Quos quibus catharticis medicamentis et quando purgare oporteat

Galen

Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat (ap. Oribasium), Raeder, Teubner, 1928

καὶ ἀπὸ τῶν παροξυϲμῶν δὲ ϲκοπὸν εἰϲ ἔνδειξιν τρόπου κενώϲεωϲ ἕξειϲ, ἐκ μὲν τῶν ἄνω ποιούμενοϲ τὰϲ κενώϲειϲ ἐν τοῖϲ παροξυϲμοῖϲ, ἐκ δὲ τῶν κάτω κατὰ τὰϲ καλουμέναϲ ἀνέϲειϲ· καὶ γὰρ καὶ αὐτόματα οὕτωϲ ὠφελεῖ, ἐν μὲν τοῖϲ παροξυϲμοῖϲ ἐμούντων τε πολλῶν καὶ διὰ ῥινῶν αἱμορραγούντων, ἐν δὲ ταῖϲ ἀνέϲεϲιν σὔρων τε καὶ διαχωρημάτων ἀποκρινομένων.

φυλάττεϲθαι δὲ χρὴ μάλιϲτα τὸν χρόνον τῶν παροξυντικῶν καὶ κριτικῶν ἡμερῶν, ὁπόταν ἐπιχειρῇϲ κάτω καθαίρειν πολλά· τῆϲ γὰρ ῥοπῆϲ τῶν χυμῶν ἄνω γινομένηϲ, ἡ τοῦ κάτω καθαίροντοϲ | φαρ μάκου δύναμιϲ ἐμποδιϲθήϲεται.

ἐπὶ δὲ τῶν ἤδη νοϲούντων ἐν μὲν τοῖϲ χρονίοιϲ αἰεὶ δεῖ τὸν πεπαϲμὸν ἀναμένειν· ἐν δὲ τοῖϲ ὀξέϲιν, ὅταν ὀργά, κατ᾿ ἀρχὰϲ οἷόν τε φαρμακεῦϲαι, καὶ τοῦτο αὐτὸ πράττειν μετὰ πολλῆϲ εὐλαβείαϲ καὶ περιϲκέψεωϲ· κίνδυνοϲ γὰρ οὐ μικρὸϲ ἐν ὀξεῖ νοϲήματι κακῶϲ φαρμακεῦϲαι τῷ πάντα μὲν καθαίροντα φάρμακα τοῖϲ δυνάμεϲιν εἶναι θερμά, δεῖϲθαι δὲ τὸν πυρετόν, εἰ πυρετόϲ ἐϲτι, κατὰ τὸν αὑτοῦ λόγον οὐχ ὅπωϲ τῶν ξηραινόντων καὶ θερμαινόντων, ἀλλὰ τῶν ἐναντιωτάτων αὐτοῖϲ τῶν ὑγραινόντων τε καὶ ψυχόντων.

οὔκουν οὐδ᾿ αὐτῆϲ ἕνεκα τῆϲ πυρώδουϲ θερμότητοϲ ἡ κάθαρϲιϲ ἡμῖν παραλαμβάνεται (ταύτην γὰρ ἴϲμεν ὅϲον ἐφ᾿ ἑαυτῇ βλαπτομένην), ἀλλὰ τῶν ἐργαζομένων ἕνεκα χυμῶν· χρὴ τοίνυν μείζονα τὴν ὠφέλειαν ἐκ τῆϲ τῶν λυπούντων | χυμῶν κενώϲεωϲ γίνεϲθαι τῆϲ βλάβηϲ, ἣν ἐξ ἀνάγκηϲ βλάπτεται τὸ ϲῶμα πρὸϲ τῶν καθαρτικῶν φαρμάκων· ἔϲτι δ᾿ ἡ ὠφέλεια † ἐνάλυπόϲ τε καὶ πᾶϲ ὁ βλάπτων κενωθῇ χυμόϲ· ἵνα δὲ τοῦτο γένηται, πρῶτον μὲν δεῖ περιϲκέψαϲθαι, εἰ ἐπιτηδείωϲ ὁ κάμνων ἔχει πρὸϲ τὴν τοιαύτην κάθαρϲιν· οἵ τε γὰρ ἐξ ἀπεψιῶν πολλῶν ἢ γλίϲχρων ἢ παχέων ἐδεϲμάτων ὄντεϲ, ὡϲαύτωϲ δ᾿ οἷϲ ὑποχόνδρια τέταται καὶ ἐμπεφύϲηται ἢ ὑπερβαλλόντωϲ ἐϲτὶ θερμὰ καὶ πυρώδη, ἢ καί τιϲ αὐτόθι τῶν ϲπλάγχνων φλεγμονή, πάντεϲ οὗτοι πρὸϲ τὰϲ καθάρϲειϲ ἀνεπιτήδειοι.

χρὴ τοίνυν ἀπεῖναί τε ταῦτα, καὶ τοὺϲ χυμούϲ, ὡϲ ἔνι μάλιϲτα, τοῦ κάμνοντοϲ εὐρουϲτάτουϲ εἶναι, τουτέϲτι λεπτούϲ τε καὶ [*](4 — 6 Orib. Syn. I 16, 4 15—p. 225, 13 Gal. in Hipp. Aphor comm. I 24 (XVII 2, 447—449 K.) 15—18 Orib Syn. I 16, 4) [*](2. 3 suppl. C²Dg 4 ὀρώδηϲ N1 12 παροξυτικῶν AN: παροξυϲμῶν C: corr. C2Dg 13 κάτωθεν ῥεῖν codd.: corr. C²Dg 14 γενομένηϲ D g 15 ἤλη C 16 ὰεὶ C πεταϲμὸν C 19 τῷ C2Dg: τὸν AN: om. C 20 θερμά om N εἰ] ᾗ C2Dg 21 αὐτοῦ codd: corr. Dg 22 οὐκοῦν codd.: corr. Dg 24 ἴϲμεν Dg: εἰϲ μὲν codd. ἑαυτῆϲ A 25. 26 χρὴ . . . χυμῶν suppl. C²Dg 27 βλάπτηται N post ὠφέλεια add. μείζων Dg e Gal.) [*](28 ἐνάλυπόϲ] ἐὰν ἄλυποϲ C²Dg: ἐὰν ἀλύπωϲ Gal. (rectius fortasse ἐὰν ἄλυπόϲ τε ῇ) 28. 29 γένοιτο 29 δεῖ] χρὴ A e corr. C 32 τιϲ C2Dg: τῆϲ codd:) [*](34 ἐπιτήδειοι AN: ἐπιτήδειον C: corr. C²Dg: ἐπεῖναι A 35 εὐρουτάτουϲ C)

225
ἥκιϲηα μετέχονταϲ γλιϲχρότητόϲ τινοϲ, ἀναπεπταμένουϲ τε τοὺϲ πόρουϲ, δἰ ὧν ἡ καθάρϲιϲ μέλλει γενήϲεϲθαι· ταῦτα γὰρ καὶ ἡμεῖϲ προπαραϲκευάζομεν, ἐπειδὰν μέλλωμέν τινα καθαίρειν.

ἀλλ᾿ ἔν γε τοῖϲ ὀξέϲι νοϲήμαϲι κατ᾿ ἀρχὰϲ εὐθὺϲ | ἤτοι κατὰ τὴν πρώτην ἡμέραν ἢ οὐκ ἐξωτέρω τῆϲ δευτέραϲ μελλόντων ἡμῶν χρῆϲθαι ταῖϲ καθάρϲεϲιν, ὅταν ὀργῇ, τὴν τοιαύτην παραϲκευὴν οὐκ ἐγχωρεῖ γενέϲθαι, πλὴν εἰ ἄρα ϲχοίη τιϲ καιρὸν μελίκρατον δοῦναι πίνειν, ἐναφεψήϲαϲ ὑϲϲώπου τι ἢ ὀριγάνου ἢ τραγοριγάνου ἢ θύμου ἢ γλήχουϲ ἤ τινοϲ τῶν οὕτω λεπτυνόντων, ὥϲτε εὐλόγωϲ ὀλιγάκιϲ ἐν τοῖϲ ὀξέϲι νοϲήμαϲι κα τ᾿ ἀρχὰϲ γενήϲεται ἡμῖν χρεία φαρμακείαϲ τῷ μήτε πολλάκιϲ ὀργᾶν ἐν ἀρχῇ τοὺϲ λυποῦνταϲ χυμούϲ, μήτε, εἰ καὶ τούτοιϲ ὑπάρχει, τοῦ νοϲοῦντοϲ ἐπιτηδείου πρὸϲ τὴν κάθαρϲιν ὄντοϲ, ἀλλὰ μηδὲ καιρὸν ἡμῖν παρέχοντοϲ ἐπιτήδειον αὐτὸν παραϲκευάϲαι.

ὀργᾶν δ᾿ οἱ χυμοὶ λέγονται, ὅταν ἐν κινήϲει ϲφοδροτέρᾳ γενόμενοι καὶ μετταρρύϲει μορίων εἰϲ μόρια κατὰ τὴν ἀρχὴν τοῦ νοϲήματοϲ ὀχλῶϲι τὸν ἄν|θρωπον, ἀνιῶντεϲ καὶ γαργαλίζοντεϲ καὶ ἡϲυχάζειν οὐκ ἐπιτρέποντεϲ.