Quos quibus catharticis medicamentis et quando purgare oporteat

Galen

Galen, Quos quibus catharticis medicamentis et quando purgare oporteat (ap. Oribasium), Raeder, Teubner, 1928

τὸ δ᾿ ἀνάλογον ταῖϲ ὥραιϲ ἐπὶ τῶν χωρῶν ϲκοπεῖϲθαι χρὴ θερμότητί τε καὶ ψυχρότητι διαιρουμένουϲ· οὕτωϲ δὲ κἀπὶ τῶν ἡλικιῶν.

καὶ μὴν καὶ τὸ ἔθοϲ οὐ ϲμικρὰ μοῖρα πρὸϲ ἔνδειξιν κενώϲεωϲ· οἱ μὲν γὰρ ἐμεῖν εἰθιϲμένοι φέρουϲιν ἀλυπότερον τὰϲ διὰ τῆϲ ἄνω κοιλίαϲ καθάρϲειϲ· οἱ δ᾿ ἀήθειϲ οὐκ ἄνευ κινδύνου, καὶ μᾶλλον ἐπ᾿ ἐλλεβόρου.

καὶ τὸ τοῦ νοϲήματοϲ δ᾿ εἶδοϲ ϲκοπεῖϲθαι προϲῆκεν· ἐπὶ μὲν γὰρ τοῦ λευκοφλεγματίου ὑδέρου φλέγματοϲ ἀγωγῷ χρηϲόμεθα φαρμάκῳ, πρότερον μὲν διὰ τῆϲ κάτω γαϲτρόϲ, εἶτα δι᾿ ἐμέτων, εἶτα δι᾿ ἀποφλεγματιϲμῶν· δι᾿ ὅλου γὰρ τοῦ ϲώματοϲ ἐκτεταμένου τοῦ πλεονάζοντοϲ, ἁπάϲαϲ κενώϲειϲ παραληψόμεθα.

ἀϲκίτου δ᾿ ὄντοϲ τοῦ ὑδέρου, τῶν ὑδραγωγῶν τι δώϲομεν φαρμάκων, ὥϲπερ | γε κἀπὶ τῶν ἰκτερικῶν τῶν χολαγωγῶν· ἐκκαθαίρειν γὰρ χρὴ καὶ τούτων πολυειδῶϲ τὴν χολὴν ἄνω τε καὶ κάτω καὶ δἰ οὔρων καὶ δι᾿ ὑπερῴαϲ καὶ διὰ ῥινῶν.

οὕτωϲ δὲ κἂν ὁ μελαγχολικὸϲ πλεονάϲῃ χυμόϲ, ὡϲ ἐν μελαγχολίᾳ καὶ καρκίνῳ καὶ ἐλέφαντι, τὸ τῆϲ μελαίνηϲ χολῆϲ κενωτικὸν φάρμακον δίδομεν· ἐπιληψίαν δὲ φλεγμαγωγοῖϲ καθαίρομεν, ἐξ ὧν δῆλον ὡϲ ἡ κατάϲταϲιϲ τῆϲ νόϲου καὶ τὸν κενωθηϲόμενον δηλοῖ χυμὸν καὶ τὸν τόπον, δι᾿ οὗ χρὴ κενοῦν αὐτόν.

ἀμέλει καὶ τῶν κατὰ τὸ ἧπαρ φλεγμαινόντων, ὅταν πεφθῶϲι, τὴν ἀποκάθαρϲιν ποιούμεθα διὰ μὲν τῆϲ κάτω γαϲτρόϲ, ὅταν ἐν τοῖϲ ϲιμοῖϲ αὐτοῦ γένηται τὸ πάθημα, δι᾿ οὔρων δέ, ὅταν ἐν τοῖϲ κυριτοῖϲ.

οὕτωϲ δὲ κἀπὶ τῶν ἄλλων ἐπιϲκέψῃ τόν τε πλεονάζοντα χυμὸν καὶ τὸν πεπονθότα τόπον, ἐξ οὗ [*](1 — 3 Gal. in Hipp. de fract. comm. III 48 (XVIII 2, 607 K.) 11—13 Hipp. Aphor. IV 4 (IV 502 L.) 15—28 Gal. in Hipp. de hum. comm. I 12 (XVI 124 —125 K.) 28—p. 224, 6 Gal. ibid. I 2 (XVI 63 K.)) [*](3 ευκούϲ codd.: corr. Dg ἀϲθενεῖϲ A τοαύτη A 4 πνεύμονα] πνεύ A 6 δι᾿ om. A1 7 ἀναπνευμαϲτικοῖϲ N 8 τῶν μὲν πικροχόλων χυμῶν AN 9 ἔμπαριν A 10 ἀθροιϲθέη) C 10. 11 τῶν μέντοι μελαγ- χολικῶν AN 11 ἀεὶ C 16 ἡμεῖν A ἠθιϲμένοι CN A2: ἡθευμένοι A1) [*](18 ἐλλεβόρῳ codd.: corr. C2Dg 19 λευκῷ φλέγματι codd.: λευκοφλεγματίαϲ C²: corr. Dg 20 γαρϲτρόϲ A 23 δώϲωμεν codd.: corr. Dg 24 ἰκτερίων codd.: correxi e Gal.: ἰκτεριώντων Dg τῶν χολαγωγῶν] χολαγωγόν Dg καὶ om. C 26 οῦτοϲ A καὶ ὁ μελικὸϲ πλεονάϲει N ὃϲ AN 30 τῶν] τὸν ACN1 31. 32 διὰ πάθημα om. N 32 ϲιμαῖϲ fortasse A1C1 33. 34 ἐπιϲκέψαι A1)

224
καθάπερ ἑϲτίαϲ τινὸϲ ὁρμᾶται τὸ νόϲημα· ταῦτα γάρ ϲοι καὶ τὸν κενωθηϲόμενον ἐνδείξεται | χυμὸν καὶ τὸν τρόπον τῆϲ κενώϲεωϲ καὶ τὸν τόπον δι᾿ οὗ χρὴ κενῶϲαι, καὶ πρὸϲ τούτοιϲ ἅπαϲι τὸν καιρόν· ἐν ἀρχῇ μὲν γὰρ τοὺϲ ὀρώδειϲ τε καὶ λεπτοὺϲ κενώϲειϲ χυμούϲ, ἀναμενεῖϲ δὲ πέψιν ἐπὶ τῶν παχέων καὶ γλίϲχρων, οἷοι τὴν φύϲιν εἰϲὶν ὅ τε τοῦ φλέγματοϲ καὶ ὁ τῆϲ μελαίνηϲ χολῆϲ.