De dignoscendis pulsibus

Galen

Galen, De dignoscendis pulsibus

Ὅτι μὲν ἡ τοῦ συμμέτρου καθ’ ἕκαστον γένος σφυγμοῦ νόησίς τε καὶ διάγνωσις ἡγεῖται τῆς τῶν ἀμέτρων καὶ ὡς ἐν τοῖς ἄριστα κατεσκευασμένοις σώμασιν αἱ ἀρτηρίαι πᾶσαι σύμμετρον σφύζουσιν, ἐν τῷ πρὸ τούτου λόγῳ διήλθομεν· εἰς τίνα δὲ χρὴ σκοπούμενον γνωρίσματα, καθ’ ὅν τινα χρὴ τρόπον ἐπιβάλλοντα τοῖς σφυγμοῖς τοὺς δακτύλους ἀσκεῖν τὴν ἁφὴν διαγνωστικὴν ἐξ ἑτοίμου γίγνεσθαι τῆς τε συμμετρίας αὐτῶν καὶ τῆς ἀμετρίας, ἐφεξῆς ἐροῦμεν, ἀπὸ τοῦ κατὰ τὴν κίνησιν ἀρξάμενοι γένους. ὅτι

879
μὲν οὖν τὸ ποσὸν τοῦ χρόνου μόνον οὐχ ἱκανὸν γνώρισμα συμμέτρου τε καὶ ἀσυμμέτρου κινήσεως, ἀλλὰ καὶ τὰς διαστάσεις καθ’ ὧν ἠνέχθη τὸ κινούμενον ἐπιβλέπειν χρὴ, διὰ τῶν ἔμπροσθεν αὐτάρκως ἐπεδείξαμεν, ἔνθα καὶ τοὺς ἐξηγουμένους κακῶς τὸν ὅρον τοῦ ταχέος σφυγμοῦ διηλέγξαμεν, οὐ μὴν αὐτοί γ’ εἴπομεν ὅπως ἀκούειν χρὴ βέλτιον, ἀλλὰ νῦν ἐροῦμεν. οὔτε γὰρ μακροῦ δεησόμεθα λόγου, φθάνοντες ὅσα πρὸς τὴν νόησιν αὐτοῦ συντελεῖ διὰ τῶν ἔμπροσθεν ἐξηγήσασθαι, καὶ ἄλλως χρήσιμος ἡμῖν ὁ λόγος ἔσται πρὸς τὰ παρόντα. τοῦ τοίνυν ἐν ὀλίγῳ χρόνῳ περιγράφοντος ἡμῖν τὴν κίνησιν σφυγμοῦ ταχέος λεγομένου καὶ βραδέος αὖ τοῦ ἐν πολλῷ, πρὶν μὲν διορισθῆναι τὰ σημαινόμενα τῶν ὀνομάτων εἰκότως ἐσφάλλοντό τινες, οἰόμενοι ταὐτὸν ἔκ τε τοῦ πολλοῦ καὶ τοῦ πλείονος, ὀλίγου τ’ αὖ πάλιν καὶ ὀλιγωτέρου δηλοῦσθαι. δειξάντων δ’ ἡμῶν τὰ πρὸς ὁτιοῦν τὸ τυχὸν ἑκάστοτε λεγόμενα, τὰ δὲ πρὸς τὸ σύμμετρον ὁμογενὲς μόνον, οὐκέτι χαλεπὸν οὐδὲ νῦν εἶναι, πῶς ἐν ὀλίγῳ μὲν χρόνῳ τὴν τοῦ ταχέος σφυγμοῦ κίνησιν περιγράφεσθαι λέγομεν,
880
ἐν πολλῷ δὲ τὴν τοῦ βραδέος. εἰ γὰρ φθάνοιμεν γιγνώσκοντες ἐπὶ πόσῳ χρόνῳ πόσην ἤνυσε διάστασιν ὁ σύμμετρος σφυγμὸς, εἶθ’ ἑτέρου τὸν ἴσον ἔχοντος χρόνον, ἐλάττονα τὴν διάστασιν εὕροιμεν, ἐν πολλῷ χρόνῳ τὸν τοιοῦτον ἐροῦμεν κεκινῆσθαι. θαυμαζέτω δὲ μηδεὶς, εἰ δυοῖν κινήσεων τὸ ποσὸν τοῦ χρόνου ταὐτὸν ἐχουσῶν, τὴν ἑτέραν μόνον ἐν πολλῷ χρόνῳ γεγονέναι φαμὲν, οὐ μὴν ἀμφοτέρας ὁμοίως. καὶ γὰρ δυοῖν ἅμα παίδων πεμφθέντων εἰς διαφέροντας τόπους, εἶτ’ ἐπανελθόντων ἅμα, τὸν μὲν ἕτερον ἐπῃνέσαμεν, ὡς ἐν ὀλίγῳ χρόνῳ τὴν ὁδὸν ἀνύσαντα, τὸν δ’ ἕτερον ἐψέξαμεν, ὡς ἐν πολλῷ. πρὸς γὰρ τὸ τῆς ὁδοῦ μῆκος ἀποβλέποντες ὀλίγον ἢ πολὺν τὸν χρόνον εἶναί φαμεν, οὐχ ἁπλῶς. κατὰ τοῦτο μὲν δὴ καὶ σφυγμὸν ἐροῦμεν ἐν ὀλίγῳ χρόνῳ γιγνόμενον ταχὺν εἶναι, καὶ βραδὺν ἐν πολλῷ, καὶ τοὺς ὅρους τοὺς εἰρημένους ἀποδεξόμεθα καθ’ ὃν εἰρήκαμεν τρόπον ἐξηγούμενοι. εἰ δέ τῳ βίαιος ὁ τοιοῦτος εἶναι δοκεῖ τρόπος, ἀναμνησθεὶς ὅτι κατὰ θάτερον σημαινόμενον ἀκουόντων τῆς λέξεως, ἀπεδείχθησαν ψευδεῖς οἱ ὁρισμοὶ, πειράσθω ποιεῖν ἑτέρους
881
ὅρους. οὐ γὰρ πῶς ἄν ὁρίσαιτο, νῦν ἡμῖν πρόκειται σκοπεῖν, ἀλλὰ τὰς ἐννοίας τῶν πραγμάτων ἀκριβῶς διαρθρῶσαι, μή πῃ σφαλέντες ἐν ταύταις καὶ περὶ τὴν διάγνωσιν αὐτῶν τῶν σφυγμῶν σφαλῶμεν. ὅπερ οὖν ἀναγκαῖον ἦν εἰς τὴν διάγνωσιν, ὑφ’ ἡμῶν εἰρημένον. εἰ δέ τις βούλοιτο μαθεῖν ἐπ’ αὐτῷ συντιθέναι τινὰς ὁρισμοὺς, οὐκ ἄχαρι μὲν ἴσως γυμνάσιον γυμνάσαιτ’ ἂν, οὐ μὴν τοῖς γε προκειμένοις ἀναγκαῖον. ὅθεν οὐδ’ ἡμεῖς περὶ τοῦ πῶς ὁρίζεσθαι χρὴ τοὺς τοιούτους σφυγμοὺς ἐροῦμεν. οὔτε γὰρ ἀναγκαῖον ὅλως οὔτ’, εἴ τῳ καὶ ἀναγκαῖον φαίνοιτο, τῆς προειρημένης πραγματείας οἰκεῖον, ἀλλ’ ἐν τῷ τετάρτῳ περὶ διαφορᾶς σφυγμῶν ἱκανῶς εἴρηται περὶ αὐτῶν. τῆς δ’ ἐννοίας μόνης ἀξιώσαντες εἰς τὰ προκείμενα μνημονεύειν, ἐπὶ τὸ συνεχὲς τοῦ λόγου μεταβῶμεν. ἤδη γὰρ ὅπερ ἡμεῖς εὕρομεν ἐν αὐτοῖς, εἰπεῖν καιρὸς, εἰς τὴν διάγνωσιν αὐτοῦ συντελοῦν μέγα. μᾶλλον δ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, τὸ πᾶν ἤδη ῥηθήσεται. ἀξιοῦμεν γὰρ οὐδὲ τοῦ χρόνου καὶ τῆς διαστάσεως τὸ ποσὸν σκοπεῖν, ἀλλ’ οὐδὲ τὰς ἐν
882
αὐτοῖς ἀναλογίας, ὑπὲρ ὧν ἐν τῷ πρὸ τοῦδε βιβλίῳ διεληλύθαμεν, ἡνίκα τὸν θάττονα καὶ τὸν βραδύτερον ἐδιδάσκομεν σφυγμόν. ἐκεῖ μὲν γὰρ ἀναγκαίως εἴρηται πρὸς τὸ τῆς πλάνης ἐπισχεῖν τοὺς τῷ ποσῷ τοῦ χρόνου μόνῳ διακρίνοντας αὐτοὺς, εἰς δὲ τὴν διάγνωσιν χαλεπὰ καὶ μακρὰ καὶ δυσσυλλόγιστα καὶ δύσκριτα καὶ σχεδὸν ἀδύνατα ἐμοί γ’ ὄντα ἐφάνη. τὸ μὲν γὰρ τάχος τε καὶ τὴν βραδύτητα κατὰ τὴν πρώτην ὁρμὴν τῆς ἀρτηρίας γνωρίζομεν, τὸν δὲ λόγον τοῦ χρόνου πρὸς τὸν χρόνον καὶ τῆς διαστάσεως πρὸς τὴν διάστασιν ἵν’ ἐξεύροιμεν, παμπόλλου δεόμεθα χρόνου. ὥστ’ οὐδ’ ἀναμένομεν αὐτὰ λογίζεσθαι πρὸς τὴν ἐπὶ τῶν ἀῤῥώστων διάγνωσιν, ἀλλ’ ὥσπερ εἰ καὶ παρόντα τινὰ θεασάμενοι τύχοιμεν, αὐτὸς ὁ ῥοῖζος τῆς ὁρμῆς ἱκανὸς τὸ τάχος ἐνδείξασθαι, οὕτως ἔχει κᾀπὶ τῆς ἀρτηρίας. καὶ γὰρ ἢ ἠπειγμένην, ἢ ἐκλελυμένην ἔστιν εὑρεῖν τὴν κίνησιν αὐτῆς. ἕκαστον γὰρ τῶν κινουμένων σωμάτων ἐκ τῶν τόπων ἐν οἷς ἑκάστοτε γίγνεται διαγινώσκομεν ὅπως κινεῖται. ὅταν μὲν γὰρ ἐγχρονίζῃ τοῖς τόποις, βραδεῖαν εἷναι τὴν κίνησίν φαμεν· ὅταν δ’ ἀπαλλάττηται ῥᾳδίως, 
883
ὠκεῖαν. οἶδα δὲ φυσικὴν ἐκδεξομένην ζήτησιν τὸν λόγον, εἰ τὸ κινούμενον σῶμα καὶ μένει κατὰ τί. δείκνυται μὲν οὖν καὶ αὐτὸ τοῦτο παντὸς μᾶλλον ἀληθὲς ἐν τοῖς περὶ τῆς κινήσεως. ἀλλὰ νῦν φυλαξώμεθα τηλικούτοις ἡμᾶς αὐτοὺς προσαρτᾷν ζητήμασι. ὅπερ δὲ φαντάζεται μόνον ἡ αἴσθησις εἰς τὴν διάγνωσιν τῶν ταχέων τε καὶ βραδέων σφυγμῶν, τοῦτο ἀρκεῖ λεχθῆναι, τὸ τὴν μὲν ἀπολιποῦσαν φαίνεσθαι τοὺς τόπους ἐν οἷς ἑκάστοτε γίγνεται ῥᾳδίως, τὴν δ’ ἐπιπλέον ἐν αὐτῷ μένουσαν, καὶ καλεῖσθαι τὴν μὲν ὠκεῖαν οὕτως, τὴν δὲ βραδεῖαν κατὰ τὰς ἐκ τῶν τόπων μεταβάσεις, τῆς αἰσθήσεως τὴν διάγνωσιν ποιουμένης οὐ κατὰ τὸν τῆς ὅλης κινήσεως χρόνον, οὔτ’ ἰδίᾳ καὶ μόνον οὔθ’ ὅσα τῷ ποσῷ παραβάλλεται. καὶ κατὰ τοῦθ’ ἡμῖν ἑτοίμη τοῦ τάχους τε καὶ τῆς βραδύτητος ἡ διάγνωσις γίγνεται, οὐκ ἂν γενομένη, εἴπερ ἀνεμένομεν ποσότητα χρόνων τε καὶ διαστάσεων λαβόντες τὰς ἐν αὐτοῖς ἀναλογίας σκοπεῖσθαι, ἀλλ’ οὐκ ἀναμένομεν δηλονότι. κατὰ γὰρ τὴν πρώτην ἐπιβολὴν τῆς ὄψεως ἀῤῥήτῳ τινὶ χρόνου βραχύτητι προσχρησάμενοι τὴν μονὴν τοῦ κινουμένου σώματος ἐγνωρίσαμεν, ἐφ’ ᾗ συνελογισάμεθα τὴν
884
μετάβασιν. ὅσα γοῦν πόῤῥωθεν ὁρῶμεν, ἔστιν ὅτε ταῦτα μέχρι πλείονος ἡμῖν μένοντα φαντάζεται, κᾂν ὅτι τάχιστα κινῆται, ᾧ καὶ δῆλον ὅτι συλλογισμῷ τὴν κίνησιν, οὐκ αἰσθήσει γνωρίζομεν. ὅταν μὲν γὰρ ἕκαστον τῶν πρώτων αἰσθητῶν μορίων τοῦ κινουμένου σώματος ἐν τῷ πρώτῳ αἰσθητῷ τόπῳ τὸν πρῶτον αἰσθητὸν χρόνον ὑπομένῃ, τηνικαῦτα ἀκίνητον εἶναι δοκεῖ τὸ βλεπόμενον· ὅταν δὲ τὸ πρῶτον αἰσθητὸν μόριον ἐν τῷ πρώτῳ αἰσθητῷ τόπῳ τοῦ πρώτου αἰσθητοῦ χρόνου βραχύτερον ὑπομένῃ χρόνον, τηνικαῦτα κινεῖσθαι δοκεῖ. ἕκαστον μὲν γὰρ τῶν εἰρημένων εἰς ἄπειρον τέμνεσθαι δύναται, πρός γε τὴν φύσιν, αἰσθήσει δὲ μετρούμενα, πρῶτά τινα καὶ ἄτμητα κέκτηται μόρια, ᾧ καὶ δῆλον ὅτι συλλογισμῷ μὲν ἅπασα κίνησις, οὐκ αἰσθήσει διαγιγνώσκεται. τῷ δὲ παρακεῖσθαι μὲν αἰσθήσει τὸν συλλογισμὸν, ταχίστην δ’ εἶναι τοῦ νοῦ τὴν μετάβασιν, οὐ συλλογισμῷ πολλάκις, ἀλλ’ αἰσθήσει διαγινώσκεσθαι δοκεῖ. ὧν γὰρ ἐν τῷ πρώτῳ πρὸς αἴσθησιν χρόνῳ τὸ πρῶτον αἰσθητὸν μόριον ἐν τῷ πρώτῳ πρὸς αἴσθησιν τόπῳ μένει, τούτων μόνων τὰς κινήσεις ἐναργῶς
885
ὁμολογοῦμεν, οὐκ αἰσθήσεσιν, ἀλλὰ συλλογισμῷ λαμβάνειν, ὥσπερ τῆς τε ἐπὶ γνώμονος σκιᾶς καὶ σελήνης καὶ ἡλίου καὶ τῶν ἄστρων ἁπάντων, ὅσα τ’ ἄλλα πλεῖστον ἡμῶν ἀφέστηκεν. ὧν δ’, ὡς ἐῤῥέθη, βραχύτερος ὁ χρόνος τοῦ πρώτου πρὸς αἴσθησιν, ἄχρονος ἥ τε μονὴ καὶ ἡ ἐξάλλαξις τῶν τόπων δοκεῖ, πᾶν γὰρ ὅ τι ἐν ἐλάττονι τοῦ πρώτου πρὸς αἴσθησιν χρόνῳ γίγνεται, τοῦτ’ ἄχρονον εἶναι φαντάζεται. ταῦτα μὲν οὖν ἰδίᾳ κάλλιον πεφιλοσοφῆσθαι τῷ προῃρημένῳ τά τε νῦν προκείμενα καλῶς ἐκμανθάνειν ἄλλα τε πολλὰ τῆς ἰατρικῆς. ἡμῖν δ’ ἀρκέσει καὶ τὰ τοσαῦτα πρὸς ἔνδειξιν τοῦ μὴ χρόνον καὶ διαστημάτων ἐπισκοπεῖσθαι τὸ ποσὸν, ἀλλ’ αὐτὸ τὸ ποιὸν τῆς κινήσεως, ὅπερ ἐστὶ μὲν δύσρητον, ἐξ ὧν δ’ εἴπομεν ὁρμώμενος, ἄν γε μὴ παντάπασιν ἀδύνατός τε καὶ ἀταλαίπωρος ᾖς, οὐ χαλεπῶς τεύξῃ τἀληθοῦς, εἰς δύναμιν ἀνθρωπίνην. ἔτι δὲ μᾶλλον, εἰ τοὺς ἀνωμάλους κατὰ τάχος καὶ βραδύτητα σφυγμοὺς διαγινώσκειν μελετῴης, εὕροις ἂν ὡς ἐν τῷ ποιῷ κινήσεως ἡ γένεσις αὐτοῖς. μιᾶς γοῦν διαστολῆς πολλάκις ἡ μὲν ἀρχὴ τῆς κινήσεως ἐναργῶς ὠκυτέρα φαίνεται, τὸ δ’
886
ἑξῆς βραδύτερον, αὖθις δὲ τὸ πέρας ὠκύτερον οὐ ποσότητάς τινας, ἢ χρόνων, ἢ δυνάμεων, ἢ διαστάσεων ἀριθμούντων ἡμῶν, ἀλλ’ αὐτὸ μόνον τὸ ποιὸν τῆς κινήσεως σκοπουμένων. οὔκουν οὐδ’ ἐπιπολῆς ψαυστέον, ὁπόταν τὸ γένος τοῦτο τῶν σφυγμῶν ἐπισκοποίμεθα. τοῦ γὰρ ἔξω πέρατος τῆς κινήσεως οὕτως ἂν αἰσθανοίμεθα μόνον, οὐ πάσης αὐτῆς. ἐκ δὲ τούτων οὐκ ἄδηλον ἤδη τὸ τοὺς τοιούτους σφυγμοὺς δεῖν εἶναι πάντως μήτε μικροὺς μήτε ἀμυδρούς. οὐ γὰρ οἷόν τε τριχῆ τέμνειν τὴν κίνησιν, οὔτε ἐν ταῖς μικραῖς διαστάσεσιν οὔτ’ ἐν ταῖς ἀῤῥώστοις δυνάμεσι. κωλύει γὰρ ἐπὶ μὲν τῶν προτέρων ἡ σμικρότης, οὐχ ὑπομένουσα τομὴν εἰς αἰσθητὰ μόρια, ἐπὶ δὲ τῶν δευτέρων ἡ ἀῤῥωστία τῆς φύσεως, ὀκλάζουσα πρὸς τὴν θλίψιν. διὰ τοῦτο γοῦν οὐδ’ ἐπὶ τῶν ληθαργικῶν σφυγμῶν ἔστιν φωρᾶσαι τινὰ ἀνωμαλίαν, ἴσως οὖσαν, ὅτι δεῖται μὲν πάντως θλίψεως εἰς τὴν διάγνωσιν, οὐχ ὑπομένει δ’ αὐτὴν ὑπ’ ἀῤῥωστίας. συνετὸν οὖν ἱκανῶς καὶ τετριμμένον ἅμα περὶ τὰς διαγνώσεις εἶναι χρὴ τὸν μέλλοντα τὴν προσήκουσαν ἑκάστου τῶν σφυγμῶν ἐξευρήσειν ἐπαφήν.
887
εἰ γὰρ ὁ μὲν μέγιστός θ’ ἅμα καὶ σφοδρότατος ἰσχυρᾶς ἀνέχεται θλίψεως, τῶν δ’ ἄλλων ἕκαστος εἰς ὅσον ἂν ἤτοι σφοδρότητος, ἢ μεγέθους ἐνδεῶς ἔχῃ, εἰς τοσοῦτον ἐλάττονος, πρῶτον μὲν ἀκριβῶς χρὴ πόσον ἀπολείπονται τοῦ μεγίστου θ’ ἅμα καὶ σφοδροτάτου διαγινώσκειν, δεύτερον δὲ συλλογίζεσθαι πόσον ἀρκεῖ τῆς θλίψεως ἐπενεῖναι τοῖς οὕτως ἔχουσιν. ἑκατέρως γὰρ ἁμαρτάνειν ἀναγκαῖον, εἴθ’ ὑπερβάλλοιμεν τῆς ἀναλογίας, εἴτ’ ἐλλείποιμεν· ἐφ’ ὧν μὲν γὰρ ἂν ἔλαττον ἤδη θλίψωμεν, ἐκφεύξεταί τι τῆς ἐντὸς ἡμᾶς κινήσεως, ἐφ’ ὧν δ’ ἂν πλέον, τῆς ἐκτός. ὥστε πρῶτον μὲν ἀνώμαλόν ποτε τὴν κίνησιν οὖσαν οὐ γνωριοῦμεν, ἔπειτα δὲ καὶ ψευδῶς ὑπὲρ ὅλης ἀποφανούμεθα πολλάκις ἀφ’ ὧν ἐν τοῖς μέρεσι κακῶς διέγνωμεν. εἰ γὰρ ἤτοι τὸ πρότερον αὐτῆς μόριον ὠκύτερον, ἢ τὸ δεύτερον ὑπάρχει, γιγνώσκοιτο δ’ ἡμῖν αὐτῶν θάτερον μόνον, ἀνάγκη πρῶτον μὲν ὡς ἀνώμαλός ἐστιν ἡ σύμπασα κίνησις ἀγνοεῖν, ἔπειτα δ’ ἤτοι ταχεῖαν, ἢ βραδεῖαν αὐτὴν εἶναι νομίσομεν, οὐδ’ ἑτέραν ἁπλῶς ὑπάρχουσαν. ἧς γὰρ κινήσεως τὸ μὲν πρότερον ᾖ μόριον ὠκὺ, τὸ δὲ δεύτερον βραδὺ, 
888
ταύτην οὐκ ἄν τις οὔτ’ ὠκεῖαν ἁπλῶς οὔτε βραδεῖαν ἐν δίκῃ καλέσειεν. οὐκ οὖν, κεφαλὴν γὰρ ἐπιθέντας τῷ λόγῳ χρὴ μεταβαίνειν ἐφ’ ἕτερα, τὸν σύμμετρον κατὰ τὴν κίνησιν σφυγμὸν ἐπὶ τῆς ἀρίστης κατασκευῆς ἐξετάσαι προσῆκεν, οὐ κατὰ διαστάσεως καὶ χρόνων ποσότητα, ἀλλὰ καὶ αὐτὸ τὸ ποιὸν, ὡς εἴπομεν, ὅπως ἀπαλλάττηται τῶν τόπων ἐφάσκομεν δεῖν σκοπεῖσθαι, καὶ τούτου μνημονεύοντας, ὃς μὲν ἂν θᾶττον ἀπαλλαττόμενος φαίνηται, ταχὺν, ὃς δ’ ἂν βραδύτερον, βραδὺν ὀνομάσαι· ἐμφαίνεσθαι δὲ τοῦτο κατ’ αὐτὴν τὴν πρώτην ἐπιβολὴν τῆς ἁφῆς, πρὶν κατὰ πάσης τῆς διαστάσεως ἐνηνέχθαι τὴν ἀρτηρίαν· ὥστ’ εἴπερ ὁμαλὸς ὁ σφυγμὸς εἴη, οὐ περιμείναντας τὴν ὅλην διαστολὴν ἐκ τοῦ μέρους αὐτῆς περὶ πάσης ἔχειν τεκμήρασθαι· ἀνωμάλου δ’ ὄντος ἁπάσῃ τε χρῆναι παρακολουθεῖν ἐλέγομεν, ἐπιβαλεῖν τε τὴν ἁφὴν διαφερόντως, ὡς ἂν ἔχοι μεγέθους τε καὶ σφοδρότητος ὁ σφυγμός. περὶ μὲν δὴ τοῦ κατὰ τὴν κίνησιν γένους ἱκανὰ καὶ ταῦτα πρός γε τὸ παρόν. αὖθις γὰρ ἡμῖν ἐν ταῖς περὶ τῶν σφυγμῶν διαγνώσεσιν ἀναγκαῖον αὐτῆς ἔσται μνημονεῦσαι.

Περὶ δὲ τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἐφεξῆς λέγωμεν· τριῶν δὴ διαστάσεων οὐσῶν τοῦ σώματος

889
τῆς ἀρτηρίας, μήκους καὶ πλάτους καὶ βάθους, οὐδεμιᾶς οἷόν τε πάσης αἰσθέσθαι. τῆς μὲν κατὰ τὸ μῆκος ἄντικρυς δῆλον, μέχρι μὲν γὰρ ἐσχάτου πέρατος ἑκατέρωθεν ἡ ἀρτηρίας σφύζει, βραχεῖ δ’ αὐτῆς μέρει τὴν ἁφὴν ὑπερβάλλομεν, ὅσον ἂν ὑπερκύπτῃ τὸν ὄγκον τοῦ προκειμένου σώματος. αὐτὸ δὲ τοῦτ’ ἔστι τὸ ποιοῦν ἢ μακρὸν, ἢ βραχὺν εἶναι τὸν σφυγμὸν, τὸ μὴ πάσης ἅψασθαι δύνασθαι τῆς ἀρτηρίας κατὰ τὸ μῆκος, ἀλλ’ εἶναί τι πάλιν κᾀνταῦθα καθ’ ἑκάστην φύσιν σώματος ἐπιφανὲς ὑπὸ τῷ δέρματι, τῇ δ’ ἀρίστῃ φύσει δηλονότι τὸ σύμμετρον, οὗ τὸ μὲν πλέον μακρὸν, τὸ δ’ ἔλαττον βραχὺν ποιεῖ τὸν σφυγμὸν, οὐκ ἀριθμῷ δακτύλων ὁρισθῆναι δυνάμενον, ὥσπερ τινὲς, εἰ μὲν τοῖς τέτταρσιν ὑποπίπτοι, μακρὸν εἶναι λέγουσιν, εἰ δὲ τοῖς τρισὶ, μέσον, εἰ δὲ τοῖς δύο, βραχύν. οὐ γάρ ἐστιν ἓν μέτρον σώματος ἀρίστης φύσεως, ἀλλὰ καθ’ ἑκάστην οὐ χαλεπῶς ἐξευρήσεις τὸ ποσὸν, ἀπὸ μιᾶς ὁρμηθεὶς, εἰ μόνον συλλογίσασθαι δυνατὸς εἴης τὸ ἀνάλογον. ἐκείνῃ δὲ πάλιν τοὺς ἄλλους παραβάλλων ἀνθρώπους, τοὺς ἴσους κατὰ τὸ τοῦ παντὸς τοῦ σώματος μῆκος οὕτως ἐρεῖς ἢ μακροὺς, ἢ βραχεῖς ἔχειν τοὺς σφυγμούς· ὡσαύτως
890
δὲ ἢ πλατεῖς, ἢ στενοὺς, ἡ ὑψηλοὺς, ἢ ταπεινοὺς, καὶ κατὰ τὰς τρεῖς διαστάσεις ἅμα μεγάλους, ἢ μικροὺς, πανταχοῦ γὰρ ἐπὶ τὸ σύμμετρον ἀναφέρων τοὺς ἄλλους κρινεῖς. ὅτι δὲ καθ’ ἕκαστον μὲν τῶν ἄλλων ἐν τοῖς σφυγμοῖς γενῶν εἷς ὁ σύμμετρος, ἐν μόνῳ δὲ τῷ κατὰ τὸ ποιὸν οὐχ ἁπλῶς εἷς, ἀλλὰ καθ’ ἕκαστον μέρος σώματος ἴδιος, ἔμπροσθεν εἴρηται. νῦν δ’ οὐ τοῦτο προὔκειτο λέγειν, ἀλλ’ εἰρημένων ὑπομνήσαντας ἐπ’ αὐτὸ τὸ προκείμενον ἐπανελθεῖν ἤδη προσήκει· προὔκειτο δ’, οἶμαι, λέγειν, ὡς οὐδεμιᾶς διαστάσεως ἀκριβῶς οἷόν τε τὸ ποσὸν αἰσθήσει διαγνῶναι. ἡ δὲ αἰτία τὸ μέν τι κοινὸν ἐν ἁπάσαις ἔχει, τὸ δ’ ἴδιον ἐν ἑκάστῃ, πρότερον δ’ εἰρήσεται τὸ κοινόν. ἐπεὶ τοίνυν οὐδεμία μέν ἐστι τῶν ἀρτηριῶν γυμνὴ, περίκειται δὲ πάσαις αὐταῖς πολλαχόθι μὲν ἐλάττω τε καὶ λεπτότερα σώματα, πολλαχόθι δὲ πλείω τε καὶ παχύτερα, παντί που δῆλον, ὡς οὐκ ἴσον ἁπάσαις τὸ αἰσθητὸν ἔσται τῆς κινήσεως, ἀλλὰ ταῖς μὲν πλέον, ὅσαις ἐλάττονά τε καὶ λεπτότερα, ταῖς δ’ ἔλαττον, ὅσαις πλείονά τε καὶ παχύτερα περίκειται σώματα. τὸ μὲν δὴ κοινὸν τοῦτο, τὸ δ’ ἴδιον ἑκάστης τῶν διαστάσεων, τῆς μὲν
891
κατὰ τὸ μῆκος παμπόλλην εἶναι διαφορὰν τοῦ κατ’ ἀλήθειαν ὑπάρχοντος πρὸς τὸ φαινόμενον, τῆς δὲ κατὰ τὸ πλάτος ὀλίγην, ἐλαχίστην δὲ τῆς κατὰ τὸ βάθος. ἐν μὲν γὰρ τῷ μήκει δύο καὶ τρεῖς πήχεις πολλάκις ἐπεχούσης ὅλης τῆς ἀρτηρίας, τρισὶν ἢ τέτταρσι μόνοις δακτύλοις ἡ κίνησις φαίνεται τῆς ἀρτηρίας, τοῦ λοιποῦ παντὸς διὰ τὸ πλῆθος τῶν προκειμένων σωμάτων ἐγκαλυπτομένου. κατὰ δὲ τὸ πλάτος, ὅταν ὑπὸ τῶν ἑκατέρωθεν ἐν αὐτῇ περικειμένων πολλῶν ἢ παχέων ὑπαρχόντων μήτ’ αὐτῷ τῷ σώματι τῆς ἀρτηρίας δυνατὸν ᾖ τὴν ἁφὴν ἐπιβάλλειν μήτε διὰ τὸ πάχος αὐτῶν, ἢ τὸ πλῆθος, εἰς τοὐκτὸς ἡ κίνησις διϊκνῆται, πολλαχόθι μὲν ἀπώλεια παντελὴς γίγνεται, πολλαχόθι δ’ εἰς ἐλάχιστον ἡ κίνησις στενοῦται, ὅλη δ’ οὐδαμοῦ φαίνεται, διὰ τὸ μηδὲ τὴν ἀρτηρίαν εἶναί που γυμνήν. οὐ μὴν οὐδὲ τὸ βάθος ἀκριβῶς ἐστί που γυμνὸν, ἵνα κατὰ τοῦτο γοῦν ἡ κίνησις αὐτῆς ἅπασα σαφὴς φαίνηται· ἀλλ’ εἰ καὶ μηδὲν ἄλλο, δέρμα γοῦν αὐτῷ περίκειται, δι’ οὗ τὸν σφυγμὸν αἰσθανόμεθα, πάντως που καὶ αὐτὸ κατακρύπτον. ὁπότ’ οὖν οὕτως ἔχει ταῦτα, πειρατέον ἐνδείξασθαι τὸν τρόπον τῆς ἀρίστης διαγνώσεως ἐν ἑκάστῃ
892
διαστάσει· καὶ περὶ πρώτης γε λεγέσθω τῆς κατὰ τὸ μῆκος. ὅτι μὲν δὴ καὶ ταύτην ἀρίστην ἡγητέον, ἥτις ἂν πλείστης αἰσθάνηται κινήσεως, ἄντικρυς δῆλον. ὡς γὰρ εἰ καὶ πάσης αἰσθέσθαι δυνατὸν ἦν, τοῦτ’ ἂν ἦν ἄριστον, οὕτως, ἐπειδὴ τοῦτ’ ἀδύνατον, ὅταν μηδὲν τῶν ἐνδεχομένων αὐτῆς γνωσθῆναι μορίων διαφεύγῃ, τὴν ἁφὴν ἀρίστην νομιστέον. ὅπως δ’ ἄν τις αὐτὴν ποιήσαιτο, πειρατέον εἰπεῖν ὑπομνήσαντας πρότερον ὡς ἐν τρισὶ τούτοις αἱ τῶν αἰσθητικῶν γνώσεων ἅπασαι συνίστανται διαφοραὶ, φύσει τε καὶ ἀσκήσει καὶ τρόπῳ τῆς ἐπιβολῆς. ὃς μὲν γὰρ ἂν εὐαισθητότατον φύσιν τε καὶ τὸ αἰσθητήριον ἔχῃ γεγυμνασμένον ἱκανῶς καὶ καθ’ ὃν χρὴ τρόπον ἐπιβάλλῃ τοῖς αἰσθητοῖς, οὗτος ἂν ἄριστος εἴη γνώμων τῶν ἐντὸς ὑποκειμένων· ὃς δ’ ἂν κατὰ τι τούτων ἀπολίπηται, καθ’ ὅσον ἂν ἀπολίπηται, κατὰ τοσοῦτο χείρων εἰς ἀκριβῆ διάγνωσιν. εἰρήσεται δ’ οὖν τῷ πεφυκότι μὲν ἄριστα, γεγυμνασμένῳ δὲ μὴ ῥᾳθύμως, ὅπως ἂν ἐπιβάλλων τὴν ἁφὴν ἀκριβῶς αἰσθάνοιτο τῆς κατὰ τὴν ἀρτηρίαν κινήσεως εἰς δύναμιν ἀνθρωπίνην. καὶ ἐπειδὴ περὶ πρώτης τῆς κατὰ 
893
τὸ μῆκος διαστάσεως προὐθέμεθα λέγειν, τὸν εἰς ταύτην ἐπιτηδειότατον τρόπον τῆς ἐπαφῆς ἐροῦμεν. ἄθλιπτος μὲν οὖν πάντως ἔστω, πολλαχόθι δὲ καὶ ψαύων ἐπιπολῆς καὶ οἷον αἰωρῶν τὴν χεῖρα. χρηστὸς δ’ ὁ τοιοῦτος μάλιστα τρόπος ἐν τοῖς μικροῖς ἅμα καὶ ἀῤῥώστοις σφυγμοῖς. θλιψάντων γὰρ τούτους κατά τι, πολὺ τῆς κινήσεως ἀπόλλυται, πολλάκις δὲ καὶ σύμπασα. παρά τε γὰρ τὸ ποσὸν τῆς θλίψεως καὶ προσέτι τὸ ποιὸν τοῦ κατὰ τὴν ἀρτηρίαν τόνου ποτὲ μὲν πολὺ ἀπολείπεται τῆς κινήσεως, ποτὲ δ’ ἔλαττον, ἔστι δ’ ὅτε καὶ πᾶσα, καὶ διὰ ταῦτα ἀσφαλέστατόν ἐστιν εἰς τὴν τοῦ μήκους διάγνωσιν ἀθλίπτως ἐπιβάλλειν τὴν ἁφήν. καὶ γὰρ οἱ σφοδροὶ σφυγμοὶ φέρουσι μὲν ἀλύπως τὴν μετρίαν θλίψιν, ἀλλ’ οὐδὲν οὐδ’ οὗτοι βλάψονται ψαυόντων ἀθλίπτως. ὅταν οὖν ὁ τοιοῦτος τρόπος τῆς ἐπαφῆς χρηστότατος μὲν ᾖ τοῖς ἀμυδροῖς σφυγμοῖς, ἀβλαβὴς δὲ καὶ τοῖς σφοδροῖς, οὐκ ἄν τις ἕτερον ἀντ’ αὐτοῦ προέλοιτο. χρὴ δὲ καὶ τοῦτο προσδιορίσασθαι φαινόμενον ἐναργῶς, ὡς ἐν ταῖς κατὰ διαφέροντα μόρια τοῦ μήκους τῆς ἀρτηρίας θλίψεσιν οὐχ ὁμοίως ἐν ἅπασιν ἡ
894
κίνησις φαίνεται βλαπτομένη, ἀλλ’ ἐν μὲν τοῖς ἀνώτερον μέρεσι μείζων ἡ βλάβη, βραχεῖα δ’ ἐν τοῖς κατώτερον, καὶ λανθάνουσά γε πολλάκις ἐν τοῖς σφοδροῖς σφυγμοῖς, οὐ μὴν ἔν γε τοῖς ἀμυδροῖς. ἔν γε τούτοις εἰ τὸ κατώτερον μέρος θλίψαιμεν, εὔδηλος ἡ περὶ τῶν ἀνωτέρων γίνεται βλάβη. τὰ δ’ ἀνώτερα καὶ κατώτερα πῶς ἐνταῦθα χρὴ νοεῖν, οὐκ ἄδηλον, ὅτι τὰ ποῤῥώτερα μὲν μέρη τῆς καρδίας κατωτέρω, τὰ δ’ ἐγγυτέρω καλοῦμεν ἀνωτέρω. τοῦτο ἐπὶ μὲν τῶν κώλων καὶ πάνυ σύνηθες· ἐπὶ δὲ τῶν ἐν τῇ κεφαλῇ μερῶν καὶ κατὰ τὸν τράχηλον οὐκ ἔθ’ ὁμοίως. κοινὸν δ’ οὖν ἐφ’ ἁπάντων, ὡς εἴρηται, τὸ τὰ τῆς καρδίας ἐγγυτέρω θλιβόμενα μεγάλην τὴν βλάβην ἐργάζεσθαι τοῖς ἐφεξῆς, τὰ δ’ ἀπωτέρω πολλάκις μὲν οὐδ’ ὅλως αἰσθητὴν, ὅταν ἱκανῶς ᾖ σφοδρὸς ὁ σφυγμὸς, ἔστι δ’ ὅτε καὶ φαινομένην ἐν τοῖς οὐ σφοδροῖς. περὶ μὲν οὖν τῆς κατὰ τὸ μῆκος διαστάσεως ἀρκέσει καὶ ταῦτα, περὶ δὲ τῶν λοιπῶν δυοῖν ἤδη λέγωμεν, ἃς οὐχ οὕτως εἶναι δύο χρὴ νομίζειν, ὡς ἐπὶ τῶν τετραπλεύρων καὶ κυβικῶν σωμάτων ἔστιν ἰδεῖν, ἰδίᾳ μὲν τὸ πλάτος, ἰδίᾳ δὲ τὸ βάθος ἀφωρισμένον,
895
ἀλλ’ ὥσπερ ἐν κύκλῳ καὶ σφαίρᾳ συγκέχυται πάντα, καὶ μία τις ἢ γραμμῆς, ἢ ἐπιφανείας περιφέρεια φαίνεται, τὸν αὐτὸν τρόπον ἡγητέον ἔχειν καὶ ἐπὶ τῆς ἀρτηρίας, φαίνεται γὰρ ἐν ταῖς ἀνατομαῖς πολλαχόθι μὲν κυλινδροειδὴς, πολλαχόθι δὲ κωνοειδὴς τὸ σχῆμα. πῶς οὖν ἐπῆλθε τοῖς ἰατροῖς ἰδίᾳ μὲν περὶ πλάτους, ἰδίᾳ δὲ περὶ βάθους ἀρτηρίας διαλέγεσθαι, δέον, ὥσπερ ἐστί τε καὶ φαίνεται κατὰ τὰς διαιρέσεις, τὸ μέν τι μῆκος αὐτῆς, τὸ δέ τι κύκλον ὀνομάζειν; ἀμέλει καὶ ὀνομάζουσιν οὕτω πολλοὶ πολλάκις, οὐ μὴν διὰ παντός γε δυνατὸν οὔτε τούτοις οὔτ’ ἄλλῳ τινι περὶ τῶν ἐναργῶς φαινομένων διηγουμένῳ μῆκος καὶ κύκλον ὀνομάζειν μόνον, ἀλλ’ ἀναγκασθήσονται πολλάκις εἰπεῖν τινα διαστολὴν αὐτῆς ὑψηλὴν μὲν, στενὴν δὲ, καὶ αὖθις ἑτέραν ταπεινὴν μὲν, πλατεῖαν δέ· καὶ γὰρ φαίνεται ταῦθ’ οὕτως ἐναργῶς, ὡς ἀμφισβητῆσαι μηδένα. καὶ διὰ τὰ τοιαῦτα φαινόμενα διαφερούσας ἐννοίας πλάτους τε καὶ βάθους ἠναγκάσθημεν ἔχειν ἐπὶ τῶν ἀρτηριῶν. ὥσπερ δὲ τὰς τοιαύτας διαφορὰς αἰσθήσει διέγνωμεν, οὕτω πολλάκις ὁμολογοῦμεν ἀκριβῶς
896
κυκλοτερῆ τὴν κίνησιν ἡμῖν φαίνεσθαι. καὶ νῦν ἐροῦμεν ὑπὲρ ἑκατέρων τῶν διαφορῶν κοινῇ, πῶς ἄν τις ἄριστα τὴν ἐπιβολὴν ποιούμενος τῶν δακτύλων διαγιγνώσκειν αὐτὰς δύναιτο. καὶ γὰρ οὐ σμικρά τις ἀπορία δόξειεν ἂν ἐν τῇ διαγνώσει ταύτῃ περιέχεσθαι, κατὰ μηδεμίαν ἐπιβολὴν ἁπάσης τῆς διαστάσεως ἡμῶν αἰσθάνεσθαι δυναμένων, μήθ’ ὅταν ἐπιπολῆς ψαύωμεν, ἡ γὰρ τοιαύτη μόνων τῶν ἐσχάτων τῆς κινήσεως αἰσθανομένη τὸ πρὸ τοῦ πᾶν ἀγνοήσει, μήθ’ ὅταν ἱκανῶς θλίβωμεν, πρὸς γὰρ τῷ κατὰ τοὺς σφοδροὺς σφυγμοὺς μόνους ἐγχωρεῖν τοῦτο δρᾷν, ἔμπαλιν ἡ τοιαύτη τῇ πρότερον τῶν ὑστέρων τῆς διαστάσεως ἀναίσθητος ἔσται, τῶν πρώτων μόνον αἰσθανομένη· κατὰ ταὐτὰ δ’ ἱκανὸν εἰ μέσῃ τινὶ τῶν εἰρημένων ἐπιβολῶν ἑτέρᾳ χρησαίμεθα, τά τε πρῶτα καὶ τὰ τελευταῖα τοῦ διαστήματος ἀγνοήσομεν. ὅτι δ’ ἀληθές ἐστιν ὃ λέγω, πειραθεὶς ὁ βουλόμενος γνώσεται. θλίψας γὰρ τοὺς σφοδροὺς σφυγμοὺς, τούτους γὰρ μόνους ἐγχωρεῖ θλίβειν, οὐκ εἴσεται πηλίκοι τινές εἰσιν. ἀπόλλυται μὲν γάρ τι καὶ αὐτῆς τῆς κινήσεως ἐν ταῖς πλείσταις τῶν θλίψεων, ὡς καὶ πρόσθεν εἴρηται· τὸ διάστημα δ’ οὐκέτι μικρὸν, ἀλλ’
897
ὀλίγου δεῖν ὅλον διαφθείρεται. ψαύσας δ’ αὖ πάλιν ἐπιπολῆς οὐχ ἕξεις μαντεύσασθαι κατὰ πηλίκου διαστήματος ἡ κίνησις ἠνέχθη. ἡ μὲν οὖν ἀπορία τοιαύτη. λύσις δ’ αὐτῆς τὸ μὴ ζητεῖν πάντως αἰσθήσει διαγνῶναι τὸ ποσὸν τῆς διαστολῆς, ἀλλ’ εἰ καὶ συλλογισμῷ τινι δυνάμεθα μηδὲν ἡγεῖσθαι βεβλάφθαι. πρόκειται γὰρ ἡμῖν οὐκ αἰσθήσει πάντως γνῶναι τὰ συμβεβηκότα τοῖς σφυγμοῖς, ἀλλ’ ἁπλῶς γνῶναι. πᾶσα μὲν οὖν ἡ τοιαύτη γνῶσις αἰσθήσεως δεῖται, οὐ μὴν μόνης γε ταύτης, οὐδ’ ὡς ἀεὶ τὸ πᾶν εὑρίσκειν δυναμένης, ἀλλ’ ἱκανὸν πολλάκις ἕν τι τῶν αἰσθητῶν παθημάτων γνώρισμα ποιήσασθαι τῆς τοῦ πράγματος ὅλης οὐσίας. ἔχει γοῦν οὕτως κᾀπὶ τῶν νῦν προκειμένων. εἰ γὰρ ἐπιπολῆς ψαύοις, ἀναγκαῖον ἤτοι κατὰ πλείονα μόρια προσπιπτούσης αἰσθάνεσθαι τῆς ἀρτηρίας, ἢ κατ’ ἐλάττονα, μεθ’ ἣν διάγνωσιν συλλογισμὸς αἰσθήσει παρακείμενος ἡμᾶς εἰσέρχεται, μεγάλην μὲν εἶναι διαστολὴν τὴν κατὰ τὰ πολλὰ μόρια κινοῦσαν τὴν ἁφὴν, μικρὰν δὲ τὴν κατ’ ὀλίγα. φέρε γὰρ εἶναι κυκλοτερῆ τὴν πρόσπτωσιν αὐτῆς, ἆρ’ οὐ πρόδηλον, εἰ μὲν ἀξιόλογος εἴη τὸ μέγεθος ἡ τοῦ κύκλου περιφέρεια, καὶ τὴν ὅλην εἶναι διαστολὴν 
898
τῆς ἀρτηρίας ἁδράν· εἰ δ’ ἡ περιφέρεια μικρὰ, καὶ τὴν διαστολὴν ὅλην ἰσχνὴν εἶναι; οὔτε γὰρ τὴν ἰσχνὴν διαστολὴν μεγάλοις ὁρίζεσθαι κύκλοις δυνατὸν οὔτε τὴν ἁδρὰν μικροῖς, ἀλλ’ ἀνάγκη ἀνάλογον ἔχειν τῷ ποσῷ τῆς διαστολῆς τὸ ποσὸν τοῦ περιγράφοντος αὐτὴν κύκλου. κατὰ ταὐτὰ δὲ, κᾂν εἰ μὴ κύκλος ἀκριβὴς εἴη τὸ πέρας τῆς διαστολῆς, ἀλλ’ οἷον κολοβὸς κατὰ μέρος, ὅπερ ἐν τοῖς ὑψηλοῖς καὶ στενοῖς ἢ ταπεινοῖς καὶ πλατέσιν εὑρίσκεται σφυγμοῖς, ὁ συλλογισμὸς ὁ τοῦ ποσοῦ τῆς διαστολῆς ὁμοίως ἂν γίγνοιτο. τά τε γὰρ τῆς διαστολῆς τά τε τῆς εἰς ὕψος ἀνόδου πέρατα τμήματα κύκλου πάντως ἔσται, καὶ ταῦτ’ ἤτοι μείζονα, ἢ μείονα καθ’ ἑκατέρωθεν, ἤτοι κοιλότερα τῆς περιφερείας ταύτης, ἢ κυρτότερα φαινόμενα πάντως ἤτοι μακροτέραν, ἢ βραδυτέραν ἀποφαίνει τῆς ἀκριβῶς κυκλοτεροῦς τὴν νῦν φαινομένην γραμμήν. καὶ οὕτως τό τ’ ἄνισον τῆς εἰς πλάτος τε καὶ βάθος διαστάσεως τό τε διαστολῆς ὅλης τὸ ποσὸν ἀναλογιούμεθα. φέρε γὰρ φαίνεσθαι κυρτοτέρας μὲν καὶ προπετεστέρας τὰς ἐν τοῖς πλαγίοις τῆς ἀρτηρίας προσπτώσεις, κοιλοτέραν δέ πως καὶ
899
ταπεινοτέραν τὴν κατὰ βάθος, ὥστε μηδὲ κύκλου περιφέρειαν ἔτι δοκεῖν ὑπάρχειν, ἀλλ’ οἷον εὐθεῖαν γραμμὴν εἶναι, δῆλον, ὡς ὁ τοιοῦτος σφυγμὸς πλατὺς ἔσται καὶ ταπεινός. ἡ μὲν γὰρ εἰς τὸ πλάτος κίνησις ἐπὶ πλέον ἐκταθεῖσα πλατὺν εἰκότως ἐργάζοιτ’ ἂν, ἡ δ’ εἰς ὕψος κωλυθεῖσα ταπεινόν. ἔμπαλιν δὲ εἰ τὰ ἐν τοῖς πλαγίοις μόρια τῆς κινήσεως ἀπολείποιτο πολὺ τοῦ μέσου, τὸ μέσον δ’ αὐτὸ κυρτὸν ἱκανῶς φαίνοιτο, δῆλον, ὡς ὁ τοιοῦτος σφυγμὸς ὑψηλὸς μὲν ἔσται, στενὸς δέ· παντάπασι δὲ στενῆς τῆς κατὰ τὸ πλάτος αὐτοῦ προσβολῆς γενομένης, ὡς μὴ δοκεῖν μεμειῶσθαι μόνον τὴν ἐν τοῖς πλαγίοις κίνησιν, ἀλλ’ ὅλην τελέως ἀπολωλέναι, χαλεπὸν γνῶναι, μᾶλλον δ’ ἀδύνατον, ὅσον γ’ ἐπὶ τούτοις, ὁποῖός τίς ἐστιν ὁ σφυγμός. εἰ μὴ γὰρ διορισμούς τινας παραλάβοιμεν, οὐκ εἰσόμεθα πότερον ὑψηλὸς, ἢ ταπεινὸς, ἢ σύμμετρός ἐστι κατὰ τὸ βάθος. ἅπαντα γὰρ εἶναι δύναται. καὶ γὰρ εἰ ταπεινὸς ἅμα καὶ στενὸς εἴη, τοιοῦτος φανήσεται, καὶ εἰ ὑψηλὸς ἅμα καὶ στενὸς εἴη, τοιοῦτος φανήσεται, καὶ εἰ σύμμετρος κατὰ βάθος ἅμα καὶ στενός. τὸ μὲν γὰρ εἶναι στενῷ τῷ τοιούτῳ σφυγμῷ πάντως ὑπάρχει διὰ τὴν
900
εἰς τὸ πλάτος κίνησιν κεκωλυμένην. ἡ δ’ ἀπορία περὶ τοῦ βάθους ἐστὶν, ὃ κᾂν ἐκ πολλοῦ διαστήματος, κᾂν ἐξ ὀλίγου, κᾂν ἐκ συμμέτρου τὴν κίνησιν ἀρχομένην ἔχῃ, τὴν αὐτὴν τοῖς ἐπιπολῆς ἁπτομένοις φαντασίαν ἐργάσεται. στενῆς γὰρ αἰσθήσονται τῆς κινήσεως. πῶς οὖν διορισθήσεται; πολλαχῇ μὲν καὶ τοῖς τῆς ἁφῆς παθήμασιν, διὰ παντὸς δὲ τῷ λογισμῷ. λεκτέα δὲ πρότερα τὰ τῆς ἁφῆς, ἐφ’ ὧν ἐγχωρεῖ διὰ ταύτης τι λαβεῖν σαφές. ἐγχωρεῖ δ’ ἐπὶ σφοδρῶν σφυγμῶν, ὑπὲρ ὧν εἴρηται πολλάκις, ὅτι μόνοι θλιβόντων τὴν ἀρτηρίαν οὐκ ἀπόλλυνται. ῥᾷστον οὖν ἐπί γε τῶν τοιούτων γνωρίσαι τὸ βάθος τοῦ σφυγμοῦ. θλίψαντι γάρ σοι τάχα μὲν καὶ δι’ αὐτῆς τῆς ἁφῆς, ἐὰν ᾖ γεγυμνασμένη τε καὶ ἁπαλὴ καὶ ἀκριβῶς αἰσθανομένη φύσιν, γενήσεταί τις διάγνωσις τοῦ διαστήματος τῆς κινήσεως· εἰ δὲ μὴ, ἀλλ’ ὅ γε χρόνος ὁ τῆς κινήσεως ἐνδείξεται τὸ ποσὸν τῆς διαστάσεως. εἰ γὰρ οἷός τ’ εἴης διακρίνειν ἰδίᾳ μὲν τὸ ποιὸν τῆς κινήσεως, ἐν ᾧ τὴν κατὰ τάχος τε καὶ βραδύτητα διαφορὰν εὑρίσκομεν, ἰδίᾳ δὲ τὴν κατὰ τὸν χρόνον, ἐν ᾧ βραχυχρονίους κινήσεις διαγιγνώσκομεν, οὐκ ἄν
901
λανθάνοι κατὰ τὴν ἐπίθλιψιν αὐτῶν οὐδέτερον. εἰ δ’ ἄμφω λάβοις, οὐ χαλεπῶς συλλογιῇ περὶ τῆς διαστάσεως. φέρε γὰρ εἶναι ταχεῖαν μὲν τὴν κίνησιν, πολυχρόνιον δὲ, παντί που δῆλον, ὡς κατὰ μεγίστης αὐτῇ διαστάσεως ἐνήνεκται. πάλιν οὖν ἔστω βραδεῖά τε καὶ βραχυχρόνιος, εἴη ἂν, οἶμαι, καὶ ἥδε κατ’ ἐλαχίστης διαστάσεως ἐνηνεγμένη. σφοδροῦ μὲν ὄντος τοῦ σφυγμοῦ, κατὰ τόνδε τὸν τρόπον διαγινώσκειν τοῦ βάθους τὸ ποσὸν, ἀμυδροῦ δ’ ὄντος, ἡ μὲν αἴσθησις ὠφελεῖν ἡμᾶς οὐδὲν ἔτι δύναται, θλιβόντων γὰρ ἀπόλλυται παντελῶς ἡ κίνησις ἐν τοῖς τοιούτοις σφυγμοῖς, τῷ λόγῳ δὲ τηνικαῦτα τὸ πᾶν ἐξιχνευτέον. εἰρήσεται δὲ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτίων, ὡς οὐ πᾶσι πάσαις διαφοραῖς μίγνυσθαι δύνανται, καὶ διορισθήσεται, τίνες εἰσὶ καὶ ὁπότε καὶ ὅπως. ὥστ’ ἐκ τῶν ἄλλων τῶν φαινομένων ἐναργῶς εἰδέναι τί καὶ περὶ τῶν οὐ φαινομένων ἐν ἐκείνοις διδαχθήσεται, καὶ διότι στενός θ’ ἅμα καὶ ἀμυδρὸς σφυγμὸς ὑψηλὸς οὐκ ἄν ποτε γένοιτο. περὶ μὲν δὴ τούτων ἀρκέσει καὶ τὰ τοσαῦτα.