De dignoscendis pulsibus

Galen

Galen, De dignoscendis pulsibus

Περὶ δὲ τῶν ῥυθμῶν ἐφεξῆς ἐροῦμεν εἰς ταύτην τὴν τάξιν τῆς διδασκαλίας ἀγόμενοι κατὰ τὴν

902
οἰκειότητα τῆς διαγνώσεως, ἐπεί τοι κατά γε τὴν φύσιν αὐτῶν τῶν πραγμάτων τὰ καθ’ ἓν μόριον σφυγμοῦ καὶ μάλιστα τὴν διαστολὴν συνιστάμενα γένη πρότερον ἐχρῆν ἐπελθεῖν, ὡς ἐν τοῖς περὶ διαφορᾶς σφυγμῶν ἐποιήσαμεν. ἀλλ’ ἐπεὶ τὰ μὲν ἐν ἑνὶ μορίῳ συνιστάμενα γένη τὰ μὲν εἰρημένων ὑπόλοιπα κοινῆς δεῖται διδασκαλίας, τὸ δὲ τῶν ῥυθμῶν τοῖς προειρημένοις δύο γένεσιν ἔζευκται κατὰ τὴν διάγνωσιν, ὡς αὐτὸς περὶ αὐτῶν λόγος ἐνδείξεται, διὰ τοῦτ’ ἐφεξῆς ἐροῦμεν περὶ ῥυθμῶν, τὸν περὶ σκληρότητος καὶ σφοδρότηρος λόγον εἰς τὸ μετὰ τούτου βιβλίον ἀναβαλλόμενοι, ὥσθ’ ἕκαστον τῶν ὑπομνημάτων τελείαν ἔχειν τῶν παρακειμένων ἀλλήλοις κατὰ τὴν διάγνωσιν τῶν γενῶν τὴν διδασκαλίαν. ἐπεὶ τοίνυν ὁ ῥυθμὸς ἐν τῷ παραβάλλειν τὸν χρόνον τῆς διαστολῆς τῷ χρόνῳ τῆς συστολῆς γίνεται, χρὴ δηλονότι διαγνωστικοὺς ἡμᾶς ὑπάρχειν ἰδίᾳ πρότερον ἑκατέρου τοῦ χρόνου. τοῦτο δ’ οὐ πάνυ τι ῥᾴδιον. εἰ γὰρ ἐν τῷ πρώτῳ βιβλίῳ λεχθέντων ἀναμνησθείημεν, ἡνίκ’ ἐζητοῦμεν πότερα πάσης αἰσθέσθαι δυνατόν ἐστι τῆς διαστολῆς καὶ τῆς συστολῆς, ἢ διαφεύγει τι τῆς 
903
κινήσεως ἡμᾶς ἑκατέρας, εἰσόμεθα ὅπως χαλεπόν ἐστι, μᾶλλον δ’ ἀδύνατον ἅπαντος τοῦ κατὰ ταύτας χρόνου τὴν διάγνωσιν ποιήσασθαι. δέδεικται γὰρ ἐκεῖ τά γε πρῶτα τῆς διαστολῆς, τὰ δὲ τελευταῖα τῆς συστολῆς ἄγνωστα. καθ’ ὅσον δ’ ἄν τι τῆς κινήσεως διαλανθάνῃ, κατὰ τοσοῦτον, οἶμαι, καὶ τοῦ χρόνου διαφεύξεται. πρῶτον δ’ αὐτὸ τοῦτο πάλιν ἀναμνηστέον τε καὶ διοριστέον, ὡς οὐ ταὐτὸν ἦν τό τ’ ἐν τῷ πρώτῳ βιβλίῳ ζητηθὲν καὶ τὸ νῦν ὀλίγον ἔμπροσθεν. ἐκεῖ μὲν γὰρ ἐζητεῖτο περὶ διαστολῆς ἁπλῶς, ἐνταυθοῖ δὲ περὶ τοῦ κατὰ τὸ ἐν αὐτῇ ποσὸν χρόνου. ἐν μὲν οὖν τῷ ζητεῖν ἁπλῶς εἰ πάσης αἰσθάνεσθαι δυνατόν ἐστι τῆς διαστολῆς, ὅσον ἂν διαφεύγῃ τῆς κινήσεως τὴν ἁφὴν, τοῦτ’ ἂν ἀδιάγνωστον εἶναι φήσομεν. ἐν δὲ τῇ διαγνώσει τοῦ κατ’ αὐτὴν ποσοῦ πηλίκον ἐστὶ τὸ διάστημα καθ’ οὗ κεκίνηται σκοπούμεθα. καὶ δέδεικται μικρῷ πρόσθεν, ὡς εἰ μόνου τοῦ πέρατος τῆς διαστολῆς ἀκριβῆ τὴν διάγνωσιν σχοίημεν, συλλογισμὸς ἡμῖν παρακείμενος αἰσθήσει τὴν ἔνδειξιν τοῦ κατ’ αὐτὴν ποσοῦ ποιήσεται. δυνατὸν οὖν ἐστι μηδενὸς ἄλλου μέρους τῆς κινήσεως πλὴν τοῦ ἔξω πέρατος αἰσθανομένους ὅση μέν τίς ἐστι κατὰ τὸν χρόνον ἀγνοεῖν,
904
καθ’ ὅσον ἐνήνεκται διαστήματος, διαγιγνώσκειν. τούτων οὖν τὸ μὲν ἕτερον ἐν τῷ πρώτῳ βιβλίῳ τὴν ζήτησιν ἔσχε, τὸ δ’ ἕτερον οὐ πρὸ πολλοῦ πεπαύμεθα διεξιόντες. ἀναμνησθῶμεν οὖν πάλιν, ὡς ἐν τοῖς σφοδροῖς σφυγμοῖς, εἰ θλίψαιμεν συμμέτρως τὴν ἀρτηρίαν, τὰ μὲν πρῶτα κινήσεως γνωριοῦμεν, ἀγνοήσομεν δὲ τὸ ποσὸν τοῦ διαστήματος. ἔτι δὲ καὶ τοῦτο προσαναμνησθῶμεν, ὃ ἐν τῷ δευτέρῳ βιβλίῳ κατ’ ἀρχὰς εὐθὺς ἐδείχθη, μὴ ταὐτὸν εἶναι ποσότητα χρόνου κινήσεως ἐξετάζειν καὶ τάχος, ἢ βραδύτητα διαγιγνώσκειν. τούτων γὰρ ἡμῖν εἰς τὰ παρόντα δεῖ πάντων, ἵν’ ἀκριβῶς καὶ διηρθρωμένως εἰδῶμεν, εἰ διενήνοχεν ἡ τοῦ διαστήματος καθ’ οὗ τὴν κίνησιν ἐνηνέχθαι συμβέβηκεν διάγνωσις τῆς τοῦ χρόνου, καὶ ὡς ἑκατέρων ἑτέρα τίς ἐστιν ἢ τάχος ἢ βραδύτητα σκοπουμένη. μετρεῖ γὰρ ἡ μὲν πρώτη λεχθεῖσα τοῦ διαστήματος τὸ ποσὸν, ἡ δὲ δευτέρα τοῦ χρόνου τῆς κινήσεως τὸ ποσὸν, ἡ δὲ τρίτη τὸ ποιὸν τῆς κινήσεως. εἰς οὖν τὴν περὶ τῶν ῥυθμῶν διάγνωσιν οὔτε τῆς πρώτης οὔτε τῆς τρίτης, ἀλλ’ αὐτῆς τῆς δευτέρας μόνης δεόμεθα. τοιαύτην τοιγαροῦν
905
εἶναι χρὴ τὴν ἐπιβολὴν τῆς ἁφῆς, οἵα μάλιστ’ ἂν ἅπασαν ἀκριβῶς θεωρήσειε τὴν κίνησιν τῆς ἀρτηρίας. ὡς ὅσα κατὰ τὸ πρῶτον βιβλίον εἴρηται, ζητούντων ἡμῶν, εἰ πάσης αἰσθήσεσθαι δυνατόν ἐστι τῆς κινήσεως, ἀναμνησθῆναι προσήκει γνόντας ἓν καὶ ταὐτὸν ἐκεῖνό τε καὶ τοῦτ’ εἶναι τὸ πρόβλημα τῇ γε δυνάμει, προβάλλεσθαι δὲ τῇ λέξει διαφερόντως. εἰ δὴ ταῦτα πάντα προνοήσαιμεν, εἰσόμεθα τὸ χαλεπὸν τῆς προκειμένης διαγνώσεως. ἔστω γάρ τινα σφυγμὸν εἶναι μέγαν μὲν, ἀλλ’ ἀμυδρόν· οὔκουν οἷόν τε τούτου φωρᾶσθαι τῆς διαστάσεως ἁπάσης τὴν κίνησιν, ἀλλὰ μόνον τοῦ ἔξω πέρατος. ὡσαύτως δὲ καὶ τῆς συστολῆς, εἴπερ ἄρα, τὴν ἀρχὴν μόνην καὶ τὴν ἀποχώρησιν, ἄλλο δ’ οὐδέν. ἐπιπολῆς οὖν ψαύειν τῶν τοιούτων χρὴ σφυγμῶν, ὡς πολλάκις εἴρηται. τῇ δὲ τοιαύτῃ τῆς ἁφῆς ἐπιβολῇ τοῦ μὲν διαστήματος τῆς διαστολῆς τὸ ποσὸν οἷόν τε διαγνῶναι, τοῦ δὲ χρόνου τῆς κινήσεως ἀδύνατον. ἐπὶ δὲ τῆς συστολῆς οὐ μόνον τοῦ χρόνου τῆς κινήσεως ἀδύνατον ἐξευρεῖν τὸ ποσὸν, ἀλλὰ καὶ τοῦ διαστήματος αὐτοῦ. τελέως γὰρ αὐτῆς ἀναισθήτου γινομένης, ἀνάγκη πάντων ὁμοῦ τῶν ὑπαρχόντων αὐτῇ τὴν ἀπώλειαν
906
γίγνεσθαι. ὥστ’ οὐ μόνον τὸ ποσὸν τοῦ διαστήματός τε καὶ τοῦ χρόνου τῆς κινήσεως, ἀλλὰ καὶ τὸ ποιὸν, ἐν ᾧ τάχους τε καὶ βραδύτητος διάγνωσις ἡμῖν ἐγίγνετο, παντάπασιν ἡμῖν ἀναίσθητον ἔσται. πῶς γὰρ ἂν ἔτι καὶ δύναιτο διαγιγνώσκεσθαι τὸ ποσὸν τῆς κινήσεως, ὅπου μηδόλως αἴσθησις γίνεται κινήσεως; ὑπάρχειν γὰρ δεῖ πρότερον τὴν οὐσίαν τοῦ πράγματος τῆς ποιότητος. ταύτης τοίνυν παντάπασιν ἐκφευγούσης τὴν αἴσθησιν, οὐχ οἷόν τε τὴν ποιότητα διαγιγνώσκεσθαι. πῶς οὖν ἐν τοῖς τοιούτοις σφυγμοῖς οἷόν τε διαγνῶναι τὸν ῥυθμὸν, ἐν οἷς ἄρδην μὲν ἀπόλωλεν ἡ συστολὴ, τῆς διαστολῆς δὲ μόνον τὸ ἐκτὸς ἀποσώζεται πέρας; ἀλλ’ οὐδ’ ἐπ’ ἄλλου τινὸς τῶν ἀμυδρῶν οἷόν τε τῆς συστολῆς αἰσθέσθαι. μόνων τοίνυν τῶν οὐκ ἀμυδρῶν γνωρίζοντες τὴν κίνησιν, τὴν ἐν τῷ διαστέλλεσθαι καὶ συστέλλεσθαι τὴν ἀρτηρίαν, μόνων τούτων καὶ τὸν ῥυθμὸν διαγνωσόμεθα, σύμμετρον οὕτω δηλονότι τὴν ἐπιβολὴν τῶν δακτύλων ποιούμενοι, καθὰ πρόσθεν εἴπομεν, ὡς μηδὲν τῆς ἐκτὸς κινήσεως κωλῦσαι. μᾶλλον γὰρ ἢ δεῖ θλίψαντες τὴν ἀρτηρίαν παύσασθαι τὴν κίνησιν αὐτῆς ἀναγκάσομεν, εἰ μή τις κᾀν τούτοις ἀδιάγνωστος ὁ ῥυθμός·
907
εἴ γε διὰ παντὸς ἡμᾶς τά τε πρῶτα τῆς διαστολῆς καὶ τὰ τελευταῖα τῆς συστολῆς ἐκφεύγει, εἰ μή τι παντελῶς βραχέος ὄντος τοῦ διαφεύγοντος, οὐδὲν ὁ ῥυθμὸς μέγα βεβλάψεται. τάχα γὰρ ἄν τις εἴποι καὶ τοῦτο. διορισμοῦ μέντοι δεῖ τῷ λόγῳ. κατὰ μὲν γὰρ τοὺς σφοδροτάτους σφυγμοὺς ἀληθὲς ἂν εἴη τὸ λεγόμενον, κατὰ δὲ τοὺς ἄλλους οὐκέτ’ ἀληθὲς, καὶ μάλισθ’ ὅσοι σφοδρότητος ὀλίγον μετέχουσιν. ἱκανὸν γὰρ ἦν ἐπὶ τούτων τὸ διαφεῦγον τὴν αἴσθησιν καὶ βλάπτειν ἤδη τὸν ῥυθμὸν δυνάμενον. ἐκ τῶν εἰρημένων οὖν ἁπάντων σαφὲς ἤδη γέγονεν, ὡς ἐν τοῖς σφοδροτάτοις μόνοις σφυγμοῖς ἡ διάγνωσίς ἐστι τῶν ῥυθμῶν. ἐπὶ δὲ τῶν ἄλλων ἁπάντων ἢ καὶ παντάπασιν ἀδιάγνωστος, ὡς ἐπὶ τῶν ἀμυδρῶν, ἢ πόῤῥω τῆς ἀκριβοῦς, ὡς ἐπὶ τῶν ἧττον μὲν σφοδρῶν, οὐδέπω δὲ ἀμυδρῶν. ἡ μὲν οὖν ἀπορία τοιαύτη. πειρατέον δ’ αὐτὴν ἰᾶσθαι καθ’ ὅσον οἷόν τε. πρῶτον μὲν οὖν οὐκ ἐπὶ τῶν ἀμυδρῶν τε σφυγμῶν, οὐ μὴν ἱκανῶς γε σφοδρῶν, ὁμοίας τῆς βλάβης ἔν τε ταῖς διαστολαῖς καὶ ταῖς συστολαῖς γινομένης, ἔνεστί πως ἐντεῦθεν παραμυθήσασθαι τὴν ἀπορίαν. ὃν γὰρ 
908
ἔχει λόγον ὁ πᾶς τῆς διαστολῆς χρόνος πρὸς τὸν πάντα τῆς συστολῆς, τὸν αὐτὸν ἔχει λόγον καὶ τὰ διαφεύγοντ’ αὐτῶν τὴν ἁφὴν μόρια, πρὸς ἄλληλα δηλονότι, καὶ τὰ σωζόμενα τὸν αὐτὸν ἕξει πρὸς ἄλληλα λόγον. ὥστ’ εἰς τὴν ἀπ’ αὐτῶν πρόγνωσιν οὐ μέγα βεβλαψόμεθα· διπλασίου γὰρ ὄντος, εἰ τύχοι, τοῦ παντὸς τῆς συστολῆς χρόνου τῷ παντὶ τῆς διαστολῆς παραβαλλομένου, διπλασίου δ’ ὁμοίως ὄντος καὶ σωζομένου παραμετρουμένου, τὴν ἀπὸ τῶν ῥυθμῶν πρόγνωσιν ὁμοίαν ἕξομεν ἐκ τῶν αἰσθητῶν μερῶν τῆς κινήσεως, ἣν ἂν καὶ πάσης αὐτῆς σωζομένης ἔσχομεν. ἐπὶ μέντοι τῶν ἀμυδρῶν τὴν ἀπορίαν οὐκ ἔθ’ ὁμοίως οἷόν τε παραμυθήσασθαι. καὶ γὰρ ἣν οἱ τὸν χρόνον τῆς διαστολῆς τῷ λοιπῷ παντὶ παραβάλλοντες εὑρίσκειν εὐπορίαν ζητοῦσιν, κίβδηλός ἐστι. πειρατέον δὲ πρότερον εἰπεῖν αὐτὴν σαφῶς, εἶθ’ οὕτως ὅπη μεμφόμεθα δεικτέον. ὄντων τοίνυν τεττάρων μορίων τοῦ σφυγμοῦ, διαστολῆς τε καὶ συστολῆς, καὶ δυοῖν ἠρεμιῶν, ἑτέρας μὲν ἐπὶ τῇ διαστολῇ πρὸ τῆς συστολῆς, ἑτέρας δ’ ἐπὶ τῇ συστολῇ πρὸ τῆς διαστολῆς, ὅσοι μὲν ἀδιάγνωστον αἰσθήσει τὴν συστολὴν εἶναί φασιν, ἰδίᾳ μὲν τὸν τῆς διαστολῆς
909
χρόνον τιθέασιν, ὃν δὴ κινήσεως καλοῦσιν, ἰδίᾳ δὲ τῶν ὑπολοίπων δυοῖν μερῶν, ὃν ἠρεμίαν τε καὶ συστολὴν ὀνομάζουσιν, καὶ τὸν τούτων τῶν τριῶν χρόνων πρὸς ἀλλήλους λόγον ῥυθμὸν εἶναί φασιν. ὅσοι δὲ τῆς συστολῆς αἰσθάνεσθαί φασιν, οἱ μέν τινες αὐτῶν τὸν τῆς διαστολῆς μόνον χρόνον τῷ τῆς συστολῆς παραβάλλοντες τὸν ῥυθμὸν γίγνεσθαί φασιν, οἱ δέ τινες προσνέμουσιν ἑκατέρᾳ τῶν κινήσεων τὸν χρόνον τῆς μετ’ αὐτὴν ἡσυχίας. τριῶν οὖν τούτων δοξῶν οὐσῶν περὶ τῶν ἐν τοῖς σφυγμοῖς ῥυθμῶν, οἱ μὲν ἀπὸ τῆς δευτέρας ὁμολογήσουσι μηδὲν εἰπεῖν ἔχειν πρὸς τὰς εἰρημένας ἀπορίας, οἱ δ’ ἀπὸ πρώτης τε καὶ τρίτης ἴσως ἂν εὐπορεῖν δόξαιεν, οἱ μὲν, ὅτι τὸν τῆς φαινομένης κινήσεως χρόνον ἅπαντι τῷ λοιπῷ τῷ τῆς ἡσυχίας ὑπ’ αὐτῶν καλουμένης παραβάλλουσιν, οἱ δ’, ὅτι τὸν τῆς φαινομένης κινήσεως χρόνον ἅμα τῷ χρόνῳ τῆς μετ’ αὐτῶν ἡσυχίας πρὸς τὸν λοιπὸν, τὴν ἀρχὴν τῆς συστολῆς ὅρον τῆς τῶν προτέρων δυοῖν χρόνοιν συνθέσεως ποιούμενοι. ἄξιον δ’ ἑκατέρων θαυμάσαι, τῶν μὲν πρώτων, εἰ τὰ περὶ τῆς συστολῆς εἰρημένα μέμνηνται μόνα,
910
τῶν ἐπὶ τῆς διαστολῆς ῥηθέντων ἐπιλαθόμενοι. ἐν γὰρ τοῖς ἀμυδροῖς σφυγμοῖς τὸ μὲν ποσὸν τοῦ διαστήματος ἐν ταῖς διαστολαῖς συλλογισμῷ γνωστὸν ἐδείκνυμεν ὑπάρχειν, τὸν δὲ χρόνον τῆς κινήσεως ἀδιάγνωστον ὑπάρχειν, μόνων τῶν ἐκτὸς αὐτῆς περάτων εἰς αἴσθησιν ἡκόντων. οὐκ οἶδ’ οὖν ὅπως λέγουσι παραβάλλειν τὸν χρόνον τῆς διαστολῆς τῷ λοιπῷ παντὶ, καὶ γὰρ τοῦ ταύτης χρόνου τὸ αἰσθητὸν ὀλίγον παντάπασιν, εἰ μή τι τοῦτ’ αὐτὸ μόνον ἐθέλουσι παραβάλλειν τῷ λοιπῷ παντί. καὶ γένοιτ’ ἂν οὕτως ὁ ῥυθμὸς αὐτοῖς λόγος τοῦ φαινομένου χρόνου τῆς κατὰ τὴν διαστολὴν κινήσεως πρὸς τὸν λοιπὸν ἅπαντα. τοῦτο δ’ εἰ λέγουσι, δυνατὸν μέν τι λέγουσιν, οὐ μὴν καὶ χρήσιμόν γε, μηδενὸς ἐκ τοῦ τοιούτου ῥυθμοῦ προγνωσθῆναι δυναμένου, καθ’ ὃν ὁ χρόνος τοῦ φαινομένου μέρους τῆς διαστολῆς τῷ λοιπῷ παντὶ παραβάλλεται, τῷ συγκειμένῳ ἔκ τε τοῦ τῆς ἐκτὸς ἠρεμίας καὶ τῆς συστολῆς καὶ τρίτου τοῦ τῆς ἐντὸς ἠρεμίας καὶ τετάρτου τοῦ μὴ φαινομένου μέρους τῆς διαστολῆς. πρὸς δὲ τὸ μηδὲν χρήσιμον ἐκ τῆς τοιαύτης διδασκαλίας δύνασθαι λαβεῖν, ἔτι καὶ τὴν
911
ἔννοιαν οὗτοι τοῦ ῥυθμοῦ συγχέουσιν, ὡς εἰ καὶ μουσικός τις εἶναι προσποιούμενος, οὐ τοῦ τῆς ἄρσεως χρόνου πρὸς τὸν τῆς θέσεως λόγον ἔφασκεν ὑπάρχειν τὸν ῥυθμὸν, ἀλλὰ τοῦ φαινομένου μέρους τῆς ἄρσεως πρὸς τὸν λοιπὸν πάντα. παραπλήσια δ’ αὐτοῖς καὶ οἱ ἀπὸ τῆς τρίτης αἱρέσεως ἁμαρτάνουσι, μόνῳ τῷ προσνέμειν τὸν χρόνον τῆς ἐκτὸς ἠρεμίας τῷ τῆς διαστολῆς βέλτιον ἐκείνων φρονοῦντες, καθ’ ὅσον δ’ ἐπελάθοντο καὶ αὐτοὶ τὸν τῆς συστολῆς χρόνον ἀδιάγνωστον ὑπάρχειν αἰσθήσει κατὰ τοὺς ἀμυδροὺς σφυγμοὺς, ὁμοίως σφαλλόμενοι. τρίτον δ’ αὖ πάλιν ἐξαίρετον οὗτοι προσεπιτίθενται τὸ καὶ τῆς συστολῆς τὴν πρώτην ὁρμὴν αἰσθητὴν εἶναι διὰ παντὸς, οὔσης οὐδὲ ταύτης ἐπὶ τῶν ἀμυδρῶν σφυγμῶν αἰσθητῆς. κατὰ ταῦτ’ οὖν ἅπαντα τὰς ἐν ταῖς αἱρέσεσι πολλὰς ἀπορίας ἀνάγκη συμπίπτειν ἐν ταῖς τῶν ῥυθμῶν διαγνώσεσι, καὶ διὰ τοῦτ’ οἶμαι μηδ’ ἐπιχειρῆσαί τι γράψαι τοὺς μεθ’ Ἡρόφιλον εἰς τὴν ἀπ’ αὐτῶν πρόγνωσιν. αὐτὸς δὲ ὁ Ἡρόφιλος πολλαχόθι μὲν ῥυθμῶν εἰς τὰς προγνώσεις μνημονεύει, χαλεπὸν μὴν ἐξευρεῖν τί ποτε καὶ λέγει τὸν ῥυθμὸν, ἆρά γε τὸν λόγον τοῦ τῆς διαστολῆς μόνον χρόνου πρὸς τὸν
912
τῆς συστολῆς μόνης, ἢ καὶ αὐτὸν τῆς ἑπομένης ἑκατέρᾳ τῶν κινήσεων ἠρεμίας προσνέμει. καὶ διὰ τοῦτο οὐδὲ τοῖς ὑπ’ αὐτοῦ κληθεῖσιν Ἡροφιλείοις ὁμολογεῖται, τί ποθ’ ὑπὲρ αὐτῶν φρονεῖ δεόντως. οὔτε γὰρ ἡ λέξις αὐτοῦ θάτερον ἐνδείκνυται σαφῶς οὔθ’ ἡ τῶν πραγμάτων φύσις ἱκανὴ πιστώσασθαι. εἰ μὲν οὖν τὴν ἑτέραν τῶν δοξῶν φυλάττωμεν, ἑπόμενοι τοῖς μουσικοῖς, τοὺς τῶν ἡσυχιῶν χρόνους προσθήσομεν τοῖς τῶν προηγουμένων κινήσεων· εἰ δὲ τὴν εἰς τὰς προγνώσεις χρείαν, τὴν κίνησιν τῇ κινήσει παραβάλλοντες, ἰδίᾳ τὸν τῶν ἡσυχιῶν χρόνον ἐπισκεψόμεθα. ὅταν οὖν δυοῖν θάτερον, ἢ τὴν ἔννοιαν τῆς προσηγορίας ἀναγκαῖον ᾖ διαφθείρειν, ἢ τὴν χρείαν ἀνατρέπειν, ἐν ἀπορίᾳ δυσμεταχειρίστῳ καθιστάμεθα. χρὴ δ’ ὅμως, ἐπειδὴ τὸ ἕτερον αὐτῶν ἑλέσθαι προσήκει, προτιμῆσαι τὸ χρήσιμον εἰς τὰς προγνώσεις, καταφρονήσαντα τοῦ παρὰ τοῖς μουσικοῖς ὀνόματος. τί γὰρ καὶ βλαβησόμεθα προγιγνώσκοντες μὲν ἐκ τοῦ λόγου τὸν κατὰ τὰς κινήσεις χρόνον, ὄνομα δ’ ἴδιον αὐτοῦ μηδὲν ἔχοντες; οὐ γὰρ ἐν οἷς ἀποροῦμεν ὀνόμασιν, ἀλλ’ ἐν οἷς προγιγνώσκειν ἀδυνατοῦμεν, ἡ τέχνη βλάπτεται. κείσθω 
913
τοίνυν διὰ τὴν χρείαν ἐν τῷ λόγῳ τοῦ χρόνου τῶν κινήσεων τὸν ῥυθμὸν συνίστασθαι, ζητησόντων ἡμῶν ἰδίᾳ ποτὲ τὸ δοκοῦν Ἡροφίλῳ. ἀλλὰ κᾂν τοῦτο θῶμεν, ἔοικεν ἔτι μένειν ἡ ἀπορία, μήτε παντὸς τοῦ τῆς διαστολῆς χρόνου δυναμένου γνωσθῆναι, πλὴν ἐν τοῖς σφοδροτάτοις σφυγμοῖς, μήτε τῆς συστολῆς τὴν ἀρχὴν ἐπὶ πάντων αἰσθητὴν ἐχούσης. πῶς οὖν Ἡρόφιλος πρῶτός τινα πρὸς αἴσθησιν ὑποτίθεται χρόνον, ᾧ τοὺς ἄλλους μετρῶν ἢ δυοῖν, ἢ καὶ τριῶν, ἢ καὶ πλειόνων εἶναι φάσκει, ἤτοι τελέων τε καὶ ὡς αὐτοὶ καλοῦσιν ἀπαραύξων, ἢ καὶ ἀπηυξημένων ἐπ’ ὀλίγον, ἢ ἐπὶ πλεῖον, ἢ ἐπὶ πλεῖστον; ὡς γὰρ ἐπὶ πάντων ἀκριβῶς τῶν σφυγμῶν διαγινώσκων τοὺς χρόνους εἴτε τῶν κινήσεων μόνων εἴτε καὶ τῶν μετ’ αὐτοὺς ἡσυχιῶν, οὐδὲν γὰρ διαφέρει πρός γε τὴν παροῦσαν ἀπορίαν, ἔοικε ταῦτα γράφειν, εἰ μή τι οὐκ ἐπὶ πάντων, ἀλλ’ ἐφ’ ὧν δυνατὸν, ἐπὶ τούτων μόνον ἡγητέον αὐτὸν τὰ τοιαῦτα γράφειν. τοῦτο μὲν οὖν τάχ’ ἂν ἰδίᾳ ποθ’ ὕστερον ἐπισκεψόμεθα· νυνὶ δ’, οὐ γὰρ πρόκειται τὸ δοκοῦν Ἡροφίλῳ ζητεῖν, ἀλλὰ τἀληθές τε ἅμα καὶ χρήσιμον ἐξευρεῖν,
914
τοῦτο πειρατέον ἐνδείξασθαι σαφῶς, ὡς ἐπ’ αὐτῶν τῶν ἔργων ἡμῖν πειρωμένοις εὑρέθη. ἔχει δὲ ᾧδε· τὸ ποιὸν τῆς κινήσεως κατὰ τὴν διαστολὴν τῷ ποιῷ τῆς κατὰ τὴν συστολὴν κινήσεως παραβάλλοντες ἐννέα μὲν τὰς πρώτας εὑρίσκομεν διαφορὰς τὰς ἐν τῷ διαγράμματι δηλουμένας, ἐν ἑκάστῃ δ’ αὐτῶν ἄλλας πολλὰς ἀῤῥήτους μὲν λόγῳ, τῷ δὲ μᾶλλον καὶ ἧττον ἐπ’ αὐτῶν τῶν ἔργων διαγιγνωσκομένας. οἷον δέ τι δηλοῦν ἑκάστη διαφορὰ πέφυκεν, ἐν τοῖς περὶ προγνώσεως ἐροῦμεν. ἀλλὰ νῦν γε πρῶτον ὑπογράψομεν τὸ διάγραμμα, σαφὲς ἑτοίμως γενησόμενον τοῖς ἐν τῷ πρώτῳ περὶ διαφορᾶς σφυγμῶν γεγυμνασμένοις. ἐφεξῆς δὲ μηνύσομεν, ὅπως πάλιν ἑκάστῃ διαφορᾷ πολλαὶ συνίστανται τῷ ποσῷ διαφέρουσαι, κᾂν ὁμογενεῖς ὦσι.

διαστολὴδιαστολὴδιαστολὴταχεῖασύμμετροςβραδεῖαταχεῖασύμμετροςβραδεῖαταχεῖασύμμετροςβραδεῖα
915
συστολὴσυστολὴσυστολὴταχεῖαταχεῖαταχεῖασύμμετροςσύμμετροςσύμμετροςβραδεῖαβραδεῖαβραδεῖα

τῆς τοίνυν πρώτης ἐν τῷ διαγράμματι γεγραμμένης διαφορᾶς ἑκατέραν τῶν κινήσεων ταχεῖαν ἐχούσης, ἐνδέχεται μὲν τὴν ἐν διαστολῇ κίνησιν ἐσχάτως ἠπεῖχθαι, τὴν δ’ ἐν τῇ συστολῇ βραχεῖ τινι τῆς συμμέτρου τε καὶ μέσης ὑπερέχειν, ἢ ἔμπαλιν βραχεῖ μὲν ὑπερέχειν τὴν ἐν τῇ διαστολῇ, παμπόλλῳ δὲ τὴν ἐν τῇ συστολῇ, ἢ ἀμφοτέραν ὀλίγῳ, ἢ ἀμφοτέραν παμπόλλῳ, ἢ τὴν μὲν ὀλίγῳ, τὴν δὲ πλέονι μὲν, ἢ κατ’ ὀλίγον ἐλάττονι, ἢ κατὰ πολὺ, ἢ ὁπωσοῦν ἑτέρως. ἡ γὰρ ποικιλία σαφής. καὶ οὐκ ἔστιν εἰπεῖν ἢ ὡς οὐ φαίνεται τοῦτο γιγνόμενον, ἢ ὡς δηλοῦν οὐδὲν πέφυκε. καὶ γὰρ καὶ γίνεται καὶ δηλοῖ μέγιστα. καὶ ἡμῖν ἀπὸ τῆς τοιαύτης διαγνώσεως ἤρκει προγινώσκειν, οὐ δεομένοις τῶν πρώτων χρόνων ὁλοκλήρων τε καὶ παρηυξημένων. ὅτι δ’ ἡ τοιαύτη διάγνωσις οὐ δεῖται πάσης

916
τῆς κινήσεως, ἀλλὰ καὶ διὰ μέρους αὐτῆς τοῦ τυχόντος δύναται γίγνεσθαι πρόδηλον παντὶ, πλὴν εἰ ἀνώμαλός ποτ’ εἴη· τηνικαῦτα γὰρ οὐκ ἔθ’ ὅμοιον τὸ μέρος τῷ ὅλῳ. κατὰ μέντοι τοὺς ἐσχάτως ἀμυδροὺς σφυγμοὺς οὐδὲ τῇ τοιαύτῃ χρῆσθαι δυνατόν. οὐ γὰρ ἔστιν ἐπ’ ἐκείνων οὐδὲ τὴν πρώτην ἀρχὴν τῆς συστολῆς γνωρίσαι, μή τι γε δὴ μόριον αὐτῆς ἀξιόλογον.

917

Ὅσα μὲν ὑπάρχει τοῖς σφυγμοῖς κατὰ τὸν ἴδιον τῆς οὐσίας αὐτῶν λόγον, ἔμπροσθεν εἴρηται πάντα· περὶ δὲ τῶν ἄλλων, ὅσα μήτ’ ἄνευ τῆς κινήσεως τῶν ἀρτηριῶν διαγνωσθῆναι δύναται μήτ’ ἐστὶν αὐτῆς ἴδια, νῦν ἐροῦμεν. ἔστι δή τις ἐν τῷ διαστέλλεσθαι τὴν ἀρτηρίαν ἁπτομένοις ἡμῖν οἷον πληγὴ γιγνομένη κατὰ τὴν ἁφὴν, ἣν, ὅταν μὲν βίαιος ᾖ, κυρίως σοι δόξουσι πληγὴν καλεῖν, οὐ μὴν οὕτως κᾂν ἀβίαστος ᾖ. περὶ ταύτης δὴ τῆς ὄντως πληγῆς, ἣν βίαιον προσβολὴν εἶναί φαμεν, σκεπτέον ἀκριβῶς. ἕπεσθαι

918
γὰρ οὐκ ὀλίγοις εἴδεσι σφυγμῶν δοκεῖ, σκληρῷ καὶ σφοδρῷ καὶ μεγάλῳ καὶ ταχεῖ καὶ ὑψηλῷ καὶ σπασμώδει καὶ κλονώδει. ἵν’ οὖν τις μὴ ἐξαπατηθεὶς τῷ κοινῷ συμπτώματι περὶ τὴν διάγνωσιν αὐτῶν σφαλῇ, σκεπτέον ὑπὲρ ἁπάντων ἐπιμελῶς. εἰ μὲν γὰρ ἄλλοις γνωρίσμασι διακρίνειν αὐτοὺς δυνατόν ἐστι, ἐκεῖνα μαθόντες ἔχοιμεν ἂν ἤδη τὸ πᾶν· εἰ δ’ ἀδύνατον, ἀποχρήσει γοῦν τὸ γιγνώσκειν, ὡς κοινὸν τοῦτο πλειόνων ἐστὶ σφυγμῶν. ἀρχὴ δὲ τῆς σκέψεως ἀρίστη τὸ μαθεῖν τὴν αἰτίαν δι’ ἣν πολλοῖς οὕτω σφυγμοῖς ἓν κοινὸν ἕπεσθαι δοκεῖ πάθημα, τὸ βίαιον τῆς πληγῆς. ᾧδ’ οὖν, ἐπειδὴ χρὴ μὲν ἀπωσθῆναι τὴν ἁφὴν ὑπὸ τοῦ σφυγμοῦ, μέλλουσαν αἰσθήσεσθαι τῆς προσβολῆς αὐτοῦ, ὠθεῖται δ’ οὐχ ὁμοίως διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν μᾶλλον, ποτὲ δ’ ἧττον, ποτὲ δὲ ὥστε ψαύειν μόνον, ὅσαι κινήσεις αὐτὴν ὠθοῦσι καὶ ἀνατρέπουσιν ἐπὶ πολὺ, βίαιον αὗται φαντασίαν ἐργάζονται τῆς πληγῆς. ἐπὶ πολὺ δ’ ὠθεῖν δύνανται κινήσεις ἥ τε τῇ σκληρότητι τῆς ἀρτηρίας οἷον θλῶσα τὴν ἁφὴν καὶ ἡ τῇ ῥώμῃ τῆς κινούσης αὐτὰ δυνάμεως οἷον ἀνατρέπουσα, καὶ ἡ τῷ μεγέθει
919
τῆς διαστολῆς ἐπὶ πλεῖστον ἐξικνουμένη, καὶ ἡ τῷ τάχει τῆς φορᾶς ὠθοῦσα συντόμως, καὶ ἡ διὰ τὸ ὕψος οἷον ἐγκαταβαίνουσα, καὶ ἡ διὰ τὸ τετάσθαι δυσκίνητος, καὶ ἡ διὰ τὸν κλόνον ἅμα τάσεώς τε καὶ σκληρότητος καὶ ταχείας προσβολῆς ἔμφασιν ἔχουσα. ταῦτ’ ἄρα παμπόλλοις ἐστὶν ἐντυχεῖν ὁσημέραι τῶν ἰατρῶν ἅπαντας τοὺς εἰρημένους σφυγμοὺς σφοδροὺς εἶναι λέγουσιν. εἰ μὲν οὖν ᾐσθάνοντο τῆς ἐν αὐτοῖς διαφορᾶς, τοῦ καλεῖν ὅπως ἠβούλοντο κοινῇ πάντες οὐδὲν ἂν ἐφροντίσαμεν· ἐπεὶ δ’ ὥσπερ ὄνομα κοινὸν ἐπιφέρουσιν, οὕτω καὶ τὴν φύσιν ἁπάντων μίαν εἶναι νομίζουσιν, πειρατέον αὐτοῖς ἐνδείξασθαι τὴν ἀπάτην ἀπὸ τῶν προφανεστάτων ἀρξαμένους, οἷον εὐθέως ἀπὸ τοῦ ταχέος. πρόχειρον γὰρ ἐντεῦθεν τὸ σφάλμα τῷ γε δυναμένῳ συνιδεῖν τὸ τάχος τῆς προσβολῆς οὐ ταὐτὸν ὂν τῷ βιαίῳ τῆς πληγῆς. τά τε γὰρ ἄλλα καὶ μέχρι πλείονος ὁ ταχὺς ὠθεῖν οὐ δύναται τὴν ἁφὴν, ἂν μὴ καὶ μέγας ᾖ. ᾧ δῆλον, ὅτι μὴ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔχει τοῦτο σύμπτωμα. τὸ γὰρ ὅταν ᾖ ταχὺς μόνον, οὐ διὰ τὸ μέγεθος ὑπάρχον, τῇ δὲ τοῦ μεγέθους παρουσίᾳ προσγινόμενον
920
αὐτῷ πῶς ἄν τις ἴδιον εἶναι λέγοι; ὁ γοῦν ταχὺς ἅμα καὶ μικρὸς οὐκ ὠθεῖ μέχρι πολλοῦ τὴν ἁφὴν, ἀλλά τοι τὸ μέχρι τοῦ πολλοῦ μεγέθους ἐστὶν οἰκειότερον, ἢ καὶ τούτου κατὰ συμβεβηκός. ἂν γὰρ ἀναμνησθῶμεν ὅσα περὶ τῆς τοῦ μεγέθους διαγνώσεως εἰρήκαμεν, οὐ τῷ μέχρι πλείονος ἔσω χωρεῖν, ἀλλὰ τῷ κατὰ πολλὰ μόρια μήκους θ’ ἅμα καὶ πλάτους καὶ βάθους ἅπτεσθαι τῆς ἁφῆς ἐγνωρίζετο. τὴν γὰρ κατὰ κύκλον τοῦ σφυγμοῦ περιφέρειαν ἱκανὴν τὸ μέγεθος οὖσαν αἰσθήσει διαγνόντες, ἐπ’ αὐτῇ λοιπὸν ἤδη συνελογισάμεθα τὴν ἐκ πολλοῦ βάθους ἄνοδον, οὐκ ἀκολουθησάσης παντὶ τῷ διαστήματι τῆς ἁφῆς, ἀλλὰ τῆς ἐκτὸς τελευτῆς μόνης αἰσθομένης. εἰ γοῦν ἀπὸ τῆς πρώτης ὁρμῆς τοῦ διαστέλλεσθαι τὴν ἀρτηρίαν τῆς κινήσεως ἐθελήσαιμεν αἰσθάνεσθαι, πολὺ τοῦ μεγέθους, ὡς καὶ πρόσθεν ἐῤῥέθη, κωλύσομεν· ὥσθ’ ἡμῖν μηδὲ μέγαν ἔτι φαίνεσθαι τὸν σφυγμόν. ἀλλὰ καὶ αὐτὸ τοῦτ’ οὐκ ἐν ἅπασιν οἷόν τε ποιεῖν τοῖς μεγάλοις, ἀλλ’ ὅσοι πρὸς τῷ μεγέθει σφοδρότητος μετέχουσι. τοῖς γὰρ μεγάλοις μόνον, οὐ μὴν καὶ σφοδροῖς, οὐδ’ ἀπαντῆσαι δυνατὸν ἀνιοῦσιν, οὐδὲ
921
θλῖψαι τὴν ἀρτηρίαν· ἀπόλλυνται γὰρ εὐθὺς ὅλοι. δῆλον οὖν, ὡς οὐδ’ ὁ μέγας διαγινώσκεται τῷ πλεῖστον ἔσω τὴν ἁφὴν ὠθεῖν, ἀλλὰ τῷ κατὰ πολλὰ μόρια τοῦ τε μήκους καὶ τοῦ κύκλου τῆς ἀρτηρίας προσπίπτειν. ἆρ’ οὖν ὁ ὑψηλὸς ἐπὶ πλεῖστον ἔσω βιάζεται; καὶ μὴν ὅπερ ὁ μέγας ἐν ταῖς τρισὶ διαστάσεσι, τοῦτο οὗτος ἐν μιᾷ κέκτηται. εἴπερ οὖν μηδ’ ἐκεῖνος, οὐδὲ οὗτος. ἀλλὰ μὴν ὁ μέγας ἐδείχθη χωρὶς τοῦ καὶ σφοδρὸς εἶναι μὴ δυνάμενος ἐπὶ πλέον ὠθεῖν τὴν ἁφήν. οὐκ οὖν οὐδὲ ὁ ὑψηλός. εἰ δὲ τῷ μεγάλῳ μὲν ὑπάρχει πολλάκις ἀμυδρότης, τῷ δ’ ὑψηλῷ μὲν, μὴ μεγάλῳ δὲ, τὰ πολλὰ μὲν ἡ σφοδρότης, ἀμυδρότης δὲ οὐδέποτε, τοῦθ’ ἕτερος λογος. ἕξει μὲν γὰρ, ὡς εἶπον, μέχρι πλείονος ὠθεῖν ὁ ὑψηλὸς, οὐ μὴν κατὰ τὸν ἴδιον λόγον, ἀλλ’ ὅτι πάντως σφοδρὸς, ἢ οὐκ ἀμυδρός γέ ἐστιν. ἅπαντες μὲν οὖν οἱ εἰρημένοι σφυγμοὶ φαίνονται σφοδρότητος δεόμενοι πρὸς τῷ μέχρι πολλοῦ τὴν ἁφὴν ὠθεῖν. καὶ διὰ τοῦτο ὅσοις μὲν αὐτῶν διὰ παντὸς σύνεστι σφοδρότης, ἀεὶ βιαίως πλήττουσι, ὅσοις δ’ οὐκ ἀεὶ μὲν, ὡς τὸ πολὺ δὲ, καὶ οὗτοι τὰ πολλὰ βίαιοι φαινόμενοι τοῖς 
922
ἀμελέστερον τὰ τοιαῦτ’ ἐπισκοποῦσιν ἐπιστεύθησαν ἀεὶ τοιοῦτοί τινες΄ ὑπάρχειν. ἄλλοι δ’ αὖ σφυγμοὶ διὰ τὴν ἀχώριστον αὐτῶν σκληρότητα βιαίως πλήττουσιν, ὥσπερ ὅ τε κλονώδης καὶ ὁ σπασμώδης. οὐδὲ γὰρ οὗτοι δι’ ἄλλο τι βίαιον ἔχουσι τὴν πληγὴν, ἀλλὰ διὰ τὴν ἀχώριστον αὐτῶν σκληρότητα. καὶ δύο ταῦτ’ ἔοικεν εἶναι μόνα σφυγμῶν εἴδη βιαίως πλήττοντα, τό τε τῶν σφοδρῶν καὶ τὸ τῶν σκληρῶν. εἰσὶ δ’ οἳ κᾀν τούτοις δεῖσθαι σφοδρότητος ἔφασαν πρὸς τὴν σκληρότητα· μὴ γὰρ δύνασθαι μόνην βίαιον ποιήσασθαι πληγὴν, ὥσπερ οὐδ’ εἰ λίθον ἀτρέμα προσάγοις· δεῖ γὰρ δὴ καὶ τούτῳ τόνου τινὸς, εἰ μέλλοι πλήττειν ἰσχυρῶς. ἀλλὰ τούτους μὲν ἐρέσθαι δίκαιον, τί ποτε καὶ βούλονται, πότερον οὐδὲν ὅλως εἶναι σῶμα σκληρὸν, ἀλλὰ τοῦτο τοὔνομα τὸ σκληρὸν μάτην ὑπὸ τῶν ἀνθρώπων εἰρῆσθαι κατ’ οὐδενὸς ὑποκειμένου πράγματος, ἢ πρᾶγμα μὲν εἶναί τι καθ’ οὗ λέγεται, διάγνωσιν δ’ αὐτοῦ μηδεμίαν ὑπάρχειν αἰσθήσει, ἢ δι’ ἄλλης τινὸς αἰσθήσεως, οὐ διὰ τῆς ἁφῆς γνωρίζεσθαι. πάντα γὰρ ἄτοπα τό τε μηδὲν εἶναι σῶμα σκληρὸν τό τε λόγῳ μᾶλλον
923
ἢ αἰσθήσει διαγινώσκεσθαι τό τ’ αἰσθήσει μὲν, ἄλλῃ δέ τινι μᾶλλον ἢ ἁφῇ. καὶ μὴν εἰ συγχωρηθείη γέ τι σκληρὸν εἶναι καὶ διὰ τῆς ἁφῆς γνωρίζεσθαι, τί λοιπὸν ἢ περὶ ὀνόματος ἐρίζοντες εὑρεθήσονται, φάσκοντες ἄνευ τόνου μὴ δύνασθαι βίαιον ἀπ’ αὐτοῦ γενέσθαι τὴν πληγήν; εἰ γὰρ καὶ μὴ βίαιον ἐθέλοιεν καλεῖν, ἀλλ’ οἷον θλῶσάν γε πάντως, ἢ ἀπωθουμένην, ἢ ἀνατρέπουσαν εἰπεῖν ἀναγκασθήσονται. τὸ μέν γε τοῦ τόνου διαμφισβητεῖται. τὴν ἀρχὴν γὰρ οἷός τίς ἐστιν ὁ τόνος ἐν τοῖς τῶν ζώων σώμασι οὐχ ὡμολόγηται πρὸς τῶν εἰς ἐλάχιστα, ἢ εἰς ἄτομα, ἢ εἰς ἄναρμα τὴν ὅλην οὐσίαν καταθραυόντων. μόνοις γὰρ ὁμολογεῖται τοῖς ἡνῶσθαι φάσκουσιν αὐτήν. ὥστ’ οὐδ’ αἰσθήσει διαγνωστὸς ὁ τόνος, ἀλλ’, εἴπερ ἄρα, διὰ σημείου τινὸς, ἢ σημείων, ἤτοι κατ’ ἔνδειξιν, ἢ κατ’ ἀπόδειξιν πιστός. σκληρὸν δὲ καὶ μαλακὸν σῶμα πάντες ἄνθρωποι διαγινώσκομεν αἰσθήσει. καὶ δίκαιον οὐ περὶ τῆς ὑπάρξεως αὐτῶν ζητεῖν, ἀλλὰ περὶ τῆς διαγνώσεως, μᾶλλον δ’ οὐδὲ περὶ ταύτης, ἀλλὰ περὶ τοῦ πῶς ἄν τις ἑρμηνεύοι ἑτέρῳ τὸ γιγνόμενον ἑαυτῷ πάθημα κατὰ τὴν ἁφὴν ἐν τῇ
924
προσβολῇ τῶν σκληρῶν σωμάτων, ὅπῃ τε διαφέρει τοῦτο τῶν σφοδρῶν. ἀλλ’ ἐπεὶ τοῖς ἔμπροσθεν παραλέλειπται, πειραθῶμεν ἡμεῖς αὐτὸ ποιῆσαι, ἀρχὴν τῷ λόγῳ τὰ πᾶσιν ἀνθρώποις ὁμολογούμενα θέμενοι. ἐπεὶ τοίνυν σφοδρά τινα καλοῦμεν οὐ ζῶα μόνον, ὥσπερ λέοντάς τε καὶ ταύρους, ἀλλὰ καὶ τῶν ἀψύχων ἔνια, καθάπερ τά τε τῶν ποταμῶν κατάντη ῥεύματα καὶ ἀνέμους τοὺς μεγάλους, ἕτερα δὲ σκληρὰ, καθάπερ χαλκὸν καὶ σίδηρον καὶ λίθους, ἀναμνησθῆναι χρὴ, τί δή ποτ’ ἐστὶν ἀφ’ ἑκατέρων αὐτῶν, ὅταν ὁμιλῶσιν ἡμῖν διάφορα ἐγγινόμενα τοῖς σώμασι παθήματα. τό τε γὰρ βίαιον τῆς προσβολῆς κοινὸν ἀμφοῖν, τῶν τε σφοδρῶν ἀνέμων καὶ τῶν σκληρῶν σωμάτων, πλεονεκτεῖ δ’, οἶμαι, κατὰ μὲν τοὺς ἀνέμους τε καὶ τὰ τῶν ποταμῶν ῥεύματα τὸ ἀνατρέπεσθαι πρὸς αὐτῶν, κατὰ δὲ τοὺς λίθους καὶ τὰ ξύλα τὸ θλίβεσθαί τε καὶ θλᾶσθαι. ἐπὶ μὲν γὰρ τῶν προτέρων, εἰ καὶ πάνυ προθυμηθείημεν ἐναντίοι βαδίζειν πρὸς αὐτὰ, πάντως ἰσχόμεθά τε καὶ ἀνατρεπόμεθα καὶ εἰς τοὐπίσω βιαίως ὠθούμεθα, χωρὶς τοῦ θλίβεσθαί τε καὶ θλᾶσθαι καὶ πιέζεσθαι τὰ μόρια τοῦ σώματος· ἐπὶ δὲ τῶν δευτέρων αὐτὸ
925
τὸ θλίβεσθαί τε καὶ θλᾶσθαι καὶ πιέζεσθαι πλεονεκτεῖ. μάλιστα δ’ ἂν αὐτὸ μάθοις, εἴ τινι τῶν τοῦ σώματος μορίων ἐπιθείης λίθον μὴ πάνυ βαρὺν, ἀλλ’ ὥστε βουληθέντας ἀποῤῥπῖψαι ῥᾳδίως. γνώσῃ γὰρ ὅπως ἐπικείμενος μὲν βαρύνει καὶ θλίβει καὶ θλᾷ καὶ οἷον ἐγκαταβαίνει τῷ δέρματι, ἀπολιπεὶς δὲ καταλείπει τι περὶ τὸ μόριον ἴχνος καὶ γνώρισμα τῆς θλίψεως. ἢ γὰρ κοιλότερον ἑαυτοῦ καὶ μέχρι πολλοῦ διασῶζον τὴν ἕδραν τὸ μέρος ἀπέφηνεν, ἢ πρὸς τούτῳ καὶ πελιδνόν. οὐ μὴν ἄνεμός γε, κᾂν ἰσχυρότατος ὢν τύχῃ, κᾂν ἀνατρέψῃ τινὰ, κᾂν καταβάλῃ, πιλεῖ που καὶ κοῖλον ἀπεργάζεται τὸ σῶμα. μαλακὸς γὰρ ὢν καὶ ῥᾳδίως περισχίζεταί τε καὶ περιῤῥεῖ. διὰ τοῦτο μέγιστα μὲν πλοῖα ῥᾳδίως ὠθεῖ καὶ καταβάλλει πολλάκις, οὐ μὴν κοιλότερόν γέ τι τῶν ξύλων τῶν ἐν αὐτοῖς εἰργάσατο, καθάπερ εἰ λίθος ἦν, ἢ σίδηρος τὸ προσπῖπτον. ταῦτα γὰρ θλάσαι μὲν καὶ συντρῖψαι δύναται, ἀπώσασθαι δὲ καὶ ἀνατρέψαι τοῖς ἀνέμοις παραπλησίως οὐ δύναται. μήποτ’ οὖν οἷς μὲν ἂν ὑπείκουσαν ἔχωμεν τὴν τῆς σαρκὸς φύσιν, ταῦτα μὲν σκληρὰ καλοῦμεν, ἃ δ’ ἂν αὐτῇ ὑπείκῃ τῇ σαρκὶ, καθάπερ τὸ ὕδωρ, μαλακὰ
926
κέκληται; καὶ, τοῦτ’ ἄρ’ ἦν τὸ πρὸς τοῦ Πλάτωνος λεγόμενον, σκληρὰ μὲν, ὅσοις ἂν ἡμῶν ἡ σὰρξ ὑπείκῃ, μαλακὰ δ’, ὅσα ἂν τῇ σαρκί. φέρε γὰρ ἡμῶν τὴν ἁφὴν ὑποπίπτειν ὑγρῷ τινι, παντί που δῆλον, ὡς ἐγκαταβήσεται μὲν αὐτὰ, τὸ δ’ ὑγρὸν εἴξει τε καὶ ὑποδέξεται. σκληρῷ δ’ εἴ τινι προσπέσοι, δῆλον, ὡς αὐτὴ μᾶλλον εἴξει τε καὶ κοίλη γενήσεται. ἵν’ οὖν ἤδη συμπερανώμεθα τὸν λόγον, ἐπινοήσωμεν τὴν ἡμετέραν χεῖρα ποτὲ μὲν ὕδατος ὀξεῖ ῥεύματι, ἢ ἀνέμῳ σφοδρῷ ἐξ ἐναντίας ἀπαντῶσαν, ποτὲ δὲ λίθῳ τινὶ διὰ τῆς ἑτέρας χειρὸς ἀτρέμα προσαγομένῳ, ἆρ’ οὐ πρόδηλον, ὡς ἀπὸ μὲν τῶν προτέρων ἀνατραπήσεται μὲν μὴ θλιφθεῖσα, τὸν δὲ λίθον αὕτη μὲν ἀνατρέψει, θλιφθήσεται δ’ ὑπ’ αὐτοῦ. τὸ μὲν γὰρ σκληρὸν, ὅσον ἐφ’ ἑαυτῷ, κωλύειν οὐχ ἱκανὸν ἡμᾶς ἰέναι πρόσω, ἀλλὰ ἤτοι διὰ βάρος, ἢ διὰ τὴν ἔξωθεν αὐτῷ προσιοῦσαν κίνησιν ἴσχειν ποτὲ δύναται· τὸ δὲ σφοδρὸν κατ’ αὐτὸ τοῦτο τὸ ἴσχειν τε καὶ κωλύειν καὶ ἀπωθεῖσθαι καὶ ἀνατρέπειν νενόηται. δῆλον οὖν, ὡς ἑτέρα μὲν αἴσθησις ἡμῖν ἐν τῇ τῶν σφοδρῶν, ἑτέρα δ’ ἐν τῇ τῶν σκληρῶν ὁμιλίᾳ γίγνεται. τὰ μὲν γὰρ θλίβει μόνον τὴν σάρκα, τὰ δ’ ἴσχει που πρόσω. 
927
πολλάκις δ’ εἰς ταὐτὸν ἀμφοτέρων συνιόντων, ὡς εἶναι τὸ προσπῖπτον ἅμα μὲν σκληρὸν, ἅμα δὲ σφοδρῶς κινούμενον, ἀνάγκη καὶ τὴν αἴσθησιν ἡμῖν τὴν ἀπ’ αὐτῶν διπλῆν γίνεσθαι, τὴν μὲν ὡς θλίβοντος, τὴν δ’ ὡς ἀνατρέποντος. καὶ εἴπερ ταῦθ’ οὕτως ἔχει, καθάπερ οὖν ἔχει, τὴν τοῦ σκληροῦ σφυγμοῦ διάγνωσιν ἐν τῷ θλίβεσθαι θετέον τὴν ἁφὴν, ὥστ’ εἶναι τὸ μὲν τῆς πληγῆς βίαιον κοινὸν ἀμφοτέροις, τὸ δ’ ἴδιον ἑκατέρου, τὸ μὲν θλίβειν τοῦ σκληροῦ, τὸ δ’ ἀνατρέπειν τοῦ σφοδροῦ. τὰ μὲν δὴ πάθη τῆς ἁφῆς ταῦτα καὶ τὰ συνήθη τοῖς Ἕλλησιν ἐπ’ αὐτοῖς ὀνόματα.