De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

Galen

Galen, De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

[ξα΄. Περὶ κυμίνου.] Κυμίνου τῷ σπέρματι μάλιστα χρώμεθα, καθάπερ ἀνίσου τε καὶ λιβυστικοῦ καὶ κάρου καὶ πετροσελίνου. ἔστι δὲ καὶ θερμαντικῆς δυνάμεως, ὥσπερ κᾀκείνων ἕκαστον, οὐρητικῆς τε καὶ ἀφύσου κατὰ τὴν τρίτην τάξιν ὑπάρχων τῶν θερμαινόντων.

[ξβ΄. Περὶ κυνοσβάτου.] Κυνόσβατος. τούτου τοῦ θάμνου ὁ μὲν καρπὸς οὐκ ἀγεννῶς στυπτικός ἐστι, τὰ δὲ φύλλα μετρίως, ὥστε καὶ ἡ κατὰ μέρος αὐτῶν χρῆσις πρόδηλος. φυλάττεσθαι δὲ τὸ ἐν τῷ καρπῷ ἐριῶδες, ὡς ἀρτηρίας κακωτικόν.

[ξγ΄. Περὶ κυπαρίσσου.] Κυπαρίσσου τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ τὰ σφαιρία τὰ νέα καὶ μαλακὰ μεγάλων τραυμάτων ἐν σκληροῖς σώμασίν ἐστι κολλητικά. ἐξ οὗ δῆλον ὡς ξηραντικῆς ἐστι δυνάμεως, οὐδὲν ἐπιφανὲς ἐχούσης δριμὺ καὶ θερμὸν, ὥσπερ οὖν καὶ ἡ γεῦσις μαρτυρεῖ· φαίνεται γὰρ ἐν αὐτῇ βραχὺ μέν τι τὸ δριμὺ, πλεῖστον δὲ τὸ πικρὸν καὶ

53
πολὺ πλέον ἔτι τὸ στρυφνὸν ἐν ὅλῳ τῷ φυτῷ. τοσοῦτον δ’ ἐστὶν ἐν αὐτῇ τὸ δριμὺ καὶ τό θερμὸν, ὅσον ποδηγεῖν μὲν τὴν στρυφνότητα πρὸς τὸ βάθος, οὐδεμίαν δ’ αὐτὸ θερμότητα καὶ δῆξιν ἐργάζεσθαι τοῖς σώμασιν. διὰ τοῦτο τὰς κατὰ τὸ βάθος ὑγρότητας ἐν ταῖς πλαδαραῖς καὶ σηπεδονώδεσι διαθέσεσιν ἀλύπως τε ἅμα καὶ ἀσφαλῶς ἐκβόσκεται, τῶν θερμαινόντων καὶ ξηραινόντων ἐκδαπανᾷν μὲν τὰς περιεχομένας δυνάμεων, ἑτέρας δ’ ἐπισπωμένων τῇ δριμύτητι καὶ θερμότητι. οὕτω δὲ καὶ τοὺς ἐντεροκηλικοὺς ὠφελεῖ. καὶ γὰρ ξηραίνει καὶ τόνον ἐντίθησι τοῖς δι’ ὑγρότητα χαλαροῖς σώμασιν, ὡς ἂν τῆς στύψεως εἰς βάθος καταδυομένης, τῷ ποδηγεῖσθαι πρὸς τῆς μεμιγμένης αὐτῇ θερμότητος, εἰς τοσοῦτον ἡκούσης μέτρον, ὡς ποδηγεῖν μὲν δύνασθαι, δάκνειν δ’ οὐδέπω δύνασθαι. χρῶνται δ’ αὐτῇ τινες καὶ ἐπ’ ἀνθράκων καὶ ἑρπήτων, ἀλφίτοις μιγνύντες, ὡς ἐκδαπανώσῃ χωρὶς τοῦ θερμαίνειν τὰς ἐργαζομένας ὑγρότητας τὰ τοιαῦτα νοσήματα. ἔνιοι δὲ καὶ πρὸς ἐρυσιπέλατα χρῶνται, μιγνύντες ἀλφίτου μεθ’ ὕδατος ἢ ὀξυκράτου ὑδαροῦς.

54

[ξδ΄. Περὶ κυπέρου.] Κυπέρου χρήσιμοι μάλιστ’ εἰσὶν αἱ ῥίζαι, θερμαίνουσαι καὶ ξηραίνουσαι χωρὶς δήξεως. ὅθεν τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη δυσεπούλωτα θαυμαστῶς ὀνίνησιν. ἔχουσι γάρ τι καὶ στυπτικὸν καὶ διὰ τοῦτο καὶ τοῖς ἐν στόμασιν ἕλκεσίν εἰσιν ἐπιτήδειοι, καὶ μὴν καὶ τμητικήν τινα δύναμιν αὐταῖς μαρτυρητέον ἐστὶν, ᾗ καὶ λιθιῶσιν ἁρμόττουσιν καὶ οὖρα καὶ καταμήνια κινοῦσι.

[ξε΄. Περὶ κύπρου.] Κύπρος. τούτου τοῦ δένδρου τὰ φύλλα καὶ οἱ ἀκρέμονες εἰς χρείαν ἥκουσι, μάλιστα μικτῆς ὄντα δυνάμεώς τε καὶ κράσεως. ἔχει μὲν γάρ τι καὶ διαφορητικὸν ἐξ ὑδατώδους οὐσίας θερμῆς συμμέτρως, ἔχει δέ τι στυπτικὸν ἐκ τῆς ψυχώσεως γεώδους, ὅθεν ἀφεψοῦντες μὲν αὐτὰ καταντλοῦσι τῷ ὕδατι τὰ πυρίκαυτα. χρῶνται δὲ καὶ κατὰ τῶν πυρωδῶν φλεγμονῶν καὶ ἀνθράκων· ἔστι γὰρ ἀλύπως τε καὶ ἀδήκτως ξηραντικά. καὶ μὲν καὶ τοῖς ἐν τῷ στόματι γιγνομένοις ἕλκεσιν αὐτομάτοις καὶ μάλιστα τοῖς ἀφθώδεσιν αὐταῖς τε τῶν παίδων ταῖς ἄφθαις ἁρμόττει διαμασώμενα.

55

[ξστ΄. Περὶ κυτίσου.] Κυτίσου τὰ φύλλα διαφορητικῆς τ’ ἐστὶ δυνάμεως ἐπιμεμιγμένης ὑδατώδει χλιαρᾷ, καθάπερ καὶ τὰ τῆς μαλάχης.

[ξζ΄. Περὶ κωνείου.] Κώνειον ὅτι τῆς ἄκρως ψυκτικῆς ἐστι δυνάμεως ἅπαντες ἴσασι.

[ξη΄. Περὶ κώνου.] Κώνου ὁ καρπὸς, ὃν δὴ καὶ κόκαλον ὀνομάζουσι καὶ στρόβιλον, ὅλος μὲν χλωρὸς, ἔχει τι μεθ’ ὑγρότητος πικρὸν καὶ δριμὺ καὶ διὰ τοῦτο καὶ τοῖς ἐμπύοις, ὅσοι τ’ ἄλλοι δέονται τὰ κατὰ θώρακα καὶ πνεύμονα, ῥᾳδίως ἀναβήττειν τε καὶ ἀναπτύειν ἐπιτήδειός ἐστιν. ὁ δ’ ἐδώδιμος ἐξ αὐτοῦ καρπὸς ἔστι μὲν τροφὴ δύσπεπτός τε καὶ ἰσχυρὰ, ἔστι δὲ καὶ ὡς φάρμακον ἐκλεαίνειν τραχύτητας ἐπιτήδειον, καὶ μάλισθ’ ὅταν ἐν ὕδατι βρεχθεὶς ἀπόθηται κατ’ αὐτὸ πᾶν ὅσον ἔχει δριμύ. τὸ γὰρ λοιπὸν ἅπαν ἀδηκτότερόν τε καὶ ἐμπλαστικώτερον γίνεται, θερμῆς μὲν καὶ ψυχρᾶς ποιότητος ἐν τῷ μέσῳ καθεστηκὸς, ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας κεκραμένον, ἀερώδους δ’ ἥκιστα μετέχον.