Ἐγὼ γοῦν οἶδα ποτὲ παρακληθεὶς ὑπό τινος οἰκοῦντος ἐν προαστείῳ τῆς Ῥωμαίων πόλεως ἀνδρὸς πλουσίου, θεάσασθαι τινὰ τῶν διοικούντων αὐτοῦ τὰ πράγματα, κινδυνεύοντα τυφλωθῆναι, τοῦτο γὰρ ἐκεῖνος ἔλεγεν, ὀδυνώμενόν τε μεγάλως καὶ τοῦτο πάσχοντος σχεδὸν ἡμερῶν κ΄. ἦν δ’ ὁ τῆς οἰκίας τοῦ πλουσίου προϊστάμενος ἰατρὸς Ἐρασιστράτειος, ἔργον πεποιημένος ἀπέχεσθαι φλεβοτομίας ἀεί. θεασάμενος οὖν ἐγὼ τὸν πάσχοντα, νεανίσκον ὄντα πολύαιμον, ἀνελκώτους μὲν ἔτι τοὺς ὀφθαλμοὺς ἔχοντα,
300
φλεγμονὴν δὲ μεγίστην ἔχοντα καὶ ῥεῦμα καὶ δασύτητα ἐν ἀμφοτέροις τοῖς βλεφάροις, ἐν θατέρῳ καὶ τραχύτητας ἤδη τινὰς, ὑφ’ ὧν ἐπισκοτούμενος ἔτι καὶ μᾶλλον ὠδυνᾶτό τε καὶ παρωξύνετο τὴν φλεγμονὴν καὶ τὸ ῥεῦμα, ταῦτα θεασάμενος ἐγὼ καὶ γνοὺς ἅπασαν ἣν ἐποιεῖτο τῆς θεραπείας ἀγωγὴν ὁ ἰατρὸς, αὐτὸν μὲν οὐκ ἔφη δύνασθαι συνεχῶς εἰς τὸ προαστεῖον ἰέναι, χρῄζειν δὲ τὸν ἄνθρωπον ἄχρι τῶν τριῶν ἡμερῶν τοὐλάχιστον οὐκ ἐκ μακρῶν διαλειμμάτων ὑπ’ ἐμοῦ θεωρεῖσθαι. δὸς οὖν αὐτὸν, εἶπον, τὰς τρεῖς ταύτας ἡμέρας ἐμοί. καὶ μὴν, ἔφη, παρακαλῶ τοῦτο καὶ χάριν εἴσομαι καὶ ἤδη πρὸς τὴν σὴν οἰκίαν ἄπαγε τὸν ἄνθρωπον, ἧκέ τέ που ὥρας ε΄ καὶ ἀφῃρέθην τὴν πρώτην ἀφαίρεσιν εὐθέως αἵματος λίτρας γ΄, εἶτα ἄλλην μίαν ὥρας θ΄. ἐν αἷς ἀνακαλύψας μεγάλως ὑπηλείφθη κατὰ τὴν ὑστεραίαν ἑνὶ τῶν ἁπαλῶν κολλυρίων μιχθέντος αὐτοῦ τοῦ δι’ οἴνου, καθάπερ εἰώθαμεν ἐπὶ τῶν τοιούτων πράττειν, καθ’ ὑπερβολὴν τῆς μίλης τοῦ πυρῆνος ὑπὸ τὰ βλέφαρα τῆς ὑπαλείψεως γιγνομένης. ἐπράχθη δὲ τοῦτο πρῶτον μὲν ἕωθεν, εἶτα τετάρτης ὥρας, εἶτα θ΄. ἐφ’
301
αἷς ὑπαλείψεσιν ἐλούσατο περὶ δυσμὰς ἡλίου, κἄπειτα κατὰ τὴν ὑστεραίαν ἐκστραφέντων τῶν βλεφάρων, ὑπηλείψατο δὶς ἐπιμιχθέντος τῷ ἁπαλῷ κολλυρίῳ πολὺ πλείονος τοῦ δι’ οἴνου, καὶ μετὰ ταῦτα εἰς ἑσπέραν ἐλούσατο. κατὰ δὲ τὴν ἑξῆς ἡμέραν ἕωθεν ἁπαντήσας τῷ πλουσίῳ κατά τι χωρίον ἔνθα τῶν ὀχημάτων ἀποβαίνειν εἰσὶν εἰθισμένοι, προσηγόρευσεν αὐτῷ, ἀνεωγόσι τε καὶ ἀφλεγμάντοις καὶ ἀρευματίστοις τοῖς ὀφθαλμοῖς, ὁ πρὸ δύο ἡμερῶν οὐδὲ διανοῖξαι τὰ βλέφαρα δυνάμενος ὑπὸ τοῦ ῥεύματός τε καὶ τῆς ὀδύνης. ἔδοξεν οὖν τὸ πρᾶγμα μαγείᾳ τινὶ γεγονέναι παραπλήσιον, ὥστε ἐκεῖνόν τε αὐτὸν ἀνακραγεῖν θαυμάζοντά τε τὸ τάχος τῆς θεραπείας, ἅπαντάς τε τοὺς μετ’ αὐτοῦ παραπλησίως βοᾷν, οὐχ ἡμῶν μέγα τι ποιησάντων, ἀλλ’ ἐκ τῆς πρὸς τὸν οἰκεῖον ἰατρὸν αὐτοῦ παραβολῆς μέγιστα κακὰ ὁρῶντα διὰ τὸ τῆς φλεβοτομίας δέος. ἔχρῃζε μὲν γὰρ ὁ κάμνων ἀποσμηχθῆναι τὰς ἐκ τῶν βλεφάρων δασύτητάς τε καὶ τραχύτητας, ἀδύνατον δ’ ἦν τοῦτο γενέσθαι χωρὶς φαρμάκου δάκνοντος. οὐδὲν δ’ ἐδύνατο φέρειν τοιοῦτον
302
ἄνευ τοῦ προκενωθῆναι. λέλεκται γὰρ ἤδη καὶ δέδεικται πολλάκις ἡμῖν ὡς ἅπαντα τὰ δριμέα φάρμακα προσφερόμενα μορίοις τισὶν, ἐὰν μὴ κενὸν ᾖ τὸ σῶμα πᾶν καὶ ἀκριβῶς ἀπέριττον, ἐπισπᾶται ῥεῦμα καὶ φλεγμονὴν ἐργάζεται. τότε δ’ ὁ πλούσιος ἐπυνθάνετο τίς ἡ οὖν μαγεία τῆς θεραπείας ἐγίνετο, καὶ πάντ’ ἀκούσας τὰ πραχθέντα, ἀπ’ ἐκείνου τὸν Ἐρασιστράτειον ἰατρὸν αἱμοφόβον ὠνόμαζεν. αὕτη μὲν οὖν ἡ διήγησις ἀμφοῖν ἔνδειξιν ἔχει, τοῦ τε χρῆναι φλεβοτομεῖν τὰς τοιαύτας διαθέσεις, ὅπερ οὐκ ἦν ἡμῖν προκείμενον ἐν τῷ παρόντι λόγῳ, τοῦ τε φλεβοτομεῖν χρῆναι κατ’ εὐθὺ τῶν πασχόντων μορίων καὶ τὰς ὠμιαίας ἐντέμνειν φλέβας ἐπὶ τῶν ἀνωτέρων μερῶν τοῦ θώρακος πασχόντων.
Ὥσπερ δὲ τὰ προειρημένα πάντα μόρια ταῖς κατ’ ἀγκῶνα φλεβοτομίας, ὡς εἴρηται, γιγνομέναις ὠφελεῖται, κατὰ τὸν αὐτὸν τρόπον ὅσα κατωτέρω τούτων ἐστὶ ταῖς ἐπ’ ἰγνύων τε καὶ σφυρῶν. ἔστι δὲ τῶν προειρημένων κατωτέρω τὰ κατ’ ἰσχίον τε καὶ κύστιν καὶ μήτραν. νεφροὶ δὲ ἐπαμφοτερίζουσι κάτω μὲν ὄντες ἤδη τῶν πρότερον
303
εἰρημένων, ἄνω δὲ τῶν δεύτερον, διὸ καὶ ταῖς ἐπ’ ἀγκῶνος ἐνίοτε φλεβοτομίας ὑπακούουσιν, ὅταν ἥ τε φλεγμονὴ πρόσφατος εἴη καὶ πλῆθος αἵματος. ἐφ’ ὧν δ’ ἡ διάθεσίς ἐστιν ἣν ἰδίως καλοῦσι νεφρῖτιν, τὴν κατ’ ἰγνύαν ἐπὶ τούτου χρὴ τέμνειν, ἢ πάντως γε τὰς κατὰ σφυρὰ φλέβας. αἱ δέ τῆς μήτρας φλεγμοναὶ μᾶλλον ἔτι νεφρῶν ὑπὸ τῶν ἐν τοῖς σκέλεσι φλεβῶν τεμνομένων ὠφελοῦνται. ταῖς γὰρ ἐπ’ ἀγκῶνος κενώσεσι καὶ ἄλλο τι πρόσεστι μοχθηρόν. ἐπέχουσι γὰρ ἐμμήνους καθάρσεις, ἀντισπῶσαι τὸ αἷμα πρὸς τὰ τοῦ σώματος ὑψηλότερα. ταῖς δ’ ἀπὸ τῶν σκελῶν οὐ μόνον ἀντισπάσαι, ἀλλὰ καὶ προτρέπειν ὑπάρχει τὰ καταμήνια. καὶ ὅταν γε τοῦτο πρᾶξαι βουληθῇς κατὰ τὸν καιρὸν τῆς εἰωθυίας τῇ γυναικὶ περιόδου, προλαβὼν ἡμέρας ὡσεὶ γ΄, ἢ δ΄, ἤτοι φλέβα τεμῶν ἢ ἀποσχάσας τὰ σφυρὰ τοῦ ἑτέρου τῶν σκελῶν ἀποκένωσον ὀλίγον, εἶτα κατὰ τὴν ὑστεραίαν ὡσαύτως ἀπὸ θατέρου σκέλους, αὖθις ὁμοίως κένωσον ἅμα τῷ καὶ προνοεῖσθαι τῆς λεπτυνούσης διαίτης, ἐν αὐταῖς ταῖς ἡμέραις, ἐν αἷς οὕτως κενοῖς, καὶ πρὸ αὐτῶν ἄλλαις ἤδη τέσσαρσιν ἢ πέντε. γέγραπται δέ μοι περὶ τῆς λεπτυνούσης διαίτης εἷς
304
κατὰ ἰδίαν λόγος. ἀλλὰ γυναιξὶ καὶ ἄνευ τοιαύτης διαίτης ἱκανὰ προτρέψαι καταμήνια καὶ καλαμίνθην καὶ γλήχωνα. διδόναι δὲ αὐταῖς ἀφεψῶν ἐν μελικράτῳ καὶ ξηρὰ κόπτων καὶ διάττων λεπτῷ κοσκίνῳ καὶ τρίβων γε πάλιν χάριν τοῦ ποιῆσαι χνοῶδες, ἐπίπαττε τῷ μελικράτῳ. καιρὸς δὲ τῆς πόσεως ἄριστός ἐστι μετὰ τὸ βαλανεῖον, περιβεβλημέναις ταῖς σίνδοσι. ταῦτα μὲν οὖν ἐπιεικῆ φάρμακα, σφοδρότερα δὲ βράθυ καὶ δίκταμον. ἡ δὲ χρῆσις ὁμοία τοῖς προειρημένοις. δίδοται δ’ ἐν τούτῳ τῷ καιρῷ καὶ τὸ πικρὸν ἰδίως ὀνομαζόμενον φάρμακον, ὅ τὰς ρ΄ ἔχει (Λ) τῆς ἀλόης μιγνυμένας ταῖς τῶν ἄλλων φαρμάκων ἓξ ἑκάστου. κάλλιστον δ’ ἐστὶν ὅταν λάβῃ κινάμωμον. ταῦτα μὲν ἐν παρέργῳ λελέχθω, καίτοι γ’ οὐκ ὄντα πάρεργα, διότι τῇ τοῦ αἵματος ἐκ μήτρας φορᾷ συνεργεῖ, μετὰ τῆς ἀπὸ τῶν σκελῶν κενώσεως, ἤτοι τῶν σφυρῶν ἀμυττομένων ἢ φλεβὸς τεμνομένης παρὰ τὸν ἀστράγαλον ἢ κατ’ ἰγνύαν. οἶδα δὲ καὶ ἰσχιάδας ἐν ἡμέρᾳ μιᾷ θεραπευθείσας ὑπὸ τῆς διὰ τῶν σκελῶν κενώσεως, ὅσαι μὴ διὰ ψύξιν, ἀλλὰ πεπληρωμένων
305
αἵματος τῶν κατ’ ἰσχίον ἀγγείων ἐγένοντο. διὸ καὶ συμφορώτερον τῆς ἀπὸ τῶν σφυρῶν φλεβοτομίας ἢ ἀπὸ τῆς ἰγνύας ἐστὶ τοῖς οὕτω διακειμένοις. ἀποχάραξις δ’ αὐτοὺς οὐδὲν ὀνίνησι σαφὲς.