De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[α΄. Περὶ λαγώποδος.] Λαγώπουν ξηραντικῆς δυνάμεώς ἐστιν, ὡς τὰ κατὰ γαστέρα ῥεύματα καλῶς ἐπιξηραίνειν.

[β΄. Περὶ λαθυρίδος.] Λαθυρίς. καὶ ταύτην τινὲς εἶδος τιθυμάλλου φασὶν, ὅτι τε παραπλησίως ἐκείνοις ὀπὸν ἔχει καὶ ὅτι καθαίρει τὸν αὐτὸν ἐκείνοις τρόπον, ὁμοία τε τὴν ὅλην δύναμιν ἐκείνοις ἐστὶ, πλὴν ὅσον τὸ σπέρμα γλυκὺ γευομένοις φαίνεται, ὃ δὴ καὶ μάλιστα τὴν καθαρτικὴν ἔχει δύναμιν.

[γ΄. Περὶ λαμψάνης.] Λαμψάνη ἐσθιομένη μὲν κακόχυμός ἐστι, καταπλασσομένη δὲ ῥυπτικὸν ἔχει τι καὶ διαφορητικόν.

[δ΄. Περὶ λαπάθου.] Λάπαθον διαφορητικῆς μετρίως ἐστὶ δυνάμεως, τὸ δὲ ὀξυλάπαθον μικτῆς. ἅμα γὰρ τῇ διαφορητικῇ καὶ ἀποκρουστικῆς τι μετέχει. τὸ δὲ σπέρμα αὐτῶν ἔχει τι σαφῶς καὶ στυπτικὸν, ὡς καὶ δυσεντερίας καὶ διαῤῥοίας ἰᾶσθαι, καὶ μάλιστα τὸ τοῦ ὀξυλαπάθου. τὸ δ’ ἱππολάπαθον ἐν ἕλεσι μὲν γεννᾶται τοὐπίπαν· ἔστι δὲ τῆς αὐτῆς μὲν τοῖς εἰρημένοις, ἀσθενεστέρας δὲ δυνάμεως.

57

[ε΄. Περὶ λειμωνίου.] Λειμωνίου τὸν καρπὸν αὐστηρὸν ὑπάρχοντα μετ’ οἴνου διδόασι κοιλιακοῖς τε καὶ δυσεντερικοῖς καὶ αἱμοπτυϊκοῖς. ὀνίνησι δὲ καὶ ῥοῦν γυναικεῖον. ἀρκεῖ δὲ πλῆθος ὀξυβάφου.

[στ΄. Περὶ λειχῆνος.] Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν ἔστι μὲν οἷον βρύον τι, τοῦ γένους δ’ ἂν ὀρθῶς ὀνομάζοιτο τῶν φυτῶν. ὠνομάσθαι δ’ οὕτω δοκεῖ διὰ τὸ λειχῆνας θεραπεύειν. ἔστι δὲ ῥυπτικῆς τε ἅμα καὶ μετρίως ψυχούσης δυνάμεως, ξηραντικῆς μέντοι κατ’ ἄμφω. τὸ μὲν δὴ ῥυπτικόν τε καὶ ξηραντικὸν ἀπὸ τῆς πέτρας ἴσχει, τὸ δὲ ψυκτικὸν ἀπὸ τοῦ ὑδατώδους. ἐπὶ γὰρ ταῖς ὑγραῖς καὶ δροσώδεσι πέτραις φύεται. τὸ δ’ ἐκ τῶν τοιούτων οὐσιῶν συγκείμενον ἀφλέγμαντον ὑπάρχειν οὐδὲν θαυμαστόν. εἰ δὲ καὶ αἱμοῤῥαγίας ἵστησι, ὡς Διοσκορίδης φησὶν, οὐκ ἔχω φάναι.

[ζ΄. Περὶ λεοντοπετάλου.] Λεοντοπετάλου τῇ ῥίζᾳ μάλιστα χρώμεθα διαφορητικῇ καὶ ξηραντικῇ καὶ θερμαντικῇ κατὰ τὴν τρίτην ὑπαρχούσῃ τάξιν.

58

[η΄. Περὶ λεπιδίου.] Λεπίδιον ἐκ τῆς τετάρτης ἐστὶ τάξως τῶν θερμαινόντων, ὅμοιον τῷ καρδάμῳ κατὰ τὴν ὀσμὴν καὶ τὴν γεῦσιν καὶ τὴν δύναμιν ὑπάρχον, ἧττον δ’ αὐτοῦ ξηραίνει.