In Hippocratis De victu acutorum

Galen

Galen, In Hippocratis De victu acutorum

Ἀτὰρ οὐδὲ περὶ διαίτης οἱ ἀρχαῖοι ξυνέγραψαν οὐδὲν ἄξιον λόγου, καίτοι μέγα τοῦτο παρῆκαν.

Ἡ διὰ τῶν συνηθῶν ὑλῶν ἀγωγὴ τῆς θεραπείας ὀνομάζεται δίαιτα, καθάπερ ἡ διὰ τῶν συνηθῶν τομῶν τε καὶ καύσεων καὶ τῶν ἄλλων, ὅσα διὰ τῶν χειρῶν ἐνεργεῖται, χειρουργία, καὶ τρίτη γε ἐπ᾿ αὐτοῖς μοῖρα τῆς ἰατρικῆς ἐστιν ἡ φαρμακευτικὴ, διὰ φαρμάκων καὶ αὐτὴ δηλονότι περαινομένη. μέμφεται δὲ τοῖς ἑαυτοῦ πρόσθεν ὁ Ἱπποκράτης, ὡς οὐδὲν ἄξιον λόγου περὶ διαίτης γεγραφόσιν· τοῦτο δὲ εἶπεν, οὐχ ὡς οὐδὲν αὐτῶν συγγραψάντων διαιτητικὸν θεώρημα, [γράφουσι γὰρ] ἀλλ᾿ ὡς οὐκ ἄξιον λόγου· δείξει δ᾿ αὐτὸς ὁποῖόν τι τὸ ἄξιον λόγου διὰ τῶν ἐφεξῆς.

426
Τὰς μέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃσι τῶν νούσων καὶ τὴν πολυσχιδίην αὐτέων οὐκ ἠγνόουν ἔνιοι.

Οὐ μόνον οὐκ ἠγνόουν τὰς πολυτροπίας τῶν νοσημάτων, ἀλλὰ καὶ περαιτέρω τοῦ προσήκοντος ὑπὲρ αὐτῶν ἔγραψαν, ὡς ἐφεξῆς δείξω.

Ἔνιοι δὲ τοὺς ἀριθμοὺς ἑκάστου τῶν νουσημάτων σάφα ἐθέλοντες φράζειν οὐκ ὀρθῶς ἔγραψαν. μὴ γὰρ καὶ οὐκ εὐαρίθμητον ἦν, εἰ τουτέῳ τις σημαίνεται τὴν τῶν καμνόντων νοῦσον, τῷ ἕτερον τοῦ ἑτέρου διαφέρειν τι καὶ μὴ τὠυτὸ νούσημα δοκέει εἶναι, ἢν μὴ τὠυτὸ ὄνομα ἔχῃ. ἐμοὶ δὲ ἁνδάνει μὲν ἐν πάσῃ τέχνῃ προσέχειν τὸν νόον. καὶ γὰρ ὁκόσα ἔργα διήκει καλῶς, ἕκαστα χρὴ ποιέειν καὶ ὀρθῶς, καὶ ὁκόσα ἔργα ταχέως, ταχέως, καὶ
427
ὁκόσα καθαρίως, καθαρίως· καὶ ὁκόσα ἀνωδύνως δεῖ διαχειρίζεσθαι, ὡς ἀνωδυνώτατα ποιέειν· καὶ τὰ ἄλλα πάντα τὰ τοιουτότροπα, διαφερόντως τῶν πέλας, ἐπὶ τὸ βέλτιον ποιέειν χρή· μάλιστα δὲ ἂν ἐπαινέσαιμι ἰητρὸν, ὅστις ἐν τοῖσιν ὀξέσι νουσήμασιν, ἃ τοὺς πλείστους τῶν ἀνθρώπων κτείνει, ἐν τουτέοισι διαφέρων τι τῶν ἄλλων εἴη ἐπὶ τὸ βέλτιον. ἔστι δὲ ταῦτα ὀξέα, ὁκοῖα ὠνόμασαν οἱ ἀρχαῖοι πλευρῖτιν καὶ περιπλευμονίην καὶ φρενῖτιν καὶ λήθαργον καὶ καῦσον καὶ τὰ ἄλλα νουσήματα, ὁκόσα τουτέων ἐχόμενά ἐστιν, ὧν οἱ πυρετοὶ τὸ ἐπίπαν ξυνεχέες ὄντες κτείνουσιν.

Εἶπεν ὀλίγον ἔμπροσθεν ὅτι κατ᾿ ἀρχὰς εὐθέως ἔγραψαν οἱ ἀπὸ Κνίδου ἰατροὶ περὶ νοσημάτων περαιτέρω τοῦ προσήκοντος, χολῆς νοῦσοι ζ΄· κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ κατωτέρω πάλιν ἀπὸ τῆς κύστεως νοῦσοι ιβ΄, καὶ πάλιν ἔτι κατωτέρω νεφρῶν νοσήματα δ΄, καὶ μετὰ τοῦτο πάλιν ἀπὸ τῆς κύστεως νοῦσοι στραγγουριῶν τέσσαρες, εἶτα

428
πάλιν ἐφεξῆς τέτανοι γ΄, καὶ μετὰ ταῦτα πάλιν ἴκτεροι δ΄. εἶτα μετὰ τοῦτο φθίσιες γ΄. εἰς γὰρ τὰς τῶν σωμάτων ποικιλίας ἔβλεπον ὑπὸ πολλῶν αἰτίων ἐξαλλασσομένας, παρέντες σκοπεῖσθαι τῶν διαθέσεων τὴν ταυτότητα, καθάπερ ὁ Ἱπποκράτης ἐποίησε μεθόδῳ χρησάμενος εἰς τὴν εὕρεσιν αὐτῶν, ᾖ μόνον δυνατόν ἐστιν εὑρεῖν νοσημάτων ἀριθμόν. ἐπιδέδεικται δὲ ὑφ᾿ ἡμῶν ἡ μέθοδος αὕτη κατ᾿ ἀρχὰς εὐθέως τῶν τῆς θεραπευτικῆς μεθόδου βιβλίων· εἴρηται δὲ κᾀν τῷ περὶ τῶν καθ᾿ Ἱπποκράτην στοιχείων ἐπ᾿ ὀλίγον· ἐν συντόμῳ δὲ λόγῳ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἓν ἔχεις ὑπόμνημα ἡμέτερον. νυνὶ δ᾿ ἀκολουθεῖν προσήκει ταῖς ῥήσεσιν, οὗτος γὰρ ὁ σκοπὸς τῆς ἐξηγήσεως, ὡς εἴ γέ τις ἐν ταῖς ἐξηγήσεσι τὰς ἀποδείξεις γράφοι, μακρὸν ἀνύσας λόγον ἕνεκα τῆς τῶν νοσημάτων ἰάσεως, τὸ κυριώτατον ἀφεὶς ἔσται μέρος ὅ τί περ ἂν εἰς τὴν ἴασιν τῶν ὀλεθριωτάτων νοσημάτων διαφέρει. τὸ μὲν κεφάλαιον τῆς προκειμένης ῥήσεως τοῦτό ἐστι, τὸ δὲ κατὰ μέρος τῆς λέξεως ἐφεξῆς δίειμι.

429
Ὁκόταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημήσῃ, ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι, ὑπὸ τουτέων τῶν νουσημάτων ἀποθνήσκουσι πλείους ἡ ὑπὸ τῶν ἄλλων τῶν συμπάντων.

Δηλοῖ δὲ διὰ τοῦ λόγου τούτου τὰ μέν τινα πολλοῖς γίνεσθαι νοσήματα καθ᾿ ἕνα χρόνον, ἅπερ ὅταν μὲν ὀλέθρια γένηται, λοιμὸν ὀνομάζουσιν, ὅταν δὲ ἐπιεικέστερα, ἑτέρᾳ τινὶ προσηγορίᾳ δηλοῦσιν, ἐπίδημα καλοῦντες· ὥστε εἶναι τὸ μὲν ἐπίδημον νόσημα τὸ κατὰ χρόνον τινὰ πλεονάσαν ἔν τινι χωρίῳ, τὸν δὲ λοιμὸν ἐπιδημίαν ὀλέθριον. ἔστι δὲ καὶ ἄλλο γένος νοσημάτων κοινὸν πολλοῖς, ὅπέρ ἐστι τὸ κατὰ χώραν ἐπιγινόμενον, τὰ ἔνδημα καλούμενα. τούτοις δὲ ἀντίκεινται πᾶσιν αἱ σποράδες νόσοι, διαφερόντως ἐνοχλοῦσαι τοὺς νοσοῦντας, οὐ κατὰ τὸν κοινὸν τρόπον συνιστάμεναι. τί ποτ᾿ οὖν ἐστι τὸ λεγόμενον ὑπ᾿ αὐτοῦ, ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιοι; τοὐναντίον

430
γὰρ ἐχρῆν εἰρῆσθαι καὶ μὴ παραπλησίας αὐτὰς ἀλλήλαις ὑπάρχειν, ὅπερ ἐστὶ μὴ ὁμοίας, εἴ γε τῇ τῶν νοσημάτων ὁμοιότητι τὸ ἔνδημον καὶ τὸ ἐπίδημον καὶ τὸ λοιμῶδες ἐκρίνετο. δυοῖν οὖν θάτερον, ἢ βελτίονα νομιστέον τὴν τοιαύτην γραφὴν, ἀλλὰ σποράδες ἔωσιν αἰ νοῦσοι καὶ μὴ παραπλήσιοι, ἢ παραπλησίας αὐτὰς εἰρῆσθαι χρὴ δοκεῖν, οὐκ ἀλλήλαις, ἀλλὰ ταῖς ἔμπροσθεν εἰρημέναις, τουτέστι ταῖς συνήθεσιν· ἐπειδὴ σπανιώτερα μὲν ἐπιδήμιά τε καὶ λοιμικὰ γίνεται νοσήματα, τὰ δ᾿ ὑπ᾿ αὐτοῦ καλούμενα σποραδικὰ συνήθως· ὑπὲρ ὧν καὶ νῦν ὁ λόγος αὐτῷ γενήσεται, καθάπερ ὑπὲρ τῶν ἐπιδημίων μὲν ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις· τῶν ἐνδήμων δὲ κατὰ τὸ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων· ἴδιον δὲ οὐδὲν ἐξαίρετον ἐποίησε σύγγραμμα περὶ λοιμῶν, ἐπειδὴ τῶν ἐπιδημίων ἓν ὑπάρχειν αὐτὸ δι᾿ ἐκείνων ἐδίδαξεν.

Οἱ μὲν οὖν ἰδιῶται οὐ κάρτα γινώσκουσι τοὺς εἰς ταῦτα διαφέροντας τῶν πέλας.
431

Τοὺς εἰς ταῦτα τὰ νοσήματά φησι διαφέροντας τῶν πέλας ἰατροὺς, οὐ πάντῃ γινώσκειν τοὺς ἰδιώτας· δῆλον δὲ ὅτι τὰ ὀξέα λέγει, περὶ ὧν προειρήκει.

Ἑτεροίων τε μᾶλλον ἐπαινέται ἰημάτων καὶ ψέκται εἰσίν.

Οὐ τῶν προσηκουσῶν, οὐδὲ τῶν ἀξίων ἐπαινεῖσθαι θεραπειῶν διαγνωστικοὺς εἶναί φησι τοὺς ἰδιώτας, ἀλλὰ τῶν ἑτέρων μᾶλλον, ὅθεν οὐδ᾿ ἐπαινεῖν αὐτοὺς ὀρθῶς οὐδὲ ψέγειν· εἶτ᾿ ἐφεξῆς ὡς προστιθεὶς ἀπόδειξιν ὧν εἶπεν τάδε γράφει.