ τοιαῦτα προβάλλεσθαι παρὰ τοῖς ἰατροῖς· εἰ δὲ καὶ προβάλλοι τις αὐτοῖς, ἴσως οὐδὲ τὴν λύσιν εὑρήσει.

Καίτοι διαβολήν γε ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων μεγάλην, ὡς μηδὲ δοκέειν ὅλως ἰητρικὴν εἶναι.

Καὶ κατὰ ταύτην τὴν ῥῆσιν ἐπὶ μερικοῦ παραδείγματος διδάσκει τινὰ τῶν καθόλου, πρῶτον μὲν ὡς ἡ τῶν μετιόντων

440
ὁτιοῦν ἐπιτήδευμα διαφωνία δικαίως ὑποψίαν ἀγνοίας ἐνδείκνυται· δεύτερον οὖν πάλιν ὡς ἡ συμφωνία δικαίαν μεγάλην ἐλπίδα γνώσεως, ὅπερ μεγάλα καὶ ταῖς γραμμικαῖς ἀποδείξεσι συνετέλεσεν· οὐ μόνον γὰρ αὐτοὺς τοὺς μανθάνοντας πείθουσιν, ἀλλὰ καὶ παρὰ τοῖς ἰδιώταις δόξαν ἔχουσιν, ὡς ἀληθέσταται. γραμμικαῖς οὖν ἀποδείξεσι κεχρῆσθαί φασι τοὺς ἐναργῶς τι καὶ ἀναμφιλέκτως δείξαντας. ἐξεργάζεται δὲ τὸν περὶ τῆς διαφωνίας λόγον ἐπὶ τῆς ἐχομένης ῥήσεως.

Ὥστ᾿ ἔν γε τοῖς ὀξυτάτοις τῶν νοσημάτων τοσόνδε διοίσουσιν ἀλλήλων οἱ χειρώνακτες ὥστε ἃ ὁ ἕτερος προσφέρει ἡγεόμενος ἄριστα εἶναι, ταῦτα νομίζειν ἤδη τὸν ἕτερον κακὰ εἶναι. καὶ σχεδὸν ἂν κατά γε τοῦτο τὴν τέχνην φαίην ὁμοιοῦσθαι τῇ μαντικῇ, ὅτι καὶ οἱ μάντιες τὸν αὐτὸν ὄρνιθα, εἰ μὲν ἀριστερὸς εἴη, ἀγαθὸν εἶναι νομίζουσιν, εἰ δὲ δεξιὸς, κακόν· καὶ ἐν ἱεροσκοπίῃ δὲ τὰ
441
τοιάδε, ἄλλα ἐπ᾿ ἄλλοισιν· ἀλλ᾿ ἔνιοι τῶν μάντεων τὰ ἐναντία τουτέων. φημὶ δὴ πάγκαλον εἶναι τοῦτο τὸ σκέμμα καὶ ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοισι.

Μαντικὴν μὲν ὠνόμασε τὴν οἰωνιστικήν· καὶ ἱεροσκοπίαν δὲ, τὴν θυτικὴν ὑπὸ τῶν πολλῶν καλουμένην, ἣν ὄντως καὶ οἱ ἄλλοι παλαιοὶ καλοῦσιν ἱεροσκοπίαν, ἐπειδὴ σκοποῦντες τὰ ἱερεῖα προλέγουσιν ἐξ αὐτῶν οἱ περὶ ταῦτα δεινοὶ τὰ γενησόμενα· ἱερεῖα δὲ ἴσμεν ὀνομαζόμενα ἅπαντα τὰ τοῖς θεοῖς εἰς τιμὴν γιγνόμενα, οἷα τὰ τῶν θυομένων ἱερείων, ὧν τὰ σπλάγχνα θεώμενοι προλέγουσιν οἱ ἱεροσκόποι. τοὺς δὲ διὰ τῆς τῶν ὀρνίθων πτήσεως μαντευομένους, οὓς οἰωνιστάς τε καὶ οἰωνοσκόπους ὀνομάζουσι, τούτους νῦν μάντεις ἐκάλεσεν ὁ Ἱπποκράτης. καίτοι τὸ τοῦ μάντεως ὄνομα καὶ ἡ μαντικὴ κατὰ πασῶν τῶν οὕτω προλεγουσῶν τεχνῶν ἐπιφέρεται· μάντεις μὲν γὰρ καλοῦνται οἵ τε ἱεροσκόποι καὶ οἱ οἰωνισταὶ καὶ οἱ γενεθλιακοὶ προσαγορευόμενοι

442
καὶ οἱ διὰ συμβόλων καὶ οἱ διὰ ἱερείων προλέγοντες τὰ ἐσόμενα, πρὸς τούτοις τε χρησμολόγοι καὶ θεομάντεις· ἔνιοι δὲ καὶ τοὺς ὀνειροπόλους ὑπὸ τοῦ ποιητοῦ κληθέντας ἐν τοῖς μάντεσι καταλέγουσιν. ἀλλ᾿ ὅ γε Ἱπποκράτης δῆλος ὅτι τοὺς οἰωνιστὰς μόνους ὀνομάζει μάντεις ὡσαύτως τῷ ποιητῇ· καὶ γὰρ κᾀκεῖνος ἐν πολλοῖς μέρεσι τῆς ποιήσεως, ἐνδεικνύμενος τὴν οἰωνιστικὴν τέχνην πρόγνωσιν εἶναι τῶν γενησομένων, ὁμοίως ἐν ἀρχῇ τοῦ ἄλφα φησί·

  • Ἂλλ᾿ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα,
  • Ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τ᾿ ὄναρ ἐκ Διός ἐστιν·
  • ἱερέα μὲν λέγων τὸν ἱεροσκόπον, ὀνειροπόλον δὲ τὸν περὶ τοὺς ὀνείρους ἔχοντα, μάντιν δὲ δηλονότι τὸν οἰωνιστὴν, οὐ γὰρ δὴ παρέλιπεν αὐτὸν, εἰς τὰ μέγιστα πολλαχόθι τῆς ποιήσεως καὶ τῇ περὶ τοὺς οἰωνοὺς τέχνῃ χρώμενος. ἀλλὰ ταῦτα μὲν ἴσως καὶ πλείω τοῦ δέοντος εἴρηταί μοι περὶ τῆς τοῦ μάντεως προσηγορίας· ἐπ᾿ αὐτὸ δὲ τὸ λεγόμενον μεταβαίνειν ἤδη καιρός. ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· οἱ τὰς

    443
    μαντικὰς τέχνας μετιόντες οὐδὲν ἧττον ἀλλήλοις διαφέρονται τῶν ἰατρῶν ἐν πολλοῖς τῶν κατὰ μέρος. ἐγὼ γοῦν ποτε διαφερομένους οἰωνιστὰς εἶδον ἐπ᾿ αὐτῶν τούτων τῶν πτήσεων, ὧν καὶ νῦν ὁ Ἱπποκράτης ἐμνημόνευσεν, ἀριστερᾶς τε καὶ δεξιᾶς· ἦν δὲ ὁ μὲν ἕτερος αὐτῶν Ἄραψ, ὁ δὲ ἕτερος Ἕλλην ἐξ Ἀσίας τῆς ἡμετέρας. ἔλεγεν οὖν ὁ μὲν Ἄραψ τὸν δεξιὸν οἰωνὸν γυναῖκας σώζειν νοσούσας, τὸν ἀριστερὸν δὲ ἄνδρας· ὁ δὲ ἐκ τῆς Ἀσίας τὸν μὲν δεξιὸν ἐπ᾿ ἀνδρῶν νοσούντων φανέντα τοῖς ἐρωτῶσιν, εἰ σωθήσεται, καταφάσκειν τὴν ἐρώτησιν, ἀποφάσκειν δὲ τὸν ἀριστερόν. ἠρόμην οὖν αὐτοὺς εἰ τὸν ὁπωσοῦν πετόμενον, ἀριστερὸν ἢ δεξιὸν ὄρνιθα, ταύτην ἔχειν φασὶ τὴν δύναμιν, οὐδὲν ἡγούμενοι διαφέρειν εἰ ὑψηλότατός ἐστιν ἢ προσγειότατος ἢ μεταξύ· καὶ εἰ ἐν τῷ μεταξὺ, ἐγγυτέρω ἄρα τοῦ ὑψηλοτάτου ἢ ἐν μέσῳ· ὡσαύτως δὲ καὶ περὶ τοῦ πλησίον τε καὶ πόῤῥω διεστάναι τὸν οἰωνὸν ἠρόμην εἰ μηδὲν αὐτοῖς διαφέρει. ὁ μὲν οὖν Ἄραψ ἔφασκεν ὅπως ἂν ἔχῃ τῆς εἰς
    444
    ὕψος ἢ μῆκος ἢ πλάτος ἀποστάσεως οὐδὲν διαφέρειν· ὁ δὲ Ἕλλην διωρίζετο καὶ περὶ τοῦ συμμέτρου, δεξιοῦ τε καὶ ἀριστεροῦ, καὶ γεγράφθαι ταῦτα τοῖς οἰωνισταῖς ἔλεγε, τὰς δὲ ἀμέτρους ἀποστάσεις ἐναντίας εἶναι ταῖς ἐμμέτρως ἐχούσαις· ἐδείκνυε δὲ καὶ Ἀπόλλητος καὶ Ἀθηναίου καὶ Χαιρήμονος καὶ Ἀρτεμιδώρου τοῦ Φωκᾶ ἄλλων τέ τινων οἰωνιστῶν ἐνδόξων βίβλους, αὐτῷ μαρτυρούσας. ἔγνων οὖν ἀδιόριστον μὲν τὸν Ἄραβα, διωρισμένον δὲ καὶ τεχνικὸν τὸν Ἕλληνα· τέχνης γὰρ ἐμπειρίᾳ τὴν κρίσιν τῶν θεωρημάτων ἐχούσης ἡ διαφωνία κατὰ τὸ διωρισμένον τε καὶ ἀδιόριστον γίγνεται. καὶ τοῦτο μεμαθηκὼς ἐγὼ παρ᾿ Ἱπποκράτους ἔκρινα τὸν Ἕλληνα τεχνικώτερον ἀποφαίνεσθαι περὶ τῆς πτήσεως τῶν οἰωνῶν· ἐξ ἐπιμέτρου δὲ τοὺς ἐνδοξοτάτους τῶν οἰωνιστῶν μάρτυρας παρεχόμενος ἔτι μᾶλλον ἦν ἀξιόπιστος. ἐπαγομένου δὲ καὶ τοῦ Ἄραβος πολλοὺς μάρτυρας, ὧν προεῖπεν ἀληθῶς νοσούντων, εἶπον αὐτῷ τῆς ὡς τὸ πολὺ γεγενημένης ἐπιτυχίας τὴν αἰτίαν· εἰ γὰρ ὁ μὲν ἔμμετρος δεξιὸς σώζει τοὺς ἄνδρας, οἱ δὲ ἄμετροι
    445
    τὰς γυναῖκας, εἰσὶ δὲ πάμπολλοι μὲν οἱ ἄμετροι, μόνος δὲ εἷς ὁ ἔμμετρος· εἰκότως ἐπὶ πολλῶν μὲν ἐπέτυχεν, ὀλιγάκις δὲ ἀπέτυχεν. ὅ γε μὴν Ἕλλην οἰνωνιστὴς καὶ ἄλλους τινὰς διορισμοὺς προσετίθει, καθ᾿ οὓς κᾂν ὁ δεξιὸς ἄμετρος ᾖ, δηλώσει ποτὲ σωθήσεσθαι τὸν νοσοῦντα· τὸν γὰρ κίναιδον καὶ τὸν γυναικεῖον ἐπιτήδευμα μετιόντα, καθάπερ τὸν ἐριουργὸν, τοῖς τῶν γυναικῶν ἔφη σχήμασι σώζεσθαι, καὶ τοῦτ᾿ αὖ πάλιν ἐδείκνυε παρὰ τοῖς ἀρίστοις οἰωνισταῖς γεγραμμένον. ἔτι δὲ πρὸς τούτοις καὶ ἄλλους τινὰς διορισμοὺς προσετίθει, περὶ ὧν οὐδὲν ἐφαίνετο γινώσκειν ὁ Ἄραψ. εἴρηται δέ μοι ταῦτα διὰ τὴν ἐφεξῆς ῥῆσιν, ἣν οὐδεὶς ἐξηγήσατο προσηκόντως, ὥσπερ οὐδὲ τὴν προγεγραμμένην αὐτῆς, ἔνθα φησί· μᾶλλον μὲν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἴθισται τοῖς ἰατροῖς, ἴσως δὲ οὐδὲ προβαλλόμενα εὑρίσκεται· σαφῶς γὰρ εἰπόντος αὐτοῦ τὰ τοιάδε, ὅ ἐστι τὰ οὕτω διαφωνούμενα, τινὲς μὲν ἐπὶ τῆς πτισάνης μόνης ἤκουσαν οὐκ ὀρθῶς, ἔνιοι δὲ βραχὺ τούτων ἄμεινον ἐπὶ τῆς τῶν ὀξέων διαίτης· ἔνιοι δὲ ἐπὶ πάσης ἁπλῶς, ἔνιοι δὲ
    446
    ἐπὶ θεραπείας ἁπάσης, βέλτιον μὲν τῶν προτέρων, οὔπω δὲ οὐδ᾿ αὐτοὶ τελέως· αἰτίαν γὰρ ὡς εἶπον ὁ Ἱπποκράτης ἐπεζήτησεν ἁπάσης διαφωνίας, ἐπὶ πάσης τέχνης τῇ πείρᾳ κριθῆναι δυναμένης. ὅτι δὲ οὕτως ἔχει τοῦτο μαθήσῃ σαφῶς διὰ τῆς ἐφεξῆς ῥήσεως.

    Καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγείην μέγα τι δύναται. καὶ τοῖσιν ὑγιαίνουσιν ἐς ἀσφαλείην καὶ τοῖσιν ἀσκέουσιν ἐς εὐεξίην καὶ ἐς ὅ τι ἂν ἕκαστος ἐθέλοι.

    Οὗτος ὁ λόγος ἐξελέγχει καὶ τοὺς περὶ πτισάνης μόνης οἰομένους αὐτὸν προβεβληκέναι τὴν προγεγραμμένην ῥῆσιν καὶ τοὺς περὶ διαίτης, ἤτοι περὶ τῆς ἐπὶ τῶν ὀξέων ἢ καὶ πάσης ἁπλῶς· ὡσαύτως δὲ καὶ τοὺς περὶ θεραπείας ἁπάσης ὑπειληφότας εἶναι τὸ πρόβλημα. προδήλως γὰρ ἡ νῦν ἡμῖν προκειμένη ῥῆσις ἐλέγχει τοὺς μὲν ἤτοι

    447
    περὶ πτισάνης ἢ τῆς ἐπὶ τῶν ὀξέων διαίτης μόνης ἢ τῆς ἐπὶ πάντων τῶν νοσημάτων οἰομένους εἶναι τὸν λόγον ἐν τῷ προσγεγράφθαι, καὶ γὰρ τοῖς γε νοσέουσι πᾶσιν ἐς ὑγίην μέγα τι δύναται· πάντες γὰρ οἱ νοσοῦντες ὑπὸ διαίτης μόνης οὐ θεραπεύονται, διὰ τὸ πολλοὺς δεῖσθαι καὶ χειρουργίας καὶ φαρμακείας, ἔτι δὲ μᾶλλον οὐδὲ ὑπὸ πτισάνης μόνης· οὔτε περὶ διαίτης μόνης ὀξέων οὔτε περὶ διαίτης ἁπλῶς τῆς ἐπὶ πάντων τῶν νοσημάτων ὁ λόγος αὐτῷ νῦν ἐστιν, οὐδὲ περὶ τῆς ἐν τούτῳ διαφωνίας μόνης, ἀλλὰ περὶ πάσης ἁπλῶς τέχνης τῇ πείρᾳ κρίνεσθαι πεφυκυίας. ὁ γὰρ τὸ κοινὸν καὶ καθόλου κριτήριον εὑρὼν, ἐκείνῳ κρίνει τὰ κατὰ μέρος· ἓν δέ τι τῶν κατὰ μέρος ἐστὶ καὶ τὸ περὶ πτισάνης τοῖς ἰατροῖς διαπεφωνημένον, ὥσπερ γε καὶ τὸ περὶ διαίτης οὐ μόνον ἐπὶ τῶν ὀξέων, ἀλλὰ καὶ τῶν ἄλλων νοσημάτων, ἔτι τε γενικώτερον ὑπὲρ ἁπάσης θεραπείας καὶ τούτου γενικώτερον ὑπὲρ ἁπάσης προνοίας σώματος, κᾂν ἐφ᾿ ὑγείας ὄντων γίγνηται· δέονται γὰρ καὶ οὗτοι τῆς τέχνης
    448
    ἐπιστατούσης, οὐκ εἰς τὸ κτήσασθαι τὴν ὑγείαν, ἀλλ᾿ εἰς τὸ φυλάττειν, ὅπερ ὁ Ἱπποκράτης εἶπε καὶ τοῖς ὑγιαίνουσιν ἐς ἀσφαλείην· τὸ γὰρ φυλάττειν ὁτιοῦν ἀσφαλείας δεῖται. χρήσιμον δ᾿ εἶναί φησι τὸ σκέμμα καὶ τοῖς ἀσκέουσιν εὐεξίην· ὥσπερ γὰρ ἡ τῶν νοσούντων θεραπεία τοῦ προβεβλημένου νῦν ὑπ᾿ αὐτοῦ δεῖται σκέμματος, οὕτως καὶ ἡ τῶν ὑγιαινόντων ἀσφάλεια φυλακῆς ἕνεκα τῆς ὑγείας καὶ ἡ τῶν ἀσκούντων πρόνοια κτήσεως ἕνεκα τῆς εὐεξίας. ταῦτα μὲν οὖν πάντα τῆς περὶ τὸ σῶμα τέχνης ἐστὶ, τὸ δ᾿ ἐφεξῆς εἰρημένον ἐπὶ πᾶσαν τέχνην ἐκτέταται. τί γάρ φησι καὶ ἐς ὅ τι ἕκαστος ἐθέλει; καὶ γὰρ ὁ οἰωνιστὴς καὶ ἱεροσκόπος καὶ μουσικὸς καὶ ῥήτωρ καὶ πᾶς τεχνίτης ἁπλῶς τῆς κατὰ τὴν ἑαυτοῦ τέχνην διαφωνίας τὴν αἰτίαν εἴσεται μίαν οὖσαν, ὅταν ἕκαστος τὸ κατὰ μέρος ἐπὶ τὸ καθόλου μεταφέρει. οὕτως οὖν καὶ τὴν τῶν οἰωνιστῶν διαφωνίαν ἔγνων γεγονυῖαν ἔκρινά τε τὸν ἀληθέστερα λέγοντα, καὶ τούτου χάριν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα τοῦ τε Ἄραβος καὶ τοῦ Ἕλληνος
    449
    οἰωνιστοῦ. Πάσης γὰρ τέχνης σύστασις ἐν διορισμῷ γίνεται τῶν ἰδίων ἀπὸ τῶν κοινῶν· ὁ γὰρ ταῦτα διορίσασθαι δυνάμενος ἄριστος τεχνίτης ἐστίν. ὥσπερ δὲ καὶ ἡ σύστασις, οὕτως καὶ ἡ κρίσις ἐν τῷ διορισμῷ τὴν ὕπαρξιν ἔχει· σφάλλονται γὰρ οἱ συνιστάμενοι τὰς τέχνας, ὅταν τό τινι συμβεβηκὸς ἤτοι γε ἐπὶ πάντας ἐκτείνωσιν, ἢ πλείονάς γε τοῦ προσήκοντος· τὸ μὲν γὰρ ὅλως μηδενὶ συμβεβηκὸς οὐδεὶς ἂν ἐν τέχνῃ τοιαύτῃ πείσειεν ἑαυτὸν ἀληθὲς εἶναι· κατὰ τοῦτο γὰρ ἡ ὄντως γίγνεται διαφωνία κατὰ τὸ πείθειν ἕκαστον ἑαυτὸν, οὐ κατὰ τὸ προσποιούμενον καὶ καταπλαττόμενον ἐρίζειν φιλονεικοῦντα, καθάπερ ἔνιοι περί τινων ἑτέρως ἢ ὡς κατὰ τὴν ψυχὴν διάκεινται καὶ οἱ φάσκοντες ἄδηλον εἶναι πότερον ἐγρηγόραμεν ἢ κοιμώμεθα καὶ σωφρονοῦμεν ἢ μαινόμεθα· καὶ εἰ τοῦτό γε συγχωρηθείη δῆλον εἶναι, ἀλλ᾿ ὁπότεροί γε μᾶλλον ἀληθεύουσιν ἄδηλον ὑπάρχειν φασὶν, εἴθ᾿ οἱ ἐγρηγορότες τῶν κοιμωμένων εἴτε τῶν μαινομένων μᾶλλον οἱ μὴ μαινόμενοι· πεπεισμένος γὰρ οὐδεὶς οὕτως οὐδὲ δοξάζων ἐν τῇ ψυχῇ τοὺς λόγους
    450
    τούτους, ἀλλ᾿ ἐρίζων ποιεῖται. κατὰ τὴν ἰατρικὴν δὲ τέχνην τινὲς μὲν ἐπεχείρησαν καινοτομεῖν, οὐ δυνάμενοι βέλτιόν τι τῶν ἔμπροσθεν εὑρηκέναι, κατανενοηκότες δὲ τὸ τῶν ἰδιωτῶν πάθος, ὅπερ Ἱπποκράτης εἶπε· τὸ γὰρ ξενοπρεπὲς οὔπω συνιέντες εἰ χρηστὸν ἐπαινοῦσι μᾶλλον ἢ τὸ σύνηθες, ὃ οἴδασιν ὅτι χρηστόν. ἔνιοι δὲ καὶ διὰ τῆς ἡδίστων διαιτημάτων ἐπαγγελίας ἀναπείθοντες προσάγονται τοὺς κάμνοντας, εἰδότες μὲν ὅτι πανουργοῦσιν, ἀλλ᾿ ἤτοι διὰ φιλοχρηματίαν ἢ διὰ φιλοδοξίαν ἐπιχειροῦντες πανουργεῖν τὰ τοιαῦτα. τῆς οὖν ἄχρι λόγου διαφωνίας, ὁποία καὶ ἡ τῶν τοιούτων ἀνδρῶν ἐστιν, ἐξῃρημένης, ἡ κατ᾿ ἀλήθειάν τε καὶ ὄντως διαφωνία γίγνεται, παρὰ τὸ μὴ διορισθῆναι τὴν ἀπόφασιν, ἀλλ᾿ ἤτοι περὶ πλειόνων ἢ προσῆκεν ἢ περὶ πάντων ὡς ὁμοίως ἐχόντων ἀποφήνασθαι. καὶ κατὰ τοῦτο ἐπαινεῖσθαι δίκαιόν ἐστι τὸν Ἱπποκράτην τῆς ὄντως διαφωνίας μνημονεύσαντα μόνης, ἣν οἱ κατ᾿ ἀλήθειαν ἐθέλοντες τέχνην τινὰ συστήσασθαι πάσχουσιν, ἐν ταῖς ἑαυτῶν ψυχαῖς
    451
    διαφόρως δοξάζοντες, οὐκ ἄχρι λόγου προσποιητῶς ὑπὸ πανουργίας διὰ φιλοδοξίαν ἢ φιλοχρηματίαν. οὐδεὶς γὰρ ὄντως τῇ πείρᾳ κρίνων τὰς ἐπινοίας ἐπὶ τὴν Πετρωνᾶ ἀγωγὴν ἀφίξεται, κρέα διδοὺς ὀπτὰ καὶ οἶνον μέλανα τοῖς ὀξέως πυρέττουσιν, ὥσπερ δὲ οὐδὲ δίψει τοσούτῳ κολάζων αὐτοὺς, ὡς κοτύλης ὕδατος εἰκοστὸν μέρος διδόναι· τὰ γὰρ τοιαῦτα διαιτήματα παντάπασιν ἄτοπα καὶ δυοῖν θάτερον, ἢ διὰ τὸ ξενοπρεπὲς ἐπιτηδευόμενα πανούργοις ἀνθρώποις, ἢ δι᾿ ἐμπληξίαν ἐσχάτην, εἴπερ ὄντως ᾤοντο μόνοι τὴν ἀλήθειαν εὑρηκέναι. τὰ δ᾿ ὑφ᾿ Ἱπποκράτους γεγραμμένα καὶ περὶ τοὺς ἀληθῶς σπουδάζοντας τέχνην συστήσασθαι φρονίμους ἄνδρας γίνεσθαι δύναται, διὰ τὸ μὴ φέρειν μεγίστην βλάβην, ὅταν οἷς οὐ χρὴ προσενεχθῇ. τὰ μὲν οὖν τοιαῦτα δυσδιόριστον ἔχει τὴν ἐκ τῆς πείρας κρίσιν, τὰ δὲ πολὺ διαφέροντα ῥᾳδίαν· τὴν οὖν ἐν τοῖς ὀλίγον ἀλλήλων ὑπερέχουσι κρῖναι διαφωνίαν καὶ δεῖξαι τίσι μὲν ἐπὶ πτισάνης μόνης διαιτητέον ἐστὶ τῶν ὀξέως νοσούντων, τίσι δὲ
    452
    κριθώδους δοτέον, τίσι δ᾿ οὐδ᾿ ὅλως, ἀλλ᾿ ἐπὶ ποτοῦ μόνου διαιτητέον ἄχρι κρίσεως, ἄξιόν ἐστι τῆς Ἱπποκράτους συνέσεως.