De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[θ΄. Περὶ λευκάδος.] Λευκὰς δριμείας ἐστὶ ποιότητος ἐπικρατούσης, κράσεως δὲ θερμῆς καὶ ξηρᾶς κατὰ τὴν τρίτην που τάξιν.

[ι΄. Περὶ λευκακάνθου.] Λευκάκανθον, οἱ δὲ πολυγόνατον, οἱ δὲ ἰσχιάδα καλοῦσι, πικρὰ ταύτης ἡ ῥίζα, καὶ διὰ τοῦτο τέμνει τε καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν. ἐν δὲ τῷ θερμαίνειν ἐκ τῆς πρώτης ἐστὶ τάξεως.

[ια΄. Περὶ λευκοΐου.] Λευκοΐου καὶ σύμπας μὲν ὁ θάμνος ῥυπτικῆς ἐστι καὶ λεπτομεροῦς δυνάμεως, ἐπὶ μᾶλλον δ’ αὐτῆς μετέχει τὰ ἄνθη, καὶ τούτων τὰ ξηρότερα τῶν χλωρῶν μᾶλλον, ὥστε καὶ τὰς ἐπ’ ὀφθαλμοῖς οὐλὰς τὰς παχείας λεπτύνει καὶ καταμήνιά τε τὸ ἀφέψημα αὐτῶν προτρέπει καὶ χόρια καὶ ἔμβρυα τεθνεῶτα προκαλεῖται, καὶ εἰ ποθείη δὲ, φθόριόν ἐστι φάρμακον. καὶ γὰρ οὖν καὶ πικρόν

59
ἐστιν, εἴπερ τι καὶ ἄλλο, καὶ εἴ τις αὐτοῦ τὸ σφοδρὸν τῆς δυνάμεως ὕδατος ἐπιμιξίᾳ πολλοῦ πραΰνειεν, ἤ τινι τῶν τοιούτων, ἕξει καὶ πρὸς φλεγμονὴν ἀγαθὸν φάρμακον. οὕτω γοῦν καὶ τὸ ἀφέψημα αὐτοῦ, εἰ μὴ ἄκρατον εἴη, τὰς ἐν μήτρᾳ φλεγμονὰς ἰᾶται προσαντλούμενον, καὶ μάλισθ’ ὅσαι κεχρονίκασι σκιῤῥωδῶς. οὕτω δὲ καὶ μετὰ κηρωτῆς ἕλκη δυσεπούλωτα θεραπεύει. χρῶνται δ’ αὐτῷ τινες σὺν μέλιτι καὶ πρὸς ἄφθας. ὁ δὲ καρπὸς τῆς αὐτῆς ὢν δυνάμεως ἐπιτηδειότατός ἐστι πινόμενος ὅσον δυοῖν δραχμῶν πλῆθος ἢ προστιθέμενος σὺν μέλιτι, καταμήνιά τε κινεῖν πεπίστευται καὶ ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρειν, τὰ νεκρὰ δ’ ἐκβάλλειν. αἱ δὲ ῥίζαι παραπλησίας οὖσαι δυνάμεως, πλὴν ὅσον παχυμερέστεραί τ’ εἰσὶ καὶ γεωδέστεραι, μετ’ ὄξους ἰῶνται σπλῆνας σκιῤῥουμένους. ἔνιοι δὲ καὶ τὰς σκιῤῥουμένας φλεγμονὰς ἰῶνται δι’ αὐτοῦ.

[ιβ΄. Περὶ λεύκης.] Λεύκη τὸ δένδρον μικτόν πώς ἐστι τὴν κρᾶσιν ἐξ ὑδατώδους τε χλιαρᾶς καὶ γεώδους λελεπτυσμένης οὐσίας, ὅθεν καὶ τῆς ῥυπτικῆς μετέχει δυνάμεως.

60

[ιγ΄. Περὶ λιβανωτοῦ.] Λιβανωτὸς θερμαντικὸς μέν ἐστι κατὰ τὴν δευτέραν τάξιν, ξηραντικὸς δὲ κατὰ τὴν πρώτην. ἔχει δέ τι καὶ ὑποστῦφον ὀλίγον, ἥκιστα δὲ σαφὴς ἡ στύψις ἐστὶν ἐν τῷ λευκῷ κατὰ τὴν χρόαν. ὁ δὲ φλοιὸς αὐτοῦ τὴν στυπτικὴν δύναμιν ἐναργῶς κέκτηται, διὸ καὶ ξηραίνει γενναίως, ὡς ἐν τῇ δευτέρᾳ τάξει συμπληρουμένῃ τῶν ξηραινόντων ὑπάρχων. ἔστι δὲ καὶ παχυμερέστερος τοῦ λιβανωτοῦ καὶ ἥκιστα δριμύτητος μετέχων. διὰ ταύτας γοῦν αὐτοῦ τὰς ποιότητάς τε καὶ δυνάμεις ἱκανὴ χρῆσίς ἐστι παρὰ τοῖς ἰατροῖς, ἐπί τε τῶν αἱμοπτυϊκῶν καὶ στομαχικῶν καὶ κοιλιακῶν καὶ δυσεντερικῶν, οὐ τοῖς ἔξωθεν μόνοις ἐπιτιθεμένοις μιγνύντων αὐτὸν, ἀλλὰ καὶ τοῖς εἴσω τοῦ σώματος μεταλαμβανομένοις. ὁ δὲ θαλλὸς αὐτοῦ ξηροτέρας ἐστὶ καὶ θερμοτέρας ἢ κατὰ αὐτὸν τὸν λιβανωτὸν δυνάμεως, ὡς εἰς τὴν τρίτην ἀπόστασιν ἀφικνεῖσθαι. ἔχει δέ τι καὶ ῥυπτικὸν, ὥστε διὰ τοῦτο καὶ ἀνακαθαίρειν δοκεῖ καὶ πληροῦν τὰ κατὰ τοὺς ὀφθαλμοὺς ἕλκη, καθάπερ καὶ ὁ ἐκ τῆς σμύρνης καὶ ὁ ἐκ τοῦ στύρακος.

[ιδ΄. Περὶ λιβανωτίδων.] Λιβανωτίδες τρεῖς εἰσι· μία 

61
μὲν ἄκαρπος, αἱ δὲ δύο φέρουσαι καρπὸν, ὁμοίας ἅπασαι δυνάμεως μαλακτικῆς τε καὶ διαφορητικῆς. ὁ δὲ χυλὸς ὅ τε τῆς ῥίζης καὶ ὁ τῆς πόας μέλιτι μιγνύμενος ἀμβλυωπίας, ὅσαι διὰ πάχος ὑγρῶν γίνονται θεραπεύει. τῆς δὲ εἰς τοὺς στεφάνους χρησίμης λιβανωτίδος, ἣν Ῥωμαῖοι καλοῦσι ῥουσμαρῖνον, τὸ ἀφέψημα τοὺς ἰκτεριῶντας ὀνίνησι πινόμενον. μετέχουσι γὰρ αἱ λιβανωτίδες ἅπασαι ῥυπτικῆς τε καὶ τμητικῆς δυνάμεως.

[ιε΄. Περὶ λιγνύος.] Λιγνὺς ἅπασα μέν ἐστι ξηραντικὴ, διὸ καὶ γεώδους ὑπάρχει τῆς οὐσίας, ἔχουσά τι καὶ τοῦ κατακαύσαντος τὴν ὕλην πυρὸς λείψανον, ἀλλὰ τοῦτο μὲν ὀλίγον. ἡ δ’ ὅλη φύσις αὐτῆς γεώδης ἐστὶ λεπτομερής. αἱ κατ’ εἶδος δ’ ἐν αὐτῇ διαφοραὶ παρὰ τὴν καυθεῖσαν ὕλην γίγνονται, ἐκ μὲν τῆς δριμυτέρας καὶ θερμοτέρας, τοιαύτης καὶ τῆς λιγνύος ἀποτελουμένης,ἐκ δὲ τῆς γλυκυτέρας ὁμοίας κᾀνταῦθα τῆς λιγνύος γιγνομένης. αὐτίκα γέ τοι τοῦ λιβανωτοῦ τῇ λιγνύϊ χρῶνται, μιγνύντες εἰς τὰς ὀφθαλμικὰς δυνάμεις, ἔτι τὰς ἐπὶ φλεγμαινόντων ἔτι τῶν ὀφθαλμῶν ἁρμοττούσας

62
καὶ ῥευματιζομένων καὶ ἕλκη ἐχόντων. καὶ γὰρ ἀνακαθαίρεται ταῦτα καὶ σαρκοῦται πρὸς αὐτῶν, ἔτι τε καὶ εἰς τὰς καλλιβλεφάρους ὀνομαζομένας δυνάμεις αὐτῷ χρῶνται, καὶ ἡ τῆς τερμίνθης τε καὶ ἡ τῆς σμύρνης ἄλυπός ἐστι παραπλησίως τῇ τοῦ λιβανωτοῦ, ἡ δὲ τοῦ στύρακος ἰσχυροτέρα τούτων, ἔτι δὲ μᾶλλον ἡ τῆς ὑγρᾶς πίττης, καὶ ταύτης ἔτι μᾶλλον ἡ τῆς κέδρου. χρῶνται δὲ τοῖς δριμυτέροις μὲν ἐπί τε τῶν πτίλων ὀνομαζομένων βλεφάρων καὶ τῶν περιβεβρωμένων κανθῶν καὶ ὑγρῶν ὀφθαλμῶν ἄνευ φλεγμονῆς. ταῖς μαλακωτέραις δὲ καὶ πρὸς ταῦτα μὲν, ἀλλὰ καὶ πρὸς ἃ μικρῷ πρόσθεν εἴρηται ἁρμόττειν τοῦ λιβανωτοῦ τὴν λιγνύν.

[ιστ΄. Περὶ λιβυστικοῦ.] Λιβυστικοῦ καὶ ἡ ῥίζα καὶ τὸ σπέρμα θερμαινόντων εἰς τοσοῦτόν ἐστιν, ὡς ἔμμηνά τε κινεῖν καὶ οὖρα προτρέπειν, ἔτι δὲ καὶ ἄφυσα.