Quos quibus catharticis medicamentis et quando purgare oporteat

Galen

Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat (ap. Oribasium), Raeder, Teubner, 1928

διὰ ταῦτα μὲν οὖν ἐπὶ τοῦ καθαρτικοῦ πόϲει κελεύει τῆϲ πτιϲάνηϲ ἐπιρροφεῖν· ἀρξαμένηϲ δὲ γίνεϲθαι τῆϲ καθάρϲεωϲ. οὐκέτι βούλεται δίδοϲθαι πτιϲάνηϲ, εὐλαβούμενοϲ ἐκλυθῆναι τὴν ἐνέργειαν τοῦ καθαίροτοϲ φαρμάκου.|

Οὐκ ἐκκρίνει δ᾿ ἡ γαϲτὴρ ἐνίοτε καθαρτηρίου δοθέντοϲ, ἤτοι διὰ τὴν ἰδιότητα τῆϲ τοῦ κάμνοντοϲ φύϲεωϲ ἢ διὰ βραχύτητα τοῦ δοθέντοϲ φαρμάκου· πολλάκιϲ δὲ καὶ κόπροϲ ἐϲφηνωμένη ϲκληρὰ κατά τινα τῶν ἐντέρων ἐκκενωθῆναι δεομένη διὰ κλυϲτῆροϲ πρὶν δίδοϲθαι τὸ καθαῖρον φάρμακον κωλύει τὴν κένωϲιν.

δύναται δὲ καὶ τῆϲ φύϲεωϲ. ἐπ᾿ οὖρα τὴν ὁρμὴν πεποιημένηϲ, τὸ καθαρτικὸν μηδὲν ἀνύειν.

ἔνιά γε μήν, ὅταν ἀποτύχῃ καθαίροντα, τὰ μὲν πρὸϲ τῷ βλάπτειν μηδὲν τὸ ϲῶμα καὶ τροφὴ γίνεται τοῦ ζῴου, τὰ δ᾿ εἰϲ τὸ φάρμακόν τε καὶ δηλητήριον ἐκτρέπεται.

Πάντων δὲ τῶν καθαιρόντων φαρμάκων κακούντων τὴν γαϲτέρα, καὶ μάλιϲτα αὐτῆϲ τὸ ϲτόμα, διότι νευρωδέϲτατόν ἐϲτι καὶ αἰϲθητικώτατον, ἡ μῖξιϲ ἐπενοήθη τῶν εὐωδῶν, ὅπωϲ μὴ μόνη μηδ᾿ ἀκραιφνὴϲ. ἡ δύναμιϲ αὐτῶν ἅπτηται τοῦ ϲτόματοϲ τῆϲ γαϲτρόϲ χρὴ δ᾿

εἶναι τὰ μιγνύμενα ϲπέρματα τυιαῦτα, καὶ τὴν κακίαν πέφυκεν ἀμβλύνειν καὶ [*](4—16 Gal. ibid. 11 12 (XV 541—542 K.) 5—6 Hipp De vict. acut. I 7, 24 (II 276L.) 17—27 cf. Aet. IlI 117 24—27 Gal. De simpl. med. III 24 (XI 611 K.) 29—p. 227, 4 cf. Gal. in Hipp. de hum. comm. I 12 (XVI 117 K.) 29—32 Gal. in Hipp. de vict. acut. comm. II 11 (XV 537 K.); Orib. Syn. I 16, 5 32—p. 227,3 Gal. ibid. II 12 (XV 541 K.)) [*](1 αὐτὸν C 9 ὁ χυλὀϲ C2Dg 13 ante τοῦ add. τῆ C2Dg πόνει A 14 ϲίδοϲθαι C 17 ἐκρίνει N 21 καὶ om. C 22 πρὶν C2Dg: πλὴν codd.) [*](24 ἔνιά] ἕνα A1 25 τῷ Dg: τὸ codd. μηδὲν om. N, sed add. in marg.) [*](26 φάρμακόν] φθαρτικόν C²Dg 30. 31 αἰϲθηκότατον codd.: corr. C²Dg) [*](31 νευρωδῶν C 32 ϲώματοϲ γαϲτέροϲ AC et N e corr.)

227
τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆϲ τε καὶ τμητικῆϲ ὄντα δυνάμεωϲ, καὶ τοὺϲ παχεῖϲ χυμοὺϲ τέμνειν καὶ τὰϲ ὁδοὺϲ αὐτῶν, δι᾿ ὧν ἐκκενοῦνται, διοίγειν τε καὶ ἀναϲτομοῦν.

δεῖ δὲ καὶ ὁμονοεῖν ἀλλήλοιϲ τὰ μιγνύμενα καθαρτικὰ καὶ κατὰ μηδὲν ϲταϲιάζειν, ἡ δὲ ϲτάϲιϲ αὐτῶν γινέϲθω, οὐχ ὅταν τὸ μὲν χολῆϲ, εἰ τύχοι. τὸ δὲ φλέγματοϲ ᾖ κενωτικόν (ἀμφότερα γὰρ ἐκκενοῦϲθαι δύναται κατὰ τὸν οὐτὸν τρόπον), ἀλλ᾿ ὅταν τὸ μὲν εὐθέωϲ. τὸ δὲ μετὰ ταῦτα πολὺ τῆϲ προϲφορᾶϲ πεφύκῃ κινεῖν τὴν κάθαρϲιν· ἀνώμαλοϲ γὰρ οὕτωϲ ἡ κένωϲιϲ γίνεται, προϲενεχθέντων ἅμα· λέγω δ᾿ ἀνώμαλον, ὅταν ἤδη παύεϲθαι δοκούϲηϲ αὐτῆϲ ἀρχὴ πάλιν ἑτέραϲ κενώϲεωϲ γίνηται.