Quos quibus catharticis medicamentis et quando purgare oporteat

Galen

Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat (ap. Oribasium), Raeder, Teubner, 1928

τοὺϲ μὲν οὖν τοιούτουϲ ἐκκενοῦν προϲήκει, τουτέϲτι τοὺϲ ἐν κινήϲει καὶ φορᾷ καὶ ῥύϲει· τοὺϲ δὲ καθ᾿ ἕν τι μόριον ἐϲτηριγμένουϲ οὔτε ἄλλῳ τινὶ βοηθήματι χρὴ κινεῖν οὔτε φαρμακεύειν πρὶν πεφθῆναι· τηνικαῦτα γὰρ ἤδη καὶ τὴν φύϲιν ἕξομεν βοηθοῦϲαν τῇ κενώϲει· φαίνεται γὰρ αὕτη μετὰ τὰϲ πέψειϲ διακινοῦϲά τε τοὺϲ χυμοὺϲ ἀπωθουμένη τε τὸ περιττόν, ἐν ᾧ δὴ καιρῷ καὶ κρίϲειϲ γίνονται, ἀλλὰ τελέωϲ μὲν αὐτῆϲ κινουμένηϲ, οὐδὲν δεῖ φαρμάκου, μετριώτερον δὲ καὶ ἀϲθενέϲτερον ἐνεργούϲηϲ, τὸ λεῖπον αὐτοὺϲ χρὴ προϲτιθέναι φαρμακεύονταϲ.

χρὴ δ᾿ εἰδέναι ὡϲ αἱ μεταρρυήϲειϲ ἄλλοτε εἰϲ ἄλλο μόριον τῶν χυμῶν ὀλιγάκιϲ γίνονται, τὰ πλείω δ᾿ ἡϲυχάζει καθ’ ἕν τι μόριον, ἐν ᾧ καὶ πέττεται, | παῤ ὅλον τοῦ νοϲήματοϲ τὸν χρόνον ἄχρι λύϲεωϲ.

ὅταν οὖν μὴ μόνον ὀξὺ πάθοϲ ᾖ, ἀλλὰ καὶ μετὰ πυρετοῦ ϲφοδροτάτου, εὐλαβητέον ἐϲτὶ τὴν δόϲιν τοῦ καθαίροντοϲ φαρμάκου, καὶ μάλιϲτα ὅταν ἀπείρωϲ τιϲ ἔχῃ τῆϲ τοῦ κάμνοντοϲ φύϲεωϲ· ἔνιοι μὲν γάρ εἰϲι φύϲει δυϲκάθαρτοι, τινὲϲ δ᾿ ἐπὶ βραχείᾳ πόϲει φαρμάκου καθαίρονται δαψιλῶϲ.

ὅταν οὖν ὁ πυρετὸϲ ᾖ μὴ ϲφοδρόϲ, ἔμπειρόϲ τε ᾖϲ τῆϲ φύϲεωϲ τοῦ κάμνοντοϲ, ἐπὶ τὴν τοῦ φαρμάκου δόϲιν ἀφίξῃ, χρώμενοϲ ἐλλεβόρῳ. μέλανι ⟨ἤ⟩ τινι τῶν ὁμοιοτρόπων, ὧν ἐϲτι καὶ τὸ διὰ [*](13—27 Gal. ibid. I 22 (XVII 2, 441—443K.) 17—22 Οrib. Syn. I 16,4 27—p. 226, 4 Gal. in Hipp. de vict. acut. comm. II 11 (XV 538—540K.)) [*](1 ἀναπεπταμένη C 2 γενήϲεται A1 3 καθαιρεῖν A 6 ὀργαὶ C 7 ϲχοίνη C τι ἢ Dg: τὴν codd. ℵ ὀρίγονον N γλίχουϲ codd. 10 τὸ codd.: corr. Dig 11 χυμούϲ add. Dg e Gal. τοῦτο C2Dg 14 γενώμενοι AN) [*](15 ἐνοχλῶϲι Dg 15 ἀνιόντεϲ codd.: corr. Dg 16 ἡϲυχάζειν οὐκ ἐπιτρέποντεϲ] ἡϲυχάζοντεϲ C ut videtur 17 τουτέϲτι . . . κινήϲει om. C 18 ἐϲτηριγμοὺϲ C 19 κενοῦν A2 20 φαίνεται] φαί A 21 διακρίνουϲα C2Dg 22 δεῖ AN κρίϲει A 25 μεταρρύϲειϲ C²Dg εἰϲ ἄλλο om. A1) [*](τὸν χυμὸν codd.: corr. C2Dg 26 ϲυχάζει A1 28 ὁξυπαθῶϲ codd.: ὀξὺ πάθωϲ C1: ὀξὺ τὸ πάθοϲ Dg: correxi περιτοῦ A 34 ἢ add. C²Dg: μέλλη A) [*](τῶν C2Dg. τὸν CN: om. A ὅμυιον τρόπον codd corr. C²Dg ῶν C²Dg: ὡϲ codd. τὸ add. C²Dg)

226
τῆϲ κολοκυνθίδοϲ·

ἱερὰν δ᾿ αὐτὴν ϲυνήθωϲ ὀνομάζουϲιν. ποικίλωϲ δ᾿ αὐτῆϲ ϲκευαζομένηϲ, ἡ τὸν ἐλλέβορον εἰληφυῖα, τὴν ϲκαμμωνίαν δ᾿ οὐκ ἔχουϲα, κάλλιϲτόν ἐϲτι φάρμακον ἐπὶ τῶν δυναμένων ὅλωϲ λαβεῖν φάρμακον ὑπήλατον.

μετὰ δὲ τὸ ληφθῆναι τὸ καθαρτήριον ϲυμφέρει τῆϲ πτιϲάνηϲ ἐπιρροφεῖν, ὥϲ φηϲιν Ἱππο | κράτηϲ· αὐτὸ μὲν γὰρ τὸ καθαρτικόν, ὡϲ ἂν ὀλίγον ὄν, εἰϲ τὸν πυθμένα τῆϲ κοιλίαϲ ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὅ τε ϲτόμαχοϲ ὅϲον τε τῆϲ γαϲτρὸϲ ὑψηλὸν οὐ μόνον τῆϲ ποιότητοϲ τοῦ καθαίροντοϲ, ἀλλὰ καὶ τῆϲ οὐϲίαϲ προϲιζούϲηϲ ἐν τῇ διόδῳ μεταλαμβάνοντα μεγάλωϲ βλάπτονται.

χρήϲιμοϲ οὖν χυλὸϲ τῆϲ πτιϲάνηϲ ἐπιρροφούμενοϲ, ὡϲ ἀπορρύψαι μὲν καὶ καταϲῦραι κάτω τὸ προϲπεπλαϲμένον ἐν τῇ διόδῳ δυνάμενοϲ, ἐπικεράϲαι δὲ καὶ ὑπαλλάξαι τὴν ἐνιζηκυῖαν τοῖϲ μορίοιϲ ποιότητα τοῦ φαρμάκου.