De curandi ratione per venae sectionem
Galen
Galen, De curandi ratione per venae sectionem
Ὅσα οὖν καὶ περὶ τούτου τοῦ σκέμματος εἴρηται τοῖς ἰατροῖς εἰ γράφοιμι, δεήσει μοι βιβλίου μεγάλου, καθ’ ἑαυτὸ δὲ πληρουμένου. καθάπερ δὲ ἐπὶ τῶν ἄλλων ἃ μέχρι δεῦρο τοῦ λόγου διώρισται, τὴν ἐμαυτοῦ γνώμην ὑμᾶς ἀνέμνησα, τεθεαμένους ἐπὶ τῶν ἔργων αὐτὴν μαρτυρουμένην, οὕτω καὶ νῦν πράξω, τὴν ἀρχὴν τοῦ λόγου ποιησάμενος ἐκ τῶν ἐναργῶς ὁσημέραι θεωρουμένων ἐπὶ τῶν καμνόντων, ἃ πρῶτος Ἱπποκράτης ἀκριβῶς παραφυλάξας ἔγραψεν. ἔστι δὲ αὐτῶν ἓν μὲν καὶ πρῶτον κεφάλαιον· ὅσα κατ’ ἴξιν αἱμοῤῥαγεῖ, μεγίστην ὠφέλειαν ἐπιφέρειν τοῖς νοσοῦσιν.
296
τὸ δὲ κατ’ ἴξιν ὅτι κατ’ εὐθὺ λέγει, πᾶσιν ὡμολόγηται, σαφῶς αὐτοῦ κεχρημένου πολλάκις ἐπὶ τοῦδε τοῦ σημαινομένου τῇ κατ’ ἴξιν φωνῇ. τὰ δ’ ἀνάπαλιν αἱμοῤῥαγοῦντα μηδὲν ὠφελεῖν ἢ καὶ βλάπτειν ἐνίοτε τῷ καταλῦσαι τὴν δύναμιν ἄνευ τοῦ τὸ πάθος κουφίσαι. οὔτε γὰρ ἐπὶ σπληνὶ μεγάλῳ μυκτὴρ δεξιὸς αἱμοῤῥαγήσας οὔτε ἀριστερὸς ἐφ’ ἥπατι φέρει τινὰ ὠφέλειαν, ἀλλὰ ἀντίσπασις μὲν ἐν τοῖς κατ’ εὐθὺ ἀντισπωμένοις ἐναργῆ τὴν ὠφέλειαν ἐν τάχει δεικνύει, ἐπὶ δὲ τοῖς ἀνάπαλιν οὐκέτι. δεξιοῦ μὲν οὖν αἱμοῤῥαγοῦντος μυκτῆρος ἡ κατὰ τὸ ὑποχόνδριον τὸ δεξιὸν ἐρειδομένη συκία σαφῶς ἵστησιν ἐν τάχει τὴν αἱμοῤῥαγίαν, ὥσπερ καὶ ἡ κατὰ τὸν ἀριστερὸν αἱμοῤῥαγοῦντος ἀριστεροῦ. καὶ φλεβοτομήσας δὲ χάριν ἀντισπάσεως, ἐπὶ μὲν ταῖς κατ’ εὐθεῖαν αἱμοῤῥαγίαις ἐν τάχει θεάσῃ σαφῆ τὴν ὠφέλειαν. ἔμπαλιν δ’ εἰ τέμνοις, οὐδὲν ὄφελος. Οὕτω τοίνυν καὶ σπληνὸς πάσχοντος ἡ τῆς κατὰ τὸν παράμεσον δάκτυλον φλεβὸς διαίρεσις ὤνησεν ἐξ ἀριστερᾶς χειρὸς, ὡς εἰ καὶ τὴν ἐν ἀγκῶνι φλέβα τέμνῃς
297
τὴν ἔνδον, ὠφελεῖ γὰρ ἱκανῶς σπλῆνα κακοπραγοῦντα κένωσις αἵματος ἐξ ἀριστερᾶς χειρὸς, ἄμεινον δὲ μὴ ἅπαξ ἐκκενοῦν τὸ σύμμετρον, ἀλλ’ εἰς δύο μερίζοντας ἡμέρας. οὐ μὴν οἶδα κατὰ τί τοῖς ἰατροῖς ἠμέληται τοῦ φλεβοτομεῖν τοὺς σπληνώδεις. ἐγὼ γὰρ ἀεὶ μεγάλην ὠφέλειαν ἔγνων γινομένην, εἰ καὶ λίτραν τις ἐκκενώσειεν μίαν, ἀλλὰ τό γε ποσὸν τῆς κενώσεως ἐκ τῶν προειρημένων σκοπῶν χρὴ ποιεῖσθαι. καὶ μέν γε κᾀπὶ τῶν πλευριτικῶν ἡ κατ’ εὐθὺ τοῦ πάσχοντος πλευροῦ φλεβοτομία τὴν ὠφέλειαν ἐναργεστάτην ἐπεδείξατο πολλάκις, ἡ δὲ ἐκ τῆς ἀντικειμένης χειρὸς ἢ πάντως ἀμυδρὰν ἢ μετὰ χρόνον. ὀδύνας τε πολλάκις ὀφθαλμὸν ἰσχυροτάτας ἐντὸς ὥρας μιᾶς ἔπαυσεν ἡ κατ’ εὐθὺ φλεβοτομία, τῆς ὠμιαίας καλουμένης φλεβὸς τεμνομένης. πειρᾶσθαι δ’ ἐπὶ πάντων παθῶν ἄμεινον ἦν ἐπὶ ταῖς φλεβοτομίαις μετρίαις γινομέναις τὴν καλουμένην ἐπαφαίρεσιν ποιεῖσθαι, ποτὲ μὲν ἐπὶ μιᾶς ἡμέρας, ὅταν οὕτω πράττειν ἐγχωρῇ, ποτὲ δὲ καὶ κατὰ τὴν ὑστεραίαν, πλὴν εἴποτε, ὡς ἔμπροσθεν εἴρηται, μέχρι λειποθυμίας ἄγειν τὴν κένωσιν ἐπιχειροῖμεν. ἐπὶ μὲν 298
οὖν τῶν ὀφθαλμῶν ἥ τ’ ὠμιαία καλουμένη φλὲψ ἥ τ’ ἐπ’ αὐτῆς κατασχιζομένη κατ’ ἀγκῶνα τμηθεῖσα φανερὰν ἐν τάχει τὴν ὠφέλειαν ἐπιφέρουσιν. ἐπὶ δὲ πλευρᾶς πεπονθυίας, ἢ πνεύμονος, ἢ διαφράγματος, ἢ σπληνὸς, ἢ ἥπατός τε καὶ γαστρὸς, ἢ διὰ μασχάλης ἐπὶ τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἀφικνουμένη. τέμνειν δὲ καὶ ταύτην, μάλιστα μὲν αὐτὴν τὴν ἔνδον· εἰ δὲ μὴ, τὴν ἀπ’ αὐτῆς ἀποσχιζομένην εἰς τὴν καμπὴν τῆς διαρθρώσεως. ἴστε δή που μικρὸν ἔμπροσθεν ἀπὸ τῆς ὠμιαίας φλεβὸς ἀποσχίζεσθαι τὴν προειρημένην συνάπτουσαν αὐτήν. τρεῖς γὰρ οὗτοι τρόποι τῆς κατ’ ἀγκῶνα φλεβοτομίας εἰσὶν, ὅ τ’ ἔνδον καὶ ὁ ἐκτὸς καὶ ὁ μέσος. ὁ μὲν οὖν ἔνδον ἐπὶ τῶν τὰ κάτω τοῦ τραχήλου πεπονθότων ὠφέλιμος, ὁ δὲ ἐκτὸς ἐπὶ τῶν ὑπὲρ τούτων ἢ προσώπου ἢ κεφαλῆς. ὁ μέσος δὲ τόπος ἐνίοτε μὲν ἀμφοτέρας ἔχει τὰς ἀπεσχισμένας φλέβας, εἰς τὸ πρόσω τῆς χειρὸς ἐκτεινομένας, εἶτ’ ἐνταῦθα συναπτομένας, ἐνίοτε δὲ διὰ ταχέων εἰς ταυτὸν ἀλλήλαις ἰούσας κατὰ τὴν καμπὴν τῆς διαρθρώσεως, ἔστι δ’ ὅτε σαφῆ μὲν τὴν ἑτέραν αὐτῶν, ἀσαφῆ δὲ τὴν ἑτέραν. ὅταν οὖν ἀσαφεστέρας 299
οὔσης τῆς οἰκείας τῷ πάσχοντι μορίῳ φλεβὸς, ἐπί τινα τῶν μέσων ἥκῃς, πειρῶ τὴν ἀποσχιζομένην τῆς οἰκείας τέμνειν μᾶλλον. ἔστι δ’ ὅτε καὶ τὰς κατωτέρας τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, ὅσαι κατὰ τὸν πῆχύν εἰσι, διαιρεῖν οὐδὲν κωλύει μὴ φαινομένων τῶν κατ’ ἀγκῶνα. καὶ τούτων αὐτῶν τὰς κατ’ εὐθὺ τοῖς πεπονθόσιν, οὕτω δ’ ἐναργῆ διὰ ταχέων ἐνίοτε τὴν ὠφέλειαν αἱ κατ’ εὐθὺ τῶν πασχόντων μορίων φλεβοτομίαι φέρουσιν, ὥστε καὶ τοὺς πάσχοντας αὐτοὺς καὶ τοὺς οἰκείους αὐτῶν ἐκπλήττεσθαι πολλάκις.