De curandi ratione per venae sectionem

Galen

Galen, De curandi ratione per venae sectionem

Τὴν αὐτὴν δὲ γνώμην ἴστε με καὶ περὶ γυναικῶν ἔχοντα τῶν ἐπεσχημένων τὴν ἔμμηνον κάθαρσιν. οὐδὲ γὰρ οὐδ’ ἐπὶ τούτων ἀναβάλλεσθαι χρὴ τὴν κένωσιν. οὐ μὴν ἀναγκαῖόν γε σχάσαι τὴν φλέβα. καὶ γὰρ αἱ τῶν σφυρῶν ἀποχαράξεις ἱκαναὶ κενῶσαι τὸ περιττὸν, ἔχουσαί τι καὶ ἄλλο προτρεπτικὸν εἰς τὴν τῶν ἐμμήνων κίνησιν, ὥσπερ γε καὶ αἱ κατὰ τὰ σφυρὰ καὶ τὰς ἰγνύας φλεβοτομίαι. τὰς γὰρ ἐξ ἐπισχέσεως καταμηνίων ἀπὸ τῶν σκελῶν πάντως κενώσεις, εἴτε φλέβα χρὴ τέμνειν, εἴτ’ ἀποσχάζειν. ἀντισπᾶν γὰρ εἴωθεν ἡ ἐξ ἀγκῶνος φλεβοτομία τὰς τῶν γυναικῶν καθάρσεις, ἀθροίζουσι δὲ καὶ τούτων αὐτῶν ὅσαι μὲν λευκότεραι λεπτότερον αἷμα, καὶ διὰ τοῦτο ταῖς ἀπὸ τῶν σφυρῶν ἀμυχαῖς ὀνίνανται μάλιστα. τὰς μελαντέρας δὲ φλέβας τέμνων θεράπευε. παχύτερον γὰρ ἀθροίζουσιν αἷμα καὶ μελαγχολικώτερον, ἔτι δὲ μᾶλλον ἂν μεγάλας ἔχειν φαίνωνται τὰς φλέβας. ὑπάρχει

284
δὲ τοῦτο ἰσχνοτέραις τε καὶ μελαντέραις. εὐσάρκοις δὲ καὶ λευκαῖς σμικρότης τῶν φλεβῶν, ἐφ’ ὧν ἀποσχάζειν ἄμεινον τὰ σφυρὰ τοῦ τέμνειν τὴν φλέβα. καὶ γὰρ καὶ μικρὰς αὗται τὰς ἐν τοῖς σκέλεσι φλέβας ἔχουσιν, ὥστε οὐδὲ ῥεῖ τὸ σύμμετρον, εἰ καὶ καλῶς τμηθείη. οὐ χρὴ δὲ ὑμᾶς καταφρονεῖν φλεβοτομίας ὡς οὐκ ἀντισπαστικοῦ βοηθήματος, ἑωρακότας ἐμὲ πολλάκις ἐπὶ τῆς ἐκ ῥινῶν αἱμοῤῥαγίας, ὅταν ᾖ σφοδρὰ, χρώμενον τῷ βοηθήματι καὶ παύοντα τὴν ῥύσιν αὐτίκα. προσήκει δ’, ὡς ἐθεάσασθε, μὴ περιμένειν εἰς ἔσχατον ἀφικέσθαι καταπτώσεως τὴν δύναμιν, ἀλλ’ ὅταν ἤδη δοκῇ κεκενῶσθαι μὲν τὸ σύμμετρον, ἡ δ’ ὁρμὴ τῆς φορᾶς τοῦ αἵματος ἰσχυρὰ διαμένῃ, τέμνειν ἐν ἀγκῶνι φλέβα, δεξιοῦ μὲν αἱμοῤῥαγοῦντος μυκτῆρος τῇ δεξιᾷ χειρὶ, θατέρου δὲ κατὰ τὴν ἀριστεράν· ἅμα δὲ τοῦτο τῷ ἔργῳ καὶ τοῖς κώλοις περιβάλλειν δεσμοὺς ἐκ ταινίων ἢ ἐρίων καὶ συκίαν ὑποχονδρίῳ προσβάλλειν ᾧ κατ’ εὐθύ· ταῦτα γὰρ καὶ ἡμεῖς ποιοῦντες, ὡς ἴστε, διαπαντὸς ἐπέσχομεν τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας, πειρασθέντες ἔμπροσθεν ὧν 
285
γεγράφασιν εἴς τε τὰς ῥῖνας ἐκτιθεμένων φαρμάκων, ἐπί τε τοῦ μετώπου καταχριομένων πάντων ἀσθενῶν. ὥστε πρὸς τοῖς εἰρημένοις περὶ φλεβοτομίας ἔμπροσθεν καὶ τοῦτο καταβάλλει τὸν Μηνοδότου λόγον, ἡγουμένου τὴν πληθωρικὴν ὀνομαζομένην συνδρομὴν ἀναμιμνήσκειν ἡμᾶς τοῦ βοηθήματος. ἡ γὰρ εἰρημένη νῦν διάθεσις ἐναντία σαφῶς ἐστὶ τῇ πληθωρικῇ. παραλαμβάνομεν δ’ ἐπ’ αὐτῆς τὴν φλεβοτομίαν οὐχ ὡς κενωτικὸν, ἀλλ’ ὡς ἀντισπαστικὸν βοήθημα.

Οὐδὲν οὕτω τὴν ἰατρικὴν τέχνην ἐν ταῖς πράξεσιν ἀποφαίνει στοχαστικὸν, ὡς τὸ ποσὸν ἑκάστου τῶν βοηθημάτων. εἰδότες γοῦν ἀκριβῶς πολλάκις ὡς καιρὸς τοῦ δοῦναι τροφὴν ἢ ποτὸν ἤτοι θερμὸν ἢ ψυχρὸν ἐνέστηκεν, ὁπόσον χρὴ δοῦναι βεβαίως οὐκ ἴσμεν. ὡσαύτως δὲ κᾀπὶ τῶν καθαιρόντων φαρμάκων, ὅτι ἤτοι χολῆς ξανθῆς, ἢ μελαίνης, ἢ φλέγματος, ἢ τῶν ὀῤῥωδῶν περιττωμάτων ἐστὶ δοτέον τῷ κάμνοντι κενωτικὸν φάρμακον ἀκριβῶς ἴσμεν ἐνίοτε, πόσον δὲ δοῦναι προσήκει οὐκ

286
ἐπιστάμεθα. ἀλλὰ τοιαύτη μὲν ἡ δόσης ἐπανόρθωσιν οὐδεμίαν ἔχει. τὸ γὰρ ἅπαξ εἰς τὴν γαστέρα καταποθὲν φάρμακον οὐ δύναται μὴ καταπεπῶσθαι πᾶν, οὐδ’ ἔστιν οἷόν τε μᾶλλον ἤδη καθαιρομένου τοῦ ἀνθρώπου μέρος ἀφελεῖν τι τοῦ προσενηνεγμένου. ἐπὶ δὲ τῆς φλεβοτομίας ἀγαθὸν τοῦτο μέγιστον ὑπάρχει, παύειν ὁπότε βούλοιο τὴν κένωσιν, εἶτ’ αὖθις πάλιν ἐν ᾧπερ ἂν ἐθελήσεις καιρῷ ῥεῖν ἐπιτρέπειν, ἄχρις ἂν ὀρθῶς ἔχειν σοι φαίνηται. διόπερ ἄμεινον ἐστὶν, ἐὰν μηδὲν ἐπείγῃ, τὴν πρώτην ἀφαίρεσιν ἐλλιπέστερον ποιησάμενοι, ἐπαφαιρεῖν αὖθις· εἰ δὲ βούλοιο, καὶ τρίτον. ἐφ’ ὧν οὖν ἐστὶ κενώσεως μὲν χρεία πολλῆς, οὐκ ἰσχυρὰ δ’ ἡ δύναμις, ἐπὶ τούτων προσήκει ταμιεύεσθαι τὴν κένωσιν, ὥσπερ ἀμέλει κᾀπὶ τῶν πλῆθος ἐχόντων ὠμοτέρων χυμῶν ἐθεάσασθέ με πράττοντα. κενώσας γὰρ ὀλίγον αἷμα εὐθέως δίδωμι μελικράτου καλῶς ἡψημένου μετά τινος τῶν λεπτυντικῶν φαρμάκων ἢ ὑσσώπου ἢ ὀριγάνου καὶ ποτὲ καλαμίνθης, ἢ γλήχωνος, ἢ καὶ μετὰ τοῦ μελικράτου, ἢ ὀξυμέλιτος, ἢ ὀξυγλυκέως, εἶτ’ αὖθις ἐπαφαιρῶ ποτὲ μὲν ἐπὶ τῆς αὐτῆς ἡμέρας, ἐνίοτε δὲ
287
κατὰ τὴν ὑστεραίαν, ἐν ᾗ πάλιν ὁμοίως διδοὺς τῶν εἰρημένων τι φαρμάκων αὖθις ἐπαφαιρῶ, καὶ κατὰ τὴν τρίτην ἡμέραν δὶς ὡσαύτως. ἀλλ’ ὅταν ᾖ ζέοντος αἵματος πλῆθος, ἀνάπτον ὀξύτατον πυρετὸν, ἀθρόας ἐστὶ κενώσεως χρεία. καὶ τοῦτο χρὴ πειρᾶσθαι κενοῦν, ἄχρι λειποθυμίας, ἐπισκεψάμενον τὴν ῥῶσιν τῆς δυνάμεως. ὥστε ἐνίων οἶδα κοτύλας ἓξ ἀφελεῖν εὐθέως ἤτοι κατὰ τὴν δευτέραν ἢ τὴν τρίτην ἢ τὴν τετάρτην ἡμέραν. ἐνίοτε καὶ κατὰ τὴν πρώτην αὐτὴν, ὅταν μὲν πυρετὸς ἄρξηται περὶ τὰ πρῶτα τῆς νυκτὸς ἢ τὰ μέσα, καλῶς δ’ ᾖ πεπεμμένα τὰ κατὰ τὴν προτεραίαν ἐδηδεσμένα. τινῶν δὲ κατὰ τὴν προτεραίαν ἀνωμαλίαν ἵδρωτα ἢ ἄλγημα κεφαλῆς ἢ ἄλλου τινὸς μέρους ᾐτιασμένων, καὶ διὰ τοῦτο ἐνδεῶς διαιτηθέντων, ἀρχομένων δὲ πυρέττειν, νυκτὸς ἤδη προηκούσης, οἶδα κατὰ τὴν πρώτην ἡμέραν τελευτῶσαν ἀφελὼν αἵματος. ἐφ’ ὧν γὰρ ἄν σοι φαίνηται ζέοντος αἵματος πλῆθος, ὅτι τάχιστα πειρῶ κενοῦν αὐτὸ πρὶν ἐπί τι κατασκήψει μόριον κύριον, ὥστε καὶ διὰ τῆς νυκτὸς οὐκ ὀκνήσεις τεμεῖν ἐνίοτε φλέβα. γελοῖον γὰρ ὅπερ οἱ πολλοὶ πράττουσιν ἀπὸ
288
δευτέρας ὥρας ἡμέρας ἄχρι έ ἢ στ΄ ἀφαιροῦντες μόνον αἵματος, ἐν ἄλλῳ δ’ οὐδενὶ χρόνῳ οὓς εἰ μὴ καὶ κλυστῆρσι καὶ τροφῆς προσφορᾷ καὶ τοῖς ἄλλοις βοηθήμασιν ἑώρων χρωμένους ἐν ἅπαντι καιρῷ τῆς νυκτὸς, ἐνῆν ἄν μοι χαλεπὸς ὁ πρὸς αὐτοὺς λόγος. ἐπεὶ δὲ πάντα πράττοντες οὐ τὸν ὡρισμένον ἀριθμὸν ὡρῶν ἕνα καὶ κοινὸν ἐπὶ πάντων τῶν νοσούντων, ἀλλ’ ὡς ἂν ὑπαγορεύῃ τὸ πάθος ἐπὶ μόνης τῆς φλεβοτομίας τὸν εἰρημένον ἀρτίως ἀεὶ περιμένουσι καιρὸν, εὐφωρότατον ἴσχουσι τὸ σφάλμα. τοὺς οὖν οὕτω διακειμένους ἀῤῥώστους, ὡς εἰρήκαμεν, προσήκει μέχρι λειποθυμίας ἄγειν. ἐνίους γὰρ αὐτῶν οἶδα καταψυχθέντας μὲν ἐξ ἀνάγκης ἐπὶ τῇ λειποθυμίᾳ, προσγενομένων δὲ νοτίδων ἐν ὅλῳ τῷ σώματι καὶ τῆς γαστρὸς καταῤῥαγείσης ἐν τάχει παυσαμένους τῆς νόσου. προσέχειν μέντοι καλῶς ἔχει τῇ καθαιρέσει τῶν σφυγμῶν, ἐφαπτόμενον αὐτῶν ἔτι ῥέοντος τοῦ αἵματος, ὥσπερ κᾀπὶ τῶν ἄλλων ἁπάντων εἴωθα πράττειν τῶν φλεβοτομουμένων, ὅπως μή ποτε λάθῃς αὐτὸν ἀντὶ λειποθυμίας θάνατον ἐργασάμενος, ὅπερ οἶδα τρισὶν ἰατροῖς γενόμενον.
289
ἐφλεβοτόμησεν εἰς μὲν αὐτῶν γυναῖκα πυρέττουσαν, ἑκάτερος δὲ τῶν ἄλλων ἄνδρα μέχρι λειποθυμίας τοσαύτης ὡς μηκέτι ἀναληφθῆναι. καὶ διὰ τοῦτο αὐτὸ βέλτιόν ἐστι φυλάττεσθαι τὰς ἀθρόας κενώσεις, εἰ μή τις ἀνάγκη μεγάλη κελεύῃ. καὶ μέντοι καὶ ἡ ἀντίσπασις οὐ μικρὸν οὖσα βοήθημα καὶ διὰ φλεβοτομίας γιγνομένη πολλάκις ὅσῳ περ εἰς ἀριθμὸν πλέονα τὰς κατὰ μέρος ἀφαιρέσεις αὐξήσεις, τοσοῦτον δραστικώτερον γίνεται. ταῦτα μὲν οὖν ἀμείνω προεγνῶσθαι.