De curandi ratione per venae sectionem

Galen

Galen, De curandi ratione per venae sectionem

Συνελόντι γε μὴν εἰπεῖν τὰς μὲν ἀρχομένας φλεγμονὰς ἀντισπαστικῶς χρὴ κενοῦν, τὰς δὲ κεχρονισμένας ἐξ αὐτῶν, εἰ οἷόν τε, τῶν πεπονθότων· εἰ δὲ μὴ, τῶν ἐγγυτάτω τούτων. ἐπὶ μὲν γὰρ τῶν ἀρχομένων ἀποστρέψαι χρὴ τὸ ἐπιῤῥέον, ἐπὶ δὲ τῶν κεχρονισμένων αὐτὸ μόνον ἐκκενῶσαι τὸ εὐφηνωμένον ἐν τῷ πεπονθότι μορίῳ. κενωθήσεται δ’ ἄριστα τοῦτο διὰ τῶν συνημμένων φλεβῶν τοῖς κατ’ αὐτά. τούτῳ τῷ λογισμῷ καὶ ἡ πεῖρα μαρτυρεῖ. καὶ διὰ ταῦθ’ ὅσα κατὰ φάρυγγα καὶ ἀρτηρίαν φλεγμαίνει μεγάλως, ἐν ἀρχῇ μὲν ἡ κατ’ ἀγκῶνα, μετ’ ἐκείνην δὲ ἡ ἐπ’ αὐτῆς τῆς γλώττης βοηθεῖ μεγάλως, ἐντεμνομένων ἀμφοτέρων τῶν ἐπ’ αὐτῆς φλεβῶν. οὕτω δὲ καὶ τὰ κατὰ τοὺς ὀφθαλμοὺς σκιῤῥώδη λείψανα τῶν φλεγμονῶν ἡ παρὰ τὸν μέγαν κανθὸν φλὲψ ὀνίνησι διαιρουμένη, καθάπερ γε τὰ

306
τῆς κεφαλῆς βάρη καὶ τὰς διὰ πλῆθος ὀδύνας κεχρονικυίας ἐν αὐτῇ κουφίζειν εἴωθε σαφῶς ἡ ἐν τῷ μετώπῳ φλὲψ τμηθεῖσα, τὰς δ’ ἀρχομένας τε καὶ τὰς ἀκμαζούσας ἢ ἐπ’ ἰνίου ἀντίσπασις διὰ σικύας, ἐνίοτε μὲν αὐτῆς μόνης, ἐνίοτε δὲ καὶ μετὰ ἀμυχῶν γιγνομένης. προκεκενῶσθαι δὲ χρὴ τὸ σύμπαν σῶμα. κατὰ δὲ τὸν αὐτὸν λόγον ὄπισθεν τῆς κεφαλῆς ὀδύνας ἀρχομένας καὶ ἀκμαζούσας ἡ ἐν μετώπῳ φλὲψ ὠφελεῖ διαιρουμένη. τὰς μὲν γὰρ ἀντισπάσεις ἅμα τῇ κενώσει ποιεῖσθαι χρὴ μᾶλλον ἐπὶ τῶν ἀρχομένων ῥευμάτων. τὰς δὲ ἀπ’ αὐτῶν τῶν πεπονθότων μορίων ἢ τῶν πλησίον αὐτοῖς, ἐπὶ τῶν οἷον ἐσκιῤῥωμένων φλεγμονῶν. ἐφ’ ὧν δὲ σωμάτων οὐδὲν πάσχει μόριον οὐδέπω, φθάνομεν δὲ κενοῦν ἦρος εἰσβάλλοντος, ἐπὶ τούτων ἐπὶ μὲν εἰθισμένου τοῦ ἀνθρώπου νοσήμασιν ἁλίσκεσθαι πυρετώδεσιν ὥρᾳ θέρους ἐκκενῶσαι τὴν χορηγίαν αὐτῶν ἐφιέμεθα, πᾶν μέρος εἰς ἀφαίρεσιν αἵματος ὁμότιμον ἐστίν· ὥσπερ γε καὶ εἰ ἀρθριτικὸς εἴη πᾶσι τοῖς ἄρθροις πεπονθώς.
307
οἷς δέ τι μέρος ἐξαιρέτως ἐνοχλεῖται μὴ προκενωθεῖσιν, οὐ χρὴ ποιεῖσθαι τὴν κένωσιν ὁμότιμον ἐξ ἁπάντων, ἀλλ’ ὡς ἐπὶ τῶν ἀρχομένων ἤδη πάσχειν. διὸ τοὺς μὲν ποδαγρικοὺς ἐπ’ ἀγκῶνος χρὴ κενοῦν, ἐπιληπτικοὺς δὲ καὶ σκοτωματικοὺς ἀπὸ τῶν σκελῶν μᾶλλον. εἰ δὲ δι’ αἱμοῤῥοΐδος· ἐπίσχεσιν ἐπὶ φλεβοτομίαν ἥκοις, εἰ μὲν ἐπέχειν αὐτὴν βούλοιο, τὰς ἐν ταῖς χερσὶν, εἰ δὲ προτρέψαι, τὰς ἐν τοῖς σκέλεσι χρὴ τέμνειν φλέβας. ἀλλ’ ἐπί γε τῶν ἐπεσχημένων καταμήνια, τὰς ἐν σκέλει διαπαντός. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν αἱμοῤῥοΐδων, ἔνιοι μὲν ἀπηλλάχθαι τῆς τοιαύτης κενώσεως ἐθέλουσιν, ἔνιοι δὲ ἔχειν ἀγαπῶσιν, οὕτω κᾀπὶ τῆς ἐμμήνου καθάρσεως. ἡ μὲν γὰρ ἐκ τῶν αἱμοῤῥοΐδων κένωσις ὕποπτός ἐστιν ἀμετρίαν τοσαύτην ἐλθεῖν, ὡς ἤτοι παραχρῆμα τὸν ἄνθρωπον ἀνελεῖν, ἢ ὑδερώδη γε πάντως, ἢ καχεκτικὸν ἀπεργάσασθαι. ταῖς δ’ ἐκ τῶν μητρῶν κενώσεσιν ὡς ἂν κατὰ φύσιν οὔσαις οὐδὲν τοιοῦτον συμπίπτει. συμβαίνει μέντοι ἐνίοτε καὶ τὰς μήτρας ἐξ ἀναβρώσεως αἱμοῤῥαγεῖν, ἐφ’ ὧν οὐκέθ’ ὁ
308
αὐτὸς σκοπὸς τῆς θεραπείας ἐστίν. οὐ γὰρ φέρεσθαι τὸ αἷμα καθάπερ ἐκ τῶν καταμηνίων, ἀλλὰ παντάπασι στῆναι βουλόμεθα. κοινὸς οὖν ἐπὶ τούτων ἁπάντων ἦρος εἰσβάλλοντος ἐπὶ φλεβοτομίαν ἡκόντων ὅδε ὁ λόγος ἐστὶν, εἰ μὲν ἐξαιρέτως ἀσθενές τι μόριον ἔχοιεν, ἐφ’ ὃ τὸ ἀθροιζόμενον πλῆθος διήκει, ἀντισπαστικῶς κενοῦν. εἰ δὲ μηδὲν εἴη τοιοῦτον, ὅθεν ἂν ἑκάστῳ φίλον ᾖ, πλὴν τῶν δι’ αἱμοῤῥοΐδος ἐπίσχεσιν ἢ καταμηνίων, ὡς ὀλίγον ἔμπροσθεν διώρισται.

Εἴρηται μὲν οὖν δυνάμει καὶ περὶ τούτου διὰ τῶν ἔμπροσθεν, ἄμεινον δὲ καὶ νῦν ἅπαντα διελθεῖν, ἀθροίζοντα μὲν εἰς ἕνα λόγον τοῦτον ὅσα πρόσθεν εἴρηται, προσεπιδιορίζοντα δὲ τὰ μὴ διωρισμένα. καθόλου μὲν οὖν τοῦτο γνωστέον, ὡς οὐ χρὴ προσέχειν ἡμερῶν ἀριθμὸν πρῶτον ἐπὶ φλεβοτομίας, ὥσπέρ τινες ἔγραψαν καὶ ἔνιοι μὲν πάνυ γελοίως μετὰ τὸν τῆς τρίτης παροξυσμὸν, ὁπόταν, ὡς φασὶν, ἤδη τινὰ διάγνωσιν ἔχωμεν ὁποία τίς εστι κατά τε τὴν ἰδέαν καὶ τὸ ἦθος, ὅλην τε τὴν

309
ἑαυτῆς φύσιν ᾗ νόσος· ἔνιοι δὲ τὸν μὲν ἐξοχώτατον ὅρον τῆς φλεβοτομίας ὥρισαν εἶναι τὴν τετάρτην ἡμέραν, ἐντὸς δὲ αὐτῆς συγχωροῦσι φλεβοτομεῖν ἐν τοῖς τῶν παροξυσμῶν διαλείμμασι, ὁπότε ἐθελήσαιεν· ἔνιοι δὲ σπεύδουσιν ἀφαιρεῖν ἐφ’ ὧν ἂν ὁρίσωσιν αἵματος ἀφαιρέσεως εἶναι χρείαν, ἔτι μεταῤῥέοντος αὐτοῦ, καὶ μηδέπω κατεχομένου βεβαίως ἔν τινι μέρει δεξαμένῳ τὴν περιουσίαν ἓν μόνον ἐπισκοποῦντες, εἰ μὴ διαφθορά τις εἴη γεγονυῖα τῆς ἐν τῇ γαστρὶ πεπτομένης τροφῆς, ἢ βραδυπεψία τις, ἢ καὶ σιτία περιεχόμενα κατ’ αὐτὴν. ὅτι μὲν οὖν σπεύδειν προσήκει ἐφ’ ὧν ἐστι χρεία κενώσεως, εἰ μή που προπεφθῆναι δέον τὰ σιτία καὶ τοὺς κατὰ τὰς πρώτας φλέβας ἡμιπέπτους χυμοὺς, κάλλιστα λέγουσι καὶ πιστέον αὐτοῖς. ἀλλ’ ἐπεὶ πολλάκις ἡμέρας πέντε ἤδη ἢ ἓξ ἄγοντός τινος ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὴν θεραπείαν αὐτοῦ καλούμεθα, καλῶς ἂν ἔχοι φλεβοτομεῖν, εἰ καὶ παρελείφθη τοῦ βοηθήματος ὁ πρῶτος καιρός. ἐν ᾗ γὰρ ἂν ἡμέρᾳ τοὺς σκοποὺς τῆς φλεβοτομίας ἐπὶ
310
τοῦ κάμνοντος εὑρίσκῃς, ἐν ἐκείνῃ πράξεις τὸ βοήθημα, κᾂν εἰκοστὴν ἡμέραν ἀπὸ τῆς ἀρχῆς ἔτυχεν εἶναι. τίνες δ’ ἦσαν οἱ σκοποί; μέγα τὸ νοσήμα, ῥώμη τῆς δυνάμεως ὑπεξῃρημένης τῆς ἡλικίας παιδικῆς καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἱκανῶς θερμοῦ. ἐπεὶ δὲ προκαταλύεται τοῦ χρόνου προϊόντος ἡ δύναμις ἐν τοῖς πλείστοις νοσήμασι, διὰ τοῦθ’ ὁ τῆς φλεβοτομίας καιρὸς ἀναιρεῖται τὸ πλῆθος τῶν ἡμερῶν, οὐ πρῶτος τοῦτ’ ἐργαζομένου, ἀλλὰ διὰ μέσου, πρὶν καταλυθῆναι τὴν δύναμιν. ὥστ’ εἰ κατὰ τὴν δευτέραν ἡμέραν μετὰ τὴν ἀρχὴν φαίνεται καταλυομένη ποθ’ ἡ δύναμις, ἀφεξώμεθα τῆς φλεβοτομίας.