Πάλιν δὲ ἐξ ἀρχῆς ἀνελθόντες ἐπὶ τὸ προκείμενον σκέμμα διέλθωμεν ὅσα γιγνώσκομεν ἀναγκαιότατα βουλομένοις ἀβλαβεῖς ἀεὶ τὰς φλεβοτομίας ἐργάζεσθαι. πρῶτον μὲν ἐπίστασθαι προσήκει τοὺς εἰρημένους σκοποὺς τοῦ βοηθήματος αὐξομένους μὲν ἐνδείκνυσθαι πλέονα κένωσιν, ἐκλυομένους δὲ καθαίρειν εἰς τοσοῦτον τὴν ποσότητα τῆς κενώσεως, εἰς ὅσον ἐμειώθησαν αὐτοί. μέγεθος οὖν νοσήματος ἅμα ῥώμῃ δυνάμεως οἱ πρῶτοι σκοποὶ φλεβοτομίας ἦσαν, ὁ μὲν ὡς ἐνδεικνύμενος αὐτὸς ἃ χρὴ πράττειν, ὁ δ’ ὡς οὐ κωλύων ἐκεῖνον, ὅπερ ἀντιενδείκνυσθαι καλοῦσιν ἔνιοι τῶν νεωτέρων
290
ἰατρῶν. ἐνίοτε γὰρ ἡ μὲν διάθεσις ὑπαγορεύει τὴν φλεβοτομίαν, ἡ δ’ ἀῤῥωστία τῆς δυνάμεως κωλύει. τούτων δ’ ἀμφοτέρων τῶν σκοπῶν ὑπαρχόντων, δῆλον μὲν, ὡς ἐλέχθη πρόσθεν, οὐδὲ πλῆθος ἐστὶ χυμῶν ὠμῶν τοσούτων τε καὶ τοιοῦτον ὡς κωλῦσαι τὸ βοήθημα. συνεπισκέπτεσθαι δ’ ἐφεξῆς ὁποία ἡ φυσικὴ κρᾶσίς ἐστι τἀνθρώπου. τοὺς μὲν γὰρ μεγάλας ἔχοντας τὰς φλέβας, ἰσχνούς τε μετρίως καὶ μὴ λευκοὺς μηδ’ ἁπαλοσάρκους ἀφειδέστερον κενώσεις, τοὺς δ’ ἐναντίους φειδομένως. αἷμά τε γὰρ ὀλίγον ἔχουσιν εὐδιαφόρητόν τε τὴν σάρκα. κατὰ τούτον οὖν τὸν λόγον οὐδὲ τοὺς παῖδας φλεβοτομήσεις μέχρι τεσσαρακαιδεκαετοῦς ἡλικίας, μετὰ δὲ ταύτην ἐὰν αἷμα πάμπολύ τε φαίνηται ποτὲ ἠθροισμένον, ἥ θ’ ὥρα τοῦ ἔτους ἐαρινὴ καὶ τὸ χωρίον εὔκρατον φύσει καὶ ἡ τοῦ παιδὸς φύσις εὔαιμος, ἀφαιρήσεις ἔτι μᾶλλον αἷμα, εἰ κίνδυνος ἐφεδρεύει περιπνευμονίας, ἢ συνάγχης, ἢ πλευρίτιδος, ἢ τινὸς ἄλλου ὀξέος καὶ σφοδροῦ νοσήματος. ἀφαιρήσεις δὲ τὸ πλεῖστον ἄχρι κοτύλης τὸ πρῶτον. ἐὰν δέ σοι μετὰ ταῦτα ἐπισκεπτομένῳ δόξῃ τὰ τῆς δυνάμεως
291
ἰσχυρὰ διαμένειν, ἥμισυ προσθήσεις κατὰ τὴν ἐπαφαίρεσιν. ἔμαθες δὲ τῷ σφοδρῷ σφυγμῷ μετὰ ὁμαλότητος ὡς ἀψευδεῖ σημείῳ πιστεύειν περὶ δυνάμεως ἰσχυρᾶς, ἐξ ἐπιμέτρου δὲ καὶ τῷ μεγάλῳ. καὶ τοίνυν καὶ τοὺς ἑβδομηκοντούτας φλεβοτομήσεις ὧν εἴρηκα σφυγμῶν παρόντων, ἐπειδὰν ἡ διάθεσις κελεύῃ. εἰσὶ γὰρ ἔτι καὶ κατὰ τὴν ἡλικίαν τήνδε πολύαιμοί τινες ἅμα ῥώμῃ δυνάμεως, ὥσπερ ἕτεροι ξηροὶ, καὶ ὀλίγαι μοι καὶ ῥᾳδίως μελαινόμενοι πᾶν τὸ πληγὲν μέρος. οὐ προσέξεις οὖν τῷ ἀριθμῷ μόνον, καθάπερ ἔνιοι προσέχουσιν, ἀλλὰ τῇ τοῦ σώματος ἕξει. καὶ γὰρ ἑξηκοντοῦταί τινες οὐκέτι φέρουσι φλεβοτομίαν, ἑβδομηκοντοῦται δὲ φέρουσιν. ἀλλὰ ἔλαττον ἀφαιρήσεις δηλονότι τούτων, εἰ καὶ τὴν αὐτὴν ἔχειν φαίνονται διάθεσιν ἀκμαστικῷ σώματι.
Κάλλιστον μὲν πρὸ τοῦ διαιρεῖν τὴν φλέβα τὰ τοιαῦτα πάντα ἐπισκέπτεσθαι, καὶ μάλιστα περὶ αἱμοῤῥοΐδων ἐπισχομένων καὶ γυναικείας καθάρσεως. ὁπότε γὰρ σχασθείσης τῆς φλεβὸς ῥέῃ τὸ αἷμα, τῇ μεταβολῇ μὲν
292
αὐτοῦ, καὶ μάλισθ’ ὅταν ᾖ ἤδη φλεγμονὴ, καὶ τῷ τόνῳ δὲ τῆς ῥύσεως ὁκλάζοντι, μάλιστα δὲ τῇ μεταβολῇ τῶν σφυγμῶν ὡς ψευδεῖ γνωρίσματι προσέχειν δεῖ τὸν νοῦν καὶ παύειν αὐτίκα μεταβάλλοντος ἢ κατὰ μέγεθος ἢ κατὰ ἀνωμαλίαν ἡντινοῦν. περὶ μὲν γὰρ τῆς εἰς ἀμυδρότητα μεταβολῆς τί δεῖ καὶ λέγειν; ἔμαθες γὰρ ἐν τῇ ποιότητι ταύτῃ βεβαίαν γίγνεσθαι διάκρισιν ἰσχυρᾶς τε καὶ ἀσθενοῦς δυνάμεως. ἐφ’ ὧν δὲ ἐγγὺς τῆς διαιρουμένης φλεβὸς ἐστί τις φλεγμονὴ μεγάλη, κάλλιστον ἀναμένειν τὴν μεταβολὴν τοῦ αἵματος ἔν τε τῇ χροιᾷ καὶ τῇ συστάσει, καθάπερ καὶ ὁ Ἱπποκράτης ἐδήλωσεν ἐν τῷ περὶ διαίτης ὀξέων, ἐπὶ πλευρίτιδος ποιούμενος τὸν λόγον. ἕτερον γάρ ἐστι τὸ κατὰ φλεγμονὴν αἷμα τοῦ κατὰ φύσιν, ἐπιθερμαινόμενον ἐπιπλέον, εἰ μὲν ἦν ἔμπροσθεν ὠμότερον, ἐρυθρότερον καὶ ξανθότερον γίνεται, εἰ δὲ τοιοῦτον ἦν ἔμπροσθεν, ἐπὶ τὸ μέλαν ἐκτρέπεται κατοπτώμενον, διὰ τοῦτο ἔγραψεν ἐπὶ τῶν πλευριτικῶν ὁ Ἱπποκράτης ὧδε· ὁποίαν δὲ χρὴ τέμνειν τὴν ἐν ἀγκῶνι φλέβα τὴν εἴσω καὶ μὴ ὀκνεῖν
293
συχνὸν ἀφαιρήσειν, ἔστ’ ἂν ἐρυθρότερόν τε καὶ ξανθότερον πολὺ ῥυῇ, ἢ ἀντὶ καθαροῦ τε καὶ ἐρυθροῦ πελιδνόν. ἀμφότερα γὰρ γίνεται, σημεῖον γὰρ τίθεται τοῦ μετειλῆφθαί τι τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος εἰς τὴν τετμημένην φλέβα, τῷ φανῆναι μεταβολὴν ἐν αὐτῷ. οὐ μὴν ἐκ παντὸς τρόπου περιμένειν χρὴ ταύτην, ἀλλ’ ἔσθ’ ὅτε καὶ πρὸ τοῦ γενέσθαι παύεσθαι προσήκει διὰ διττὴν αἰτίαν, ἤτοι δυνάμεως ἀῤῥωστούσης ἢ κακοήθους φλεγμονῆς, ἐνίοτε γὰρ οὐδὲν μεθίησιν, ἀλλὰ ἔσφικται σφοδρῶς. εἰ μέντοι ἡ δύναμις μὴ φαίνοιτο καταλυομένη διὰ τῆς κενώσεως, εἴδη δὲ τοῦτο τῶν σφυγμῶν ἁπτόμενος, ὅταν φλεβοτομούμενος ἀκμάζων εἴη, περιμένειν προσήκει τὴν μεταβολὴν, καὶ μᾶλλον εἰ τὸ περιέχον εὔκρατον εἴη. δύο γάρ ἐστι ταῦτα δι’ ἃ μάλιστα γίγνεται στοχαστικὸν τὸ ποσὸν τῆς κενώσεως ἐν τούτῳ τῷ βοηθήματι, τοῦ τε κάμνοντος ἡ φύσις ὁποία τίς ἐστιν ἀδυνατούντων ἡμῶν ἀκριβῶς διαγνῶναι, τοῦ τε περιέχοντος ἡ κρᾶσις ὁποία τις ἔσται μετὰ τὴν φλεβοτομίαν. ὁπόταν γὰρ ἡ μὲν πυρετώδης θερμασία διαφορῇ πολὺ τοῦ αἵματος, ἐνδεῶς δ’ ὁ κάμνων ᾖ διαιτώμενος, ἐξ ἀνάγκης ἐπιλείπῃ ταχέως αὐτὸν
294
ἡ ἐκ τοῦ αἵματος τροφὴ, κᾀν τούτῳ καταλυθῇ ἡ δύναμις. ἐκδαπανᾶται δὲ διὰ μὲν τὴν κρᾶσιν τοῦ νοσοῦντος, ὑγράν τε καὶ θερμὴν οὖσαν, οἵα περ ἐστὶ καὶ ἡ τῶν παίδων, διὰ δὲ τὸ περιέχον ἐν χώρᾳ θερμῇ καὶ ὥρᾳ θερινῇ. διὰ τοῦτ’ οὖν ἔλαττον ἀφαιροῦμεν ἢ τὸ πλῆθος ὑπαγορεύει, κατὰ μὲν τὰς ἡλικίας ἐπὶ τῶν παίδων, κατὰ δὲ τὰς ἕξεις τοῦ σώματος ἐπὶ τῶν ἁπαλοσάρκων καὶ λευκῶν, οἷοί περ εἰσὶν οἱ Κελτοὶ, κατὰ δὲ τὰς ὥρας ὑπὸ τοῦ κυνός. παραπλησίως δὲ κατὰ τὰ χωρία καὶ τὰς καταστάσεις. καθ’ ἕτερον δὲ τρόπον, ὡς εἴρηται καὶ ἔμπροσθεν ἐπὶ τῶν ἐναντίων, ὅπερ ἐστὶν ἐπὶ τῶν ψυχρῶν ὡρῶν τε καὶ χωρῶν, εὐλαβούμεθα κένωσιν δαψιλῆ διὰ τὴν ἑπομένην κατάψυξιν. οὔκουν οἷόν τε διὰ γραφῆς ἐφ’ ἑκάστῳ τῶν εἰρημένων ἓν ἀφορίσαι κενώσεως μέτρον. οἶδα γὰρ ἐπ’ ἐνίων μὲν αὐτάρκως ἀφελεῖν στ΄ λίτρας αἵματος, ὡς τόν τε πυρετὸν αὐτίκα σβεσθῆναι καὶ μηδεμίαν ἀκολουθῆσαι κάκωσιν τῆς δυνάμεως· ἐπ’ ἐνίων δὲ μίαν καὶ ἡμίσειαν οὐκ ἄνευ τοῦ βραχύ τι παραβλάψαι τὴν δύναμιν, ἐφ’ ὧν εἰ δύο τις ἐκένωσεν, ἔβλαψεν ἂν ἐσχάτως. διὰ τοῦτ’ οὖν οἶδα καὶ
295
μίαν ἀφῃρηκὼς λίτραν ἐνίοτε ὠφελίμως, καί ποτε καὶ ταύτης ἐλάττονα, ἀπὸ φλεβὸς κατ’ ἀγκῶνα καὶ ἰγνύαν καὶ ἀστράγαλον, ὡς ἔκ τε τῶν παρὰ τοὺς μεγάλους κανθοὺς τῶν ὀφθαλμῶν ἢ ὑπὸ τὴν γλῶτταν, οὐδὲ ῥεῖν εἴωθεν ἀξιόλογον, ὥσπερ οὐδ’ εἴ τις ἐν ποσὶν ἢ ἄκραις χερσὶ τέμνει φλέβα, καθάπερ καὶ οἱ σπλῆνα θεραπεύσασθαι νομίζοντες ὑπὸ τῆς παρὰ τὸν δεύτερον τῶν μικρῶν δακτύλων φλεβὸς τμηθείσης, ὑπὲρ ἧς ἐπιπλέον ἐφεξῆς εἰρήσεται.