De dignoscendis pulsibus

Galen

Galen, De dignoscendis pulsibus

Μαθὼν οὖν τις πρότερον ὡς χρὴ τὴν ἀρίστην τοῦ σώματος ἡμῶν γνωρίζειν φύσιν, ἑτέρωθι δ’ αὐτῆς εἴρηται τὰ γνωρίσματα, τὸν ἐν ταύτῃ σφυγμὸν μέσον ἁπασῶν τῶν ἄλλων ἴστω καὶ οἷόν τι μέτρον καὶ κανόνα τοῦτον ἐν ἁπάσαις ταῖς περὶ σφυγμῶν πραγματείαις, τὸν σύμμετρόν τε καὶ μέτριον ὑφ’ ἡμῶν μεμνήσθω λεγόμενον, ᾧ παραβάλλοντες τοὺς ἄλλους ἅπαντας ταχεῖς καὶ βραδεῖς καὶ μεγάλους καὶ μικροὺς εἶναί φαμεν. ὁ δ’ ἐν τῇ συμμέτρῳ τε καὶ κατὰ πᾶν ἀρίστῃ φύσει, τοῦτον οὐδὲ καλεῖσθαι δίκαιον οὔτε μέγαν οὔτε μικρὸν οὔτε ταχὺν οὔτε βραδὺν, ἀλλ’ οὐδὲ σκληρὸν, ἢ μαλακὸν, ἤ τι τῶν ἄλλων τῶν τὰς ἀμετρίας δηλούντων ὀνομάτων. ἀλλ’ ὥσπερ ἐν τῷ περὶ κράσεων

861
λόγῳ τὴν ἀρίστην ἁπασῶν κρᾶσιν οὔτε θερμὴν ἔφαμεν οὔτε ψυχρὰν οὔτε ξηρὰν οὔθ’ ὑγρὰν οὔτε μαλακὴν οὔτε σκληρὰν ὑπάρχειν, (ἁπάσας γὰρ ταύτας ὑπερβολαῖς τέ τισι καὶ ἐλλείψεσι τῆς τε μιᾶς ἐκείνης τῆς εὐκράτου τε καὶ συμμέτρου συνίστασθαι,) οὕτω καὶ νῦν οὔτε μέγαν οὔτε μικρὸν οὔτε ταχὺν οὔτε βραδὺν οὔτ’ ἄλλ’ οὐδὲν ὅσα τῆς μετριότητος ἐξίσταται τὸν ἐν τῇ καλλίστῃ φύσει σφυγμὸν οὔτε προσαγορεύσομεν οὔτε νοήσομεν. οὐδὲ γὰρ αὐτὸν τὸν ἄνθρωπον, ἐν ᾧ τὸν τοιοῦτον εὑρίσκομεν σφυγμὸν, οὐδενὶ τῶν τὰς ἀμετρίας δηλούντων ὀνομάτων προσαγορεύομεν· οὔτε γὰρ παχὺν οὔτ’ ἰσχνὸν οὔτε θερμὸν οὔτε ψυχρὸν, ἢ ὑγρὸν, ἢ ξηρὸν, οὔτε ἄλλ’ οὐδὲν τοιοῦτον, ἀλλ’ εὔκρατόν τε καὶ σύμμετρον ἅπασι τοῖς μορίοις τοῦ σώματος ὀνομάζομεν. ἐν τούτῳ τοίνυν, ὅταν γε μάθῃς αὐτὸν διαγινώσκειν, ἁπάσας τὰς διαφορὰς τῶν σφυγμῶν ἐπισκεψάμενος, μέμνησό τε καὶ κρίνων πρὸς αὐτοὺς τοὺς ἄλλους ἅπαντας σφυγμοὺς, ἢ σκληροὺς οὕτως, ἢ μαλακοὺς, ἢ ἀραιοὺς, ἢ πυκνοὺς, ἤ τι τῶν ἄλλων ἀνάλογον κάλει. ὁπότ’ οὖν ἤδη ἔχειν τὸ πᾶν δοκοῦμεν, οὐ χεῖρον
862
ἂν εἴη κινῆσαί τινα ἀπορίαν ἀναγκαίαν, ἵνα δόξαντες μηδὲν εὑρῆσθαι μηδέπω, προσθεῖναί τινα τῷ λόγῳ πειραθῶμεν διορισμὸν, ὃς ἡμᾶς πείσει τε ἅμα καὶ διδάξει, πρῶτον μὲν, ὡς ἤδη τὸ πᾶν ἔχομεν, ἐφεξῆς δὲ τὴν τελεωτάτην τῶν προκειμένων ἐνδείξεται διάγνωσιν. ἀρκτέον οὖν ἤδη τῆς ἀπορίας καὶ ῥητέον, ὡς οὐκ ἐνδέχεται πάσας τὰς ἐν τῷ σώματι πεφυκυίας ἀρτηρίας οὔτ’ ἴσας ἀλλήλαις ὑπάρχειν οὔτ’ εἰς ἴσον διαστέλλεσθαι. πῶς γὰρ ἐνδέχοιτο τὴν ἐπὶ τῆς ῥάχεως ἀρτηρίαν ταῖς κατὰ τὸν τράχηλον, ἢ τὰς μασχάλας τε καὶ τοὺς βουβῶνας, ἢ αὐτὴν ἴσην ὑπάρχειν, ἢ τὴν διαστολὴν αὐτῆς ταῖς ἐκείνων διαστολαῖς; πολὺ δὲ δὴ μᾶλλον οὐδὲ ταῖς κατὰ τοὺς ἀγκῶνάς τε καὶ ἰγνύας, καὶ μᾶλλον ἔτι ταῖς κατὰ τοὺς καρπούς τε καὶ τοὺς ταρσοὺς, καὶ πολὺ δὴ μᾶλλον ἔτι ταῖς κατὰ τοὺς κροτάφους τε καὶ τοὺς δακτύλους. οὐκ οὖν ἐνδέχεται κατὰ τὸ ποσὸν τῆς διαστολῆς ἕνα σφυγμὸν εἶναι τὸν σύμμετρον οὐδ’ ἐν αὐταῖς ταῖς ἀρίσταις φύσεσιν, ἀλλὰ τὸ μὲν ἐν τῇ κινήσει τε καὶ τῷ τόνῳ καὶ τοῖς ἄλλοις γένεσιν ἕνα τυγχάνειν εἰκὸς ὑπάρχοντα κατὰ πάσας τὰς ἀρτηρίας. οὐ γὰρ οἷόν τε κατὰ φύσιν ἔχοντος τἀνθρώπου, καὶ μάλιστα 
863
τοῦ τὴν ἀρίστην κεκτημένου κατασκευὴν, τὰς μέν τινας τῶν ἀρτηριῶν θᾶττον, τὰς δέ τινας βραδύτερον, ἢ τὰς μὲν σφοδρότερον, τὰς δ’ ἀμυδρότερον, ἢ τὰς μὲν σκληρότερον, τὰς δὲ μαλακώτερον, ἢ τὰς μὲν πυκνότερον, τὰς δ’ ἀραιότερον σφύζειν· ἀλλὰ παραπλησίως ἀλλήλαις τε καὶ τῇ καρδίᾳ πάσας ἀναγκαῖον κινεῖσθαι, τῷ δ’ ὄγκῳ καθάπερ τὰ σώματα αὐτῶν διήνεγκεν, οὕτω καὶ τὰς διαστολὰς εἰκὸς εἶναι διαφερούσας. ἴσως οὖν τις ἡγήσεται πρόχειρον εἶναι τῆς ἀπορίας τὴν λύσιν. οὐδὲν γὰρ κωλύει ἤτοι τῶν κατὰ τοὺς καρποὺς μόνων ἀρτηριῶν ἁπτόμενον ἀεὶ πηλίκος μὲν ἐν ταῖς ἀρίσταις φύσεσιν ὁ ἐν αὐταῖς ἐστι σφυγμὸς ἐπίστασθαι, πηλίκος δὲ τῶν ἐν ταῖς ἄλλαις ἕκαστος ὁ τούτῳ παραβαλλόμενος, ἢ καὶ νὴ Δί’ εἴ τις ἐθέλοι, καὶ τῶν κατὰ τοὺς ταρσοὺς, ἤ τι μέρος ἄλλο τοῦ σώματος, μεμνῆσθαι χρὴ τοῦ ποσοῦ τῆς διαστολῆς, ἐπί γε τῆς ἀρίστης φύσεως, ἵν’ ἔχῃ μετρεῖν τούτοις τοὺς ἐν τοῖς αὐτοῖς μέρεσιν ἐν ταῖς ἄλλαις φύσεσι γιγνομένους σφυγμοὺς, οὐδὲν ἄτοπον οὔτε χαλεπὸν οὔτε δύσγνωστον ἔσεσθαι· ἀλλ’ ὁ ταῦτα λέγων οὐκ οἶδεν ἐν τοῖς περὶ τῆς ἀρίστης τοῦ
864
σώματος κατασκευῆς ἀποδεδειγμένον, ὡς ἔν τε μεγάλοις καὶ μικροῖς σώμασιν ὁμοίως συνίστασθαι πέφυκεν ἡ τοιαύτη φύσις. εἰ γὰρ τοῦτ’ ἐγίνωσκεν, οὐκέτ’ ἂν οὔτε τῶν ἀρτηριῶν αὐτῶν τῶν καθ’ ἕκαστον μόριον οὔτε τῶν κατ’ αὐτὰς διαστολῶν τὸν ἴσον ἐνόμιζεν ὄγκον ἐν ἁπάσαις εἶναι ταῖς ἀρίσταις φύσεσιν, ἀλλ’ ἐξαλλάττεσθαι κατά τε τὰ μεγέθη τῶν σωμάτων καὶ τὰς μικρότητας, ὥστε μένειν τὸ ἐξ ἀρχῆς ἄπορον, οὐ δυναμένων ἡμῶν ἕνα σύμμετρον ἐξευρεῖν κατὰ τὸ ποσὸν τῆς διαστολῆς. ἆρ’ οὖν ἄξιον ἐπειδὴ τελέως ἠπορήκαμεν, ἁπάντων θαυμάσαι τῶν ἰατρῶν, μεγάλους μὲν ἀεὶ καὶ μικροὺς, ὡς ἔτυχεν, ὀνομαζόντων σφυγμοὺς, πηλίκος δέ τις ὁ σύμμετρος, ᾧ παραβάλλοντες αὐτοὺς εὑρήσομεν, οὐ διδασκόντων; ἐοίκασι γὰρ οὐδ’ εἰς ἔννοιάν τινα διηρθρωμένην ἀφῖχθαι τοῦ τοιούτου σφυγμοῦ, ἀλλὰ μᾶλλον ἐν τῷ πρὸς τὶ κατηγορεῖν μέγα, ἢ μικρὸν, ἐν ἴσῳ μείζονά τε καὶ μικρότερον. ἐγὼ γοῦν καὶ τῶν καθ’ ἡμᾶς ἀρίστων ἰατρῶν, ὅταν ἁψάμενοί τινος μέγαν, ἢ μικρὸν εἴπωσι τὸν σφυγμὸν, εἴωθα πολλάκις πυνθάνεσθαι, τίνος αὐτὸν μείζονα λέγουσιν,
865
ἢ τίνος μικρότερον. οἱ δὲ τοῦ κατὰ φύσιν φασίν. αὖθις δ’ ἂν ἐρωτήσαντος ἐμοῦ, τοῦ τίνος κατὰ φύσιν, οὐχ ὅπως ἀξίαν ζητήσεως εἶναι νομίζουσι τὴν ἐρώτησιν, ἀλλὰ καὶ θαυμάζουσιν, εἴ τινος ἄλλου νομίζοιμι λέγειν πλὴν αὐτοῦ τοῦ νοσοῦντος, οὗπερ ἂν ἐν τῷ παρόντι τυγχάνωσιν ἁπτόμενοι, ἐπεὶ τοῦτό γε καὶ τοὺς παῖδας ἤδη γιγνώσκειν φασὶν, ὡς ἄλλος ἄλλου μείζονά τε καὶ μικρότερον ἐν αὐτῷ τῷ ὑγιαίνειν ἔχει σφυγμόν. ἆρ’ οὖν οὗτοι μὲν οὕτως, οἱ δὲ τούτων βελτίους, οἳ τὰ περὶ σφυγμῶν ἡμῖν συγγράμμματα καταλιπόντες ἑτέρως ὑπολαμβάνουσιν, ἢ κᾀκεῖνο παραπλησίως; οἵ γε δὴ λέγουσιν ἦρος μὲν καὶ φθινοπώρου τὰ μέσα μεγίστους ἐργάζεσθαι τοὺς σφυγμοὺς, χειμῶνος δὲ καὶ θέρους ἐλαχίστους, οἱ δὲ μεταξὺ τῶν εἰρημένων καιροὶ μέσους μεγάλων τε καὶ μικρῶν. οὐδὲ γὰρ οὐδ’ οὗτοι δοκοῦσί μοι λέγειν ἁπλῶς ἢ μεγάλους, ἢ μέσους, ἀλλ’ ἐν τῷ πρὸς τί. διὰ τοῦτο γοῦν καὶ προστιθέασιν αὐτῶν τινες ἐν τῷ λόγῳ τὸ ὡς ἐν ὥραις, ὡδί πως γράφοντες· ἦρος μὲν καὶ φθινοπώρου τὰ μέσα μεγίστους ὡς ἐν ὥραις ἐργάζεται τοὺς σφυγμούς. οἱ δ’ αὐτοὶ κᾀν ταῖς
866
ἡλικίαις οὐχ ἁπλῶς γράφουσιν, ὥσπερ ἕτερος, μεγάλους μὲν εἶναι τοὺς ἀκμαζόντων, μικροὺς δὲ τοὺς τῶν παίδων καὶ τῶν γερόντων, ἀλλὰ κᾀνταῦθα προσγράφουσιν, ὡς ἐν ἡλικίαις. ὥσθ’ οὕτως λέγουσι τοὺς μεγάλους καὶ μικροὺς, ὡς εἰ καὶ μείζονας ἔλεγον καὶ μικροτέρους, ἀλλήλοις παραβάλλοντες δηλονότι αὐτοὺς, οὐκ ἐν τῷ συμμέτρῳ. ὅτι δ’ ἀλλήλοις, δῆλον οἶμαι κᾀξ αὐτῆς ὑπάρχειν τῶν πραγμάτων τῆς φύσεως, ὑπὲρ ὧν διαλέγονται. οὐ γὰρ δὴ πάντων γε τῶν ἀνθρώπων ὡσαύτως οἱ σφυγμοὶ μέγιστοι τυγχάνουσιν ὄντες ἐν τοῖς μέσοις τοῦ ἦρος, ἀλλ’ ἑκάστου κατὰ τὴν ἰδίαν φύσιν. καὶ τοῦτο μέντοι καὶ αὐτὸ παχεῖ λογισμῷ παντάπασιν ἀδιάρθρωτον καὶ συγκεχυμένον. λῆρος γὰρ οὐ σμικρὸς, εἴ τις οἴοιτο τῷ χολώδει τε καὶ θερμῷ καὶ διακαεῖ τὴν φύσιν, ἢ τὸ ἐναντίον αὐτοῦ τῷ φλεγματώδει τε καὶ ψυχρῷ μεγίστους ἐν ἦρος μέσῳ γίγνεσθαι τοὺς σφυγμούς. ἐν μὲν γὰρ ταῖς διατριβαῖς καὶ μέχρι λόγου τάχ’ ἂν ἴσως δόξειε γίγνεσθαι, πειρωμένοις δ’ οὐκ ἂν εὑρεθεῖεν. τοὺς μὲν γὰρ θερμοτέρους καὶ ξηροτέρους τὴν κρᾶσιν οὐκ ἀναμένοντας ὄψει τὰ μέσα τοῦ ἦρος, ἀλλὰ πολὺ πρότερον τοὺς σφυγμοὺς μεγίστους σφῶν αὐτῶν ἴσχοντας, τοὺς δ’ ἐναντίους αὐτοῖς τοὺς ὑγροτέρους
867
τε καὶ ψυχροτέρους ἐπέκεινα πολὺ τῶν μέσων τοῦ ἦρος, ἤδη τοῦ θέρους ἀρχομένου. μόνους δὲ τοὺς τὴν ἀρίστην κατασκευὴν τοῦ σώματος ἔχοντας ἐν τοῖς μέσοις τοῦ ἦρος ἔστιν εὑρεῖν μεγίστους σφῶν αὐτῶν τοὺς σφυγμοὺς ἴσχοντας. οὕτω δὲ καὶ κατὰ τὰς ἡλικίας ἔχει. καὶ γὰρ τούτων αἱ μὲν εὔκρατοι τοῖς μέσοις τοῦ ἦρος, αἱ δὲ δύσκρατοι πρότερον, ἢ ὕστερον, μεγίστους ἔχουσι τοὺς σφυγμούς. ἀλλ’ οὐδεὶς τῶν ἰατρῶν οὐδὲν ἡμῖν τούτων διωρίσατο, ἀλλ’ ὡς ἂν πάντων ἀνθρώπων ὁμοίως διατιθεμένων ἐν ἑκάστῃ τῶν ὡρῶν, οὕτως ἀποκρίνονται. καίτοι τά γ’ Ἱπποκράτους οὐκ οἶμαί τινα λανθάνειν, ὅσα τε καὶ οἷα περὶ τῶν ὡρῶν εἴρηται παρ’ αὐτῷ, σαφῶς ἐνδεικνυμένῳ, μήτε φύσεις μήθ’ ἡλικίας ἁπάσας πρὸς τῶν αὐτῶν ὡρῶν ὡσαύτως διατίθεσθαι. τοὺς μὲν γὰρ ὁ χειμὼν ἰσχυροτέρους καὶ ὑγιεινοτέρους καὶ κατὰ πάντα βελτίους, τοὺς δὲ τὸ θέρος ἐργάζεται. πῶς οὖν ἐνδέχεται τὸν ὠφελούμενον τῷ βλαπτομένῳ τὴν αὐτὴν ἔχειν τροπὴν τῶν σφυγμῶν; πῶς δ’ οὐκ αἰδοῦνται γράφοντες ἡμῖν ἁπλῶς οὕτως καὶ ἀδιορίστως, ἦρος τὰ μέσα μεγίστους ἐργάζεται τοὺς σφυγμούς; εἰ γὰρ μὴ προσθείη τίσι μεγίστους, οὐδὲν ἐμάθομεν. πῶς δ’, 
868
ὅταν εἴπωσιν θέρους καὶ χειμῶνος μικροὺς γίγνεσθαι τοὺς σφυγμοὺς, οὐδ’ ἄχρι τοῦ, ποτέρα τῶν ὡρῶν τοὺς σφυγμοὺς μικροτέρους ἐργάζεται, τολμῶσι προσπαραγράφειν; οὐ γὰρ δήπου μικράν γε φήσουσιν εἶναι τὴν διαμαρτίαν, εἴ τις τὸ θέρος τοῦ χειμῶνος οἴοιτο μικροτέρους ἐργάζεσθαι τοὺς σφυγμοὺς, τὸ δ’ εἰ τύχοι μείζονας ἐργάζοιτο, ἢ εἰ τὸν χειμῶνα τοῦ θέρους, ἔμπαλιν ἔχοντος τἀληθοῦς. ὅ τι γὰρ ἄν τις εἴπῃ τῶν τριῶν τούτων, εἴτε τὸ θέρος τοῦ χειμῶνος, εἴτε τὸν χειμῶνα τοῦ θέρους, ἢ ἐπίσης ἐν ἀμφοτέροις εἶναι τοὺς σφυγμοὺς, οὐκ ἀληθεύσει, μὴ προσθεὶς τὸ τίσιν. εἰ δὲ προσθείη τε καὶ διορίσαιτο, κατά τε τὰς φύσεις τῶν σωμάτων καὶ τὰς ἡλικίας, ἕκαστον τῶν τριῶν ἀληθὲς γενήσεται, καθάπερ ἡμῖν ἐν τοῖς ἰδίοις περὶ τούτων λόγοις διορίζεται. ἀλλ’ οὔθ’ αὑτὸν ἕκαστος οὔτ’ ἀλλήλους ἐξελέγξαι περὶ τούτων ἠδυνήθησαν, ὡς πολλὰ μὲν ψευδῆ, πολλὰ δ’ ἀδιόριστα λέγουσιν, οὐδὲ διὰ μίαν ἄλλην αἰτίαν τὸ τοιοῦτο παθόντες ἢ ὅτι τοῦ συμμέτρου καθ’ ἕκαστον γένος σφυγμοῦ παντάπασιν ἀμαθῶς εἶχον. ἢ διὰ τί, καίτοι περὶ πάντων οὕτω πικρῶς ἀλλήλοις ἐρίζοντες, περὶ τούτων οὐδὲ ζητοῦσιν ὅλως,
869
ἀλλὰ ταλαιπώρως παρατρέχουσιν; δι’ οὐδὲν ἄλλο ἢ ὅτι πεφυρημένον τε καὶ ἀδιάρθρωτον ὑπὲρ αὐτῶν ἔχοντες τὸν νοῦν, ἑνί γε τῷ πρώτῳ σφαλέντι πάντες ἠκολούθησαν, εἶτα περὶ τῶν ἀξιολόγων οὐδεμίαν εἰς αὐτὰ τὰ τῆς τέχνης ἔργα βλάβην ἢ ὠφέλειαν εἰσφερομένων πικρῶς ἐριζόντων οὐκ ἀλλήλοις μόνον, ἀλλὰ καὶ Ἡροφίλῳ. καὶ ταῦτα μέντοι τῆς ἔριδος ὑπὲρ ἀδήλων πραγμάτων συνισταμένης καὶ πολλῶν καὶ μακρῶν λόγων, ἵν’ ἀποδειχθῇ, δεομένων, περὶ τῶν οὕτως ἐναργῶν, ὡς καὶ διὰ μόνης τῆς αἰσθήσεως ἔνεστι λαβεῖν, οὔτ’ αὐτοὶ διωρισμένως γράφουσιν οὔτε τοὺς σφαλέντας ἐλέγχουσιν, οὐδ’ εἴ τις τῶν παλαιῶν ἕτερόν τι παρὰ τὸ δοκοῦν αὐτοῖς ἔγραψε, μνημονεύουσιν. ἀλλὰ μικρὸν μὲν τὸν τοῦ παιδὸς εἰρήκασι σφυγμὸν, ὡσαύτως δὲ καὶ τὸν τοῦ γέροντος μικρὸν, ὁπότερος δ’ αὐτῶν μικρότερος, οὐκέτι γράφουσι, καίτοι σαφῶς Ἡροφίλου τοῖς τε μὴ παρέργως ἐντυγχάνουσιν αὐτοῦ τοῖς βιβλίοις ὑπὲρ ἀμφοτέρων γεγραφότος. ἢ καὶ γελοῖον ἴσως ποιῶ τὰ τοιαῦτα διορίζεσθαι βουλόμενος αὐτοῖς, οἷς οὐδὲ τὰ πρῶτα καὶ ἁπλούστατα καλῶς εἴρηται. μικρόν
870
γ’ οὖν λέγουσι τὸν τοῦ παιδὸς σφυγμὸν, Ἡροφίλου μηδεπώποτε μικρὸν εἰρηκότος, ἀλλὰ ποτὲ μὲν ἱκανὸν τῷ μεγέθει, ποτὲ δὲ ἀξιόλογον, ἤ πως οὕτως ὀνομάζοντος. εἶτα τίς μὲν ἡ κινοῦσα τὰς ἀρτηρίας αἰτία ζητοῦσι καὶ τῶν εἰς τοῦθ’ Ἡροφίλῳ γεγραμμένων οὐδὲν παραλείπουσι, τῶν δ’ εἰς τὰ ἔργα τῆς τέχνης διαφερόντων θεωρημάτων, οὔτ’ εἰ καλῶς οὔτ’ εἰ μὴ καλῶς ἔγραψεν Ἡρόφιλος, οὐδενὸς ἔτι μέμνηνται· ὦ πρὸς τῶν θεῶν, οὐ πολὺ μέντοι βέλτιον ἦν, μὴ περὶ τοῦ τέτταρας ὑφ’ Ἡροφίλου λέγεσθαι τὰς διοικούσας τὰ ζῶα δυνάμεις ζητεῖν, μηδὲ πικρῶς ἐρίζειν τε καὶ ἀντιλέγειν αὐτῷ περί γε τούτων, ἀλλ’ εἴπερ ἐβούλοντο καταβάλλειν τε καὶ διεξελέγξαι αὐτὸν εἰκῆ ληροῦντα, τῶν τοιούτων αὐτοῦ μνημονεύειν, ἃ φανερῶς τοῖς ἐναργέσι μάχεται, καὶ ταῦτα μαρτύρων ἀριθμὸν οὐκ ὀλίγον ἀθροῖσαι κατ’ αὐτοῦ δυνάμενοι; τούς τε γὰρ μεθ’ Ἡρόφιλον τὰ περὶ σφυγμῶν πραγματευσαμένους καὶ σχεδὸν τοὺς νῦν ἅπαντας ἕξουσι μαρτυροῦντας, ὡς ὁ τῶν παίδων σφυγμὸς μικρότερός ἐστι τοῦ τῶν γερόντων, καὶ πολλῷ γέ τις μικρότερος. ὥστε τὶς ἐμοὶ πρώην
871
ἔφασκε καταγελῶν ὅλου τοῦ ἐρωτήματος, οὐδὲ ζητήματος ἄξιον εἶναι τὸ πρᾶγμα. πολὺ γὰρ μικροτέρους ὑπάρχειν τοὺς τῶν παίδων, καὶ διὰ τοῦτο καλῶς μηδὲ γεγράφθαι τι περὶ αὐτῶν. τοιούτους οὖν μυρίους ἔχοντες μάρτυρας καὶ τἄλλα φιλονεικοῦντες ἀεὶ πρὸς Ἡρόφιλον, οὐκ οἶδ’ ὅπως τὰ τοιαῦτα παραλελοίπασι τὴν ἀρχὴν, οὐδ’ εἰ γέγραφεν αὐτὰ γιγνώσκουσιν. οὐδὲ γὰρ αὐτῆς τῆς ἰατρικῆς αὐτοῖς πάνυ φροντίς ἐστιν, ἀλλὰ μόνον ἐκείνων τῶν δογμάτων, ἃ τὰς ἐν ταῖς διατριβαῖς φλυαρίας αὐξῆσαι δύναται. ταῦτ’ οὖν ἐκλέγουσι μόνον τῶν Ἡροφίλου βιβλίων τὰ κεφάλαια, τὰ δὲ ἄλλα παντάπασιν ὑπερβαίνουσι, καὶ διὰ τοῦτ’ οὐδ’ ὅλως ἴσασι τί γέγραφεν Ἡρόφιλος, εἰς μὲν τὰ τῆς τέχνης ἔργα μεγάλως διαφέρον, ἐναντίον δ’ οἷς οὗτοι λέγουσι. διὰ τοῦτο γοῦν καὶ περὶ τῶν ῥυθμῶν ὅσα μὲν ἐχρῆν αὐτοὺς ἔτι παῖδας ὄντας ἐν τοῖς τῆς μουσικῆς διδασκαλείοις ἐκμαθεῖν, ταῦτ’ οὐδόλως εἰς τὰ τῆς ἰατρικῆς συγγράμματα φέρουσι, τὸ τῶν ὀψιμαθῶν πάθημα πάσχοντες, οὐδὲ σιωπῆσαι δυνάμενοι, κᾂν ἑτέρας ᾖ τέχνης. πῶς δ’ ἀπὸ ῥυθμοῦ δεῖ σημειοῦσθαι, οὐκέτ’ οὐδεὶς ἔγραψεν αὐτῶν. ἀλλ’ Ἡρόφιλός γε τὴν ἐναντίαν ὁδὸν ἰὼν αὐτοῖς
872
παραλείπει μὲν ἃ παρὰ τοῖς μουσικοῖς ἐχρῆν μεμαθηκέναι τὸν ἀξίως τῆς τέχνης πεπαιδευμένον, ὡς ἐπισταμένοις δ’ αὐτοῖς διαλέγεται, τὸ χρήσιμον εἰς τὴν ἰατρικὴν ἐξ αὐτῶν λαμβάνων. οἱ δ’ ὅταν τὴν θαυμαστὴν ταύτην, ὡς αὐτοὶ καλοῦσι, τεχνολογίαν τὴν περὶ τῶν ῥυθμῶν διεξέλθωσιν, οὐκέτ’ αὐτοῖς μέλει δεῖξαι, πῶς ἄν τις ἱκανὸς προγνῶναί τι δι’ αὐτῶν, ἢ σημειώσασθαι γένοιτο. ταῦτ’ ἄρα καὶ τὸν παίδων σφυγμὸν μικρὸν λέγουσιν, Ἡροφίλου τἀναντία γράφοντος, οὐδὲ μέχρι τοσούτου διασκέψασθαι σπουδάζοντες, ὡς ἐννοῆσαι δυνηθῆναι, ποία τις παρὰ τοῖς ἀνθρώποις μεγάλη καὶ μικρὰ διαστολὴ λέγεται. καὶ γὰρ ἐπὶ κύστεων καὶ φυσῶν χαλκευτικῶν καὶ ἀσκῶν καὶ γαστέρων καὶ μητρῶν καὶ παντὸς ἁπλῶς τοῦ κοιλότητά τινα κεκτημένου μεγάλας τε καὶ μικρὰς εἰώθαμεν διαστολὰς ὀνομάζειν. καὶ πολλάκις γε μικρὸν μὲν τὸν ὄγκον εἶναί φαμεν τῆς γαστρὸς, μέγαν δ’ εἰ τύχοι τὸν τῆς κύστεως, καὶ μικρὸν μὲν τὸν τοῦ ἀσκοῦ, μέγαν δὲ τὸν τῆς γαστρός· εἴποιμεν δ’ ἄν ποτε καὶ τὴν κύστιν εἰς ὄγκον τε μέγαν καὶ διαστολὴν ἀφικέσθαι μεγίστην, τὸν δ’ ἀσκὸν καὶ τὸν σάκκον 
873
εἴκοσι πολλάκις ἑαυτῶν ἐντὸς τοιαύτας κύστεις δέξασθαι δυναμένους μηδέπω τὴν μεγίστην ἔχειν διαστολήν. λογιζόμεθα γὰρ, οἶμαι, πρὸς τὴν ἑκάστου τῶν σωμάτων κοιλότητα τὴν διάστασιν αὐτοῦ χρῆναι παραβάλλειν; οὐχ ἁπλῶς ἀποφαίνεσθαι κατὰ πάντων ἑνὶ μέτρῳ χρωμένους. ἔστι γάρ τι τὸ μέτρον ἐν ἑκάστῳ, καθ’ ὃ μήτε τείνεσθαι τοὺς τὰς κοιλότητας ἑαυτῶν ἐντὸς ἔχοντας χιτῶνας μήτε χαλαροὺς εἶναι συμβέβηκεν. ὅταν οὖν ἤτοι τάσις ἐν αὐτοῖς, ἢ κοιλότης ἐμφαίνηται, τότε μεγάλας καὶ μικρὰς λέγομεν ὑπάρχειν τὰς διαστολάς. ἡνίκα δὲ μήτε αἰσθητὴν κοιλότητα δυνατὸν ἔτι θεάσασθαι μήτ’ ἤδη πονοῦσιν οἱ χιτῶνες ὑπὸ τῆς διαστολῆς τεινόμενοι, μετρίαν τέ τινα καὶ σύμμετρον καὶ κατὰ φύσιν τῷ σώματι τὴν τοιαύτην διάστασιν εἶναί φαμεν. τί δὴ οὖν χαλεπὸν ἐκ τούτων ὁρμηθέντας ἐννοῆσαι περὶ τῆς ἀρτηρίας, ὡς καὶ ταύτην σῶμα κοῖλον ὑπάρχουσαν, ἀναγκαῖον ὅρους ἔχειν τῆς ἐφ’ ἑκάτερα κινήσεως, καὶ μήτ’ εἰς ἄμετρον διΐστασθαι (ῥαγῆναι γὰρ ἂν) μήτ’ εἰς ἐλάχιστον συστέλλεσθαι· κωλύειν γὰρ τὴν τῶν χιτώνων φύσιν, σκληρὰν καὶ δυσσύμπτωτον ὑπάρχουσαν;

874

Ἔστιν οὖν τις αὐτάρκης διαστολὴ τῆς ἀρτηρίας, ὡς μήτε διατείνειν μήτ’ ἀπολιπεῖν τι χαλαρὸν αὐτῆς μόριον, ἣν σύμμετρόν τ’ εἶναι φήσομεν καὶ κατὰ φύσιν· εἰ δὲ μὴ, καθ’ ἕνα καὶ τὸν αὐτὸν ἄνθρωπον ἀναγκασθησόμεθα λέγειν μεγάλους τε καὶ μικροὺς καὶ συμμέτρους ὑπάρχειν σφυγμοὺς, καίτοι δεινὸν ἐν ἀρίστῃ φύσει τὸ μὴ πάντας εἶναι συμμέτρους, πολὺ δὲ δεινότερον τὸν αὐτὸν σφυγμὸν μέγαν θ’ ἅμα καὶ μικρὸν καὶ σύμμετρον γίνεσθαι, τοῖς μὲν μικροτέροις παραβαλλόμενον μέγαν, τοῖς δὲ μείζοσι μικρὸν, ἀμφοτέροις δ’ ὁμοῦ σύμμετρον, δέον, ὅταν μὲν τῷ μικροτέρῳ παραβάλληται, μείζονα καλεῖν αὐτὸν, ὅταν δὲ τῷ μείζονι, μικρότερον, ἀμφοῖν δὲ μέσον. οὕτως γὰρ ἡμῖν ἔξεστι καλεῖν τοὺς ἐν ταῖς ἀρίσταις φύσεσι σφυγμοὺς, ἀλλήλων μὲν μείζονάς τε καὶ μικροτέρους, συμμέτρους δ’ ἅπαντας, εἴπερ τι τῶν ἀνωτέρω λεχθέντων μνημονεύοιμεν, ὁπόταν πρὸς τὴν φύσιν τοῦ ὑποκειμένου σώματος ἀποβλέπειν ἐφάσκομεν δεῖν, ὅταν τὸ σύμμετρόν τε καὶ τὸ μέγα καὶ τὸ μικρὸν ἐξευρεῖν ᾖ προκείμενον, ὅταν δ’ ἁπλῶς ἀλλήλοις παραβάλλωμεν

875
τοὺς ὄγκους τῶν σωμάτων, μεῖζον μὲν καὶ ἔλαττον καὶ μέσον ἀμφοῖν ὀνομάζειν, μέγαν δὲ καὶ μικρὸν καὶ σύμμετρον μηδέπω. τὸ μὲν γὰρ μεῖζον τοῦ ἐλάττονός ἐστιν ὑπερέχον, τὸ δὲ μέγα τοῦ ὁμογενοῦς συμμέτρου μεῖζον, ὥστ’ ἄμφω μὲν ἐν τῷ πρὸς τὶ λέγεσθαι, ἀλλὰ τὸ μὲν μεῖζον πρὸς ἅπαντα τὰ μικρότερα παραβάλλωμεν, τὸ δὲ μέγα πρὸς ἓν μόνον τὸ ὁμογενὲς μέτριον· εἰ γὰρ ἐκείνου μεῖζον εἴη, μέγα καλεῖται. ἀντίστροφα δὲ τούτοις ἐπί τε μικροτέρου καὶ μικροῦ χρὴ νοεῖν. σύμμετρον δὲ καὶ μέτριον εἶναι λεκτέον τὸ κατὰ τὴν οἰκείαν φύσιν ἔχον, ὥσπερ ἀσύμμετρόν τε καὶ ἄμετρον τὸ παρὰ τὴν φύσιν. ἐπεὶ τοίνυν ἐστὶ σῶμα κοῖλον ἡ ἀρτηρία, τὴν διάστασιν αὐτῆς ἀνάγκη ποτὲ μὲν οἰκείως τε καὶ συμμέτρως τῆς τε χρείας, ἧς ἕνεκα πρὸς τῆς φύσεως ἐγένετο τοιαύτη, καὶ προσέτι τῶν χιτώνων τῶν αὐτῆς, ποτὲ δ’ ἀμέτρως ἐπιτελεῖσθαι. δείκνυται δ’ ἐν ἑτέροις, ὡς ἐν ταῖς ἀρίσταις φύσεσιν εἰς τοσοῦτον διαστέλλεσθαι πέφυκεν, εἰς ὅσον τήν τε χρείαν ἱκανῶς πληρῶσαι καὶ μηδὲν τοὺς χιτῶνας λυπῆσαι. τὸν οὖν βουλόμενον ἑνὶ κανόνι προσέχειν ἐν ταῖς τῶν μεγάλων τε καὶ
876
μικρῶν σφυγμῶν διαγνώσεσι; τὴν ἀρίστην φύσιν ἐξευρόντα, καὶ γνόντα μιᾶς ἀρτηρίας ἡστινοσοῦν, ἐν αὐτῇ τόν τε τοῦ σώματος ὄγκον τόν τε τῆς διαστολῆς μεμνῆσθαι χρὴ καὶ συλλογίζεσθαι, μέχρι πόσου τὴν μείζονα ταύτης ἀρτηρίαν εἰκὸς ἔχειν μείζονα, καὶ τὴν διαστολὴν ἐν ταῖς ἀρίσταις φύσεσιν· εἶτ’ εἰ μὲν εὑρίσκοιτο τηλικαύτην ἡλίκην ἔσεσθαι στοχάζοιτο, σύμμετρον οὕτω καλεῖν τὸν σφυγμόν· εἰ δ’ ἤτοι μείζονα ταύτης, ἢ ἐλάττονα, μέγαν, ἢ μικρόν. εἴσεται δὲ τὸ τῆς ἀρτηρίας μέγεθος ἐπὶ τῆς ἀρίστης φύσεως ἤτοι διὰ τῆς ἀνατομῆς, εἴτ’ οὖν κατὰ περίπτωσιν εἴτε κατ’ ἐπιτήδευσιν γιγνομένης, ἢ συλλογισάμενος ἐκ τῶν ἐν τοῖς περὶ τῆς ἀρίστης κατασκευῆς εἰρημένων. καίτοι κᾂν εἰ μὴ γιγνώσκῃ τίς ἐστιν ἡ ἀρτηρία τοῖς τὴν ἀρίστην φύσιν ἔχουσιν, ἀλλὰ τόν γε σφυγμὸν αὐτῶν μεμνημένος, εἶτ’ αὖθις συντυχὼν ἑτέρῳ τινὶ καὶ δυνάμενος συλλογίσασθαι, πότερον εἰκὸς μείζονας τοῦτον ἢ μικροτέρας ἐκείνου τὰς ἀρτηρίας ἔχειν, οὕτως ἤδη παραβάλλειν τε τῷ κατὰ τὴν διαστολὴν ὄγκῳ δυνήσεται καὶ στοχάζεσθαι, πότερα σύμμετρος, ἢ μέγας, ἢ μικρὸς ὁ σφυγμός ἐστιν. εἰ μὲν γὰρ ὅσῳ φαίνεται μείζονας τὰς ἀρτηρίας ἔχειν ὁ παραβαλλόμενος
877
ἄνθρωπος, τοσούτῳ καὶ τὴν διαστολὴν αὐτῶν ἔχοι μείζονα, σύμμετρον ἐροῦμεν τὸν σφυγμόν· εἰ δ’ ἤτοι πλέονι τὸ τῆς ἀρτηρίας μέγεθος ἤπερ τὸ τῆς διαστολῆς ὑπερβάλλειν δόξειεν, ἢ ἔλαττον εἴη, μέγαν οὕτως ἢ μικρὸν καλέσομεν· εἰ μὲν τὸ τῆς ἀρτηρίας σῶμα φαίνοιτο μεῖζον ἤπερ τὸ τῶν σφυγμῶν, μικρόν· εἰ δὲ τὸ μὲν τῆς ἀρτηρίας ἔλαττον, τὸ δὲ τῶν σφυγμῶν μεῖζον, μέγαν. οὕτω δὲ καὶ κατὰ τὰ λοιπὰ γένη τῶν σφυγμῶν τό τε κατὰ τὴν κίνησιν αὐτὴν, ἐν ᾧ τάχος τε καὶ βραδύτητα διαγινώσκομεν, καὶ τὸ κατὰ τὴν ἠρεμίαν, ἐν ᾧ πυκνότητα καὶ ἀραιότητα, καὶ τὸ κατὰ τὸν τόνον, ἐν ᾧ σφοδρότητα καὶ ἀμυδρότητα, καὶ προσέτι τὸ κατὰ τὸ σῶμα τῆς ἀρτηρίας, ἐν ᾧ σκληρότητα καὶ μαλακότητα. ἐν ἅπασι γὰρ τούτοις τόν τε σύμμετρον ἐπὶ τῆς ἀρίστης φύσεως ἐξευρήσομεν τούς τε ἀμέτρους ἢ δι’ ὑπερβολὴν, ἢ δι’ ἔλλειψιν, οὐκ ἀλλήλοις, ἀλλὰ τῷ συμμέτρῳ παρεξετάσομεν.