De dignoscendis pulsibus

Galen

Galen, De dignoscendis pulsibus

Ὅπως μὲν οὖν χρὴ τὰ μέρη τοῦ σφυγμοῦ διαγινώσκειν ἐν τῷ πρὸ τοῦδε λόγῳ δεδήλωται· ὡς δ’ ἄν τις καὶ τὰ τοῖς μέρεσιν αὐτοῖς ὑπάρχοντα γνωρίζειν ἱκανὸς εἴη, νῦν ἐροῦμεν, ἀπὸ τοῦ τῆς διαστολῆς ἀρξάμενοι λόγου. καὶ γὰρ κυριώτατον τοῦτο τῶν τοῦ σφυγμοῦ μερῶν καὶ πλείστην μὲν ἔχον τὴν ποικιλίαν τῆς διαγνώσεως, πλείστην δὲ τῆς δι’ ἑαυτοῦ προγνώσεως τὴν χρείαν. ὄντων δὲ πλειόνων τῶν ὑπαρχόντων ταῖς διαστολαῖς, κυριώτατον ἁπάντων καὶ κατὰ τὸν

824
τῆς οὐσίας τῶν σφυγμῶν μάλιστα λόγον ἡ κίνησίς ἐστιν. ἁπάσῃ δὲ κινήσει χρόνος τέ τις ἐν ᾧ γίνεται συμβέβηκε καὶ τάχος, ἢ βραδύτης, ἢ ὁμαλότης, ἢ ἀνωμαλία, καὶ πρὸς τούτοις ἔτι διάστημα καθ’ οὗ φέρεται. περὶ τούτων οὖν πρῶτον λεγέσθω. καὶ γὰρ οὐδὲ δοκεῖ τοῖς πλείστοις τῶν ἰατρῶν ἑτέρα μὲν ἡ τοῦ χρόνου τῆς κινήσεως εἶναι διάγνωσις, ἑτέρα δ’ ἡ τοῦ τάχους τε καὶ τῆς βραδύτητος. εἰ γὰρ γνωσθείη πόσος τίς ἐστιν ὁ χρόνος, εὐθὺς καὶ πότερα ὠκέως, ἢ βραδέως, ἢ συμμέτρως κεκίνηται, δῆλον ὑπάρχειν φασίν. ἐμοὶ δ’ ἑτέρα μὲν ἡ τοῦ χρόνου φαίνεται διάγνωσις, ἄλλη δὲ ἡ κατὰ βραδύτητα καὶ τάχος. οὐ γὰρ εἰ βραχύτερος ὁ τῆς κινήσεως εἴη χρόνος, ἤδη καὶ τὸν σφυγμὸν ὠκύτερον εἶναί φημι. τὴν δ’ ἀπάτην τοῖς οὕτως ὑπολαμβάνουσιν ἐκ τοῦ κατὰ τὸν ταχὺν καὶ βραδὺν σφυγμὸν ὅρου νομίζω γεγονέναι, ὃς, ἐὰν μὲν τοῦθ’ ὃ νοοῦσιν οὗτοι δηλοῖ, μοχθηρός ἐστιν, εἰ δ’ ὡς ἡμεῖς ἀκούομεν, ὁ μὲν ὅρος ὀρθὸς, οὗτοι δ’ οὐ συνιᾶσιν αὐτοῦ. λέγει μὲν γὰρ ὁ ὅρος, ταχὺν εἶναι σφυγμὸν τὸν ἐν ὀλίγῳ χρόνῳ τὴν κίνησιν περιγράφοντα καὶ βραδὺν τὸν ἐν πολλῷ. τοῦ δ’ ὀλίγου καὶ τοῦ πολλοῦ πρὸς τὶ λεγομένων,
825
οὗτοι μὲν οἴονται τοὺς τῶν σφυγμῶν χρόνους ἀλλήλοις παραβάλλεσθαι. τὸ δ’ ἀληθὲς οὐκ οὕτως ἔχει. πολλάκις γὰρ ἡ τοῦ μακρότερον τὸν χρόνον ἔχοντος σφυγμοῦ κίνησις ὠκυτέρα τῆς τὸν βραχύτερον ἐχούσης ἐστίν. καὶ τοῦτ’ εἰ μή τις ἀκριβῶς διαγνοίη, πολλὰ καὶ μεγάλα τῶν ἐκ τῆς διὰ σφυγμῶν προγνώσεως εὑρισκομένων ἀγνοήσει. τοῖς μὲν οὖν ἡμῶν πεπειραμένοις ἐπ’ αὐτῶν τῶν ἀῤῥώστων καὶ τόπους πεπονθότας πολλάκις εἰρηκότων, πρὶν γυμνῶσαι τὰ μέρη, καὶ τῶν ἐπιγινομένων τε καὶ προγεγονότων αἰτίων καὶ συμπτωμάτων ἕκαστον οἶδ’ ὅτι τῶν νῦν λεχθησομένων οὐδὲν ἄπιστον εἶναι δόξει. τὴν γὰρ ἀκριβεστάτην ἁπασῶν πίστεων ἐσχήκασιν οὗτοι διὰ τῆς τῶν προῤῥηθέντων ἀληθείας, τοῖς δ’ ἄλλοις ἄπιστος τήν γε πρώτην ὁ λόγος φαίνεται καὶ θρασὺς, εἰ τοσούτους τε καὶ τοιούτους ἰατροὺς σφάλλεσθαι λέγοιμεν ἐν ταῖς τοῦ τάχους τε καὶ τῆς βραδύτητος διαγνώσεσιν. εἰ δ’ ἀνάσχοιτό τις καὶ προσοῖτο τῶν νῦν λεγομένων ἐπακοῦσαι λόγων, οἶδ’ ὅτι κᾂν μὴ τελέως αὐτὸν πείσω πιστεύειν, ἀλλ’ ἀποστήσω τοῦ παντάπασιν ἀπιστεῖν τοῖς λεγομένοις.
826
οὐ γὰρ οἷόν τε μεταπεῖσαι ῥᾳδίως περὶ τῶν ἐκ μακροῦ χρόνου παμπόλλοις ὡμολογημένων, καὶ μάλισθ’, ὅταν οὕτω παμπόλλης τε καὶ ἀκριβοῦς δέηται θεωρίας. καὶ εἰ τῇ θεωρίᾳ δέ τις αὐτῶν παρακολουθήσειεν, ἀλλ’ ἵνα καὶ τῇ πείρᾳ γε κρίνῃ, παμπόλλης γε δεῖται κατὰ τὴν ἁφὴν τριβῆς. ὁ γοῦν μυρμηκίζων καλούμενος σφυγμὸς, ἀκριβοῦς αἰσθήσεως δεόμενος εἰς διάγνωσιν, ὡς ἂν εἰς ἐσχάτην ἀμυδρότητά τε καὶ μικρότητα καταπεπτωκὼς, τὴν ἀρχὴν ὅλως ἐστὶ λανθάνων τοὺς ἀγυμνάστους τὴν ἁφήν. ὥστε πολλάκις ἀσφύκτους εἶναι λέγουσι τοὺς ἀνθρώπους ἐφ’ ὧν ὁ τοιοῦτος εὑρίσκεται σφυγμός. εἰ τοίνυν τοῖς ταχὺν εἰποῦσιν αὐτὸν ἀντιλέγοιμι, καὶ πόθεν ἐσφάλην δεικνύοιμι, τίς ἄν μοι κριτὴς γένοιτο; τοὺς γὰρ μηδ’ εἰ τὴν ἀρχὴν ὁ σφυγμὸς οὗτος ὑπάρχει τῷ νοσοῦντι διαγνῶναι δυναμένους πῶς ἂν ποῖός τίς ἐστι διδάξαιμι; ταῦτ’ ἄρα καὶ λέγειν ὀκνῶ περὶ τῆς τοιαύτης θεωρίας. ἀρκεῖ γὰρ ἐπὶ τῶν ἔργων δεικνύναι τὴν ὕπαρξιν αὐτῆς. ἐπεὶ δ’, ὅπερ ἐλέχθη καὶ καταρχὰς, οὐ πρὸς τοὺς πολλοὺς ταῦτα τὰ γράμματα σύγκειται, ἀλλὰ τὸν ἕνα τῶν μυρίων
827
ἄξιον ἀναμένει, δι’ ἐκεῖνον γραπτέον τοὺς λόγους, οἳ μυριάκις πρότερον ὡς ἀδύνατοί τε καὶ ἀλαζόνες προπηλακισθήσονται, πρὶν εἰς τὸν ἄξιον ἀφικέσθαι. δέομαι γὰρ ἐγὼ νῦν ἀκροατοῦ τινὸς, οἷος ἦν Ἀρχιγένης, ἵν’ εἴπω πρὸς αὐτὸν οὑτωσί· τί δή ποτ’, ὦ γενναιότατε, ταῦτα γράφεις ἐν τῷ περὶ σφυγμῶν σου γράμματι, περὶ τοῦ μυρμηκίζοντος σφυγμοῦ διαλεγόμενος ὡδί πως κατὰ λέξιν; σύνθετος δέ μοι δοκεῖ εἶναι ἐκ μικρότητος, ἀμυδρότητος, πυκνότητος, ἀναγκαίως δὲ καὶ ταχύτητος. οὐ γὰρ οἶδα τί σοι βούλεται τὸ πάντων ἔσχατον εἰρημένον. ὥστε τά γε πρὸ τούτου συνίημί τε καὶ ἀποδέχομαι παντὸς μᾶλλον ἀληθῆ τε ὄντα καί σοι πρέποντα. τὸ δ’ ἀναγκαίως ἐζεῦχθαι ταχύτητα τῷ μυρμηκίζοντι πῶς εἴρηται ζητῶ. πλέον γάρ ἐστι τοῦ ψιλῶς ῥηθέντος ἂν, χωρὶς τοῦ προσκεῖσθαι τὸ ἀναγκαίως. καὶ ἦν μὲν ἂν καὶ τοῦτο ψεῦδος. ἀλλ’ ἄνευ προσθήκης εἰρημένον ἐν μόνῃ τῇ τῆς ἁφῆς ἁμαρτίᾳ ἐφαίνετ’ ἂν ἔχειν τὴν ἀπάτην, τὸ δ’ ἀναγκαίως προσκείμενον λογικήν τιν’ ὑπόληψιν ἐμφαίνει. τίς οὖν ἐστιν αὕτη μαθεῖν ἐδεόμην. ἐγὼ μὲν γὰρ οὐδὲ μίαν ἀνάγκην ὁρῶ, δι’ ἣν ἄῤῥωστόν τε καὶ πυκνὴν 
828
καὶ μικρὰν κίνησιν εὐθὺς καὶ ταχεῖαν εἶναι νομιῶ. οὐδὲ γὰρ αὐτὸς ὁ μύρμηξ, ᾧ παρώνυμος ὁ σφυγμὸς, τῶν ὠκέως κινουμένων ἐστὶν, ἀλλὰ βραχείας μὲν αὐτοῦ καὶ ἀμυδρὰς καὶ πυκνὰς τὰς κινήσεις ὁρῶμεν, ὠκείας δὲ οὐδαμῶς. τίνι γὰρ τούτων ἐξ ἀνάγκης ὠκύτης ἕπεται; πότερον τῇ ἀμυδρότητι; ἀλλὰ θαυμάζοιμ’ ἂν, εἴ τις τῶν ἄλλων ἁπάντων ἐπίσης ἐχόντων, διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως ὠκέως κινήσεται, τοὐναντίον γὰρ ἅπαν ἐπὶ τοῖς ἄλλοις ὡσαύτως ἔχουσιν ἡ ῥώμη τῆς δυνάμεως προσιοῦσα ταχεῖαν τὴν κίνησιν ἐργάζεται, ὡς κᾀν τοῖς περὶ σφυγμῶν αἰτίοις ἀποδείκνυμεν. ἀλλ’ οὐδ’ ἡ πυκνότης αἰτία τοῦ τάχους. τίς γὰρ ἀνάγκη τὸν πυκνῶς Ἀθήνηθεν εἰς τὸν Πειραιᾶ πορευόμενον εὐθὺς καὶ τρέχειν; ἄλλαι μὲν γὰρ αἰτίαι τοῦ πυκνῶς τι πράττειν, ἄλλαι δὲ τοῦ ταχέως. ἀλλ’ ἴσως διὰ τὴν μικρότητά φησιν ἐξ ἀνάγκης εἶναι τὸν μυρμηκίζοντα σφυγμὸν ταχύν. τί γὰρ ἄλλο τις ἐπινοήσει; εὔλογον μὲν οὖν τό γε τοιοῦτον, εἰ δὲ καὶ ἀληθὲς ἤδη σκοποῦμεν. ἀναγκαῖον μὲν γάρ ἐστι τὴν ἀρτηρίαν κατὰ βραχυτάτης διαστάσεως φερομένην ἐλάττονα χρόνον ἀναλοῦν
829
ἤπερ ὅτε κατὰ μεγίστης ἐφέρετο, οὐ μὴν ἥτις ἐν ὀλίγῳ χρόνῳ περιγράφεται κίνησις, ἀναγκαῖόν ἐστι ταύτην ὠκεῖαν εἶναι. τὴν οὖν ἐν πολλῷ χρόνῳ γινομένην ὠκεῖαν εἶναι λέγεις; ἴσως ἄν τις ἐπανέροιτο. ἐγὼ δ’ οὐ ταύτην φημί. καθόλου γὰρ οὐκ ἀξιῶ τοῦ χρόνου τὸ ποσὸν ἐπισκοπεῖσθαι μόνον, ἀλλὰ καὶ τῆς διαστάσεως. ὅταν οὖν ἐθέλῃς πυθέσθαι μου τὴν ἐν ὀλίγῳ χρόνῳ γινομένην κίνησιν, ὁποίαν τινὰ εἶναί φημι, πρόσθες εὐθέως τὸ ποσὸν τῆς διαστάσεως, ἵν’ ἀποκρίνω καί σοι. εἰ δὲ μὴ, ἀλλ’ ἐγὼ προσθήσω καὶ διωρισμένως ἐρῶ, τὰς ἐν ἐλάττονι χρόνῳ γινομένας κινήσεις οὐκ ἐξ ἅπαντος εἶναι τῶν ἐν πλέονι συντελουμένων ὠκυτέρας. ἀλλ’ εἰ μὲν ὁ αὐτὸς ὑπάρχει λόγος τῷ τε χρόνῳ πρὸς τὸν χρόνον καὶ τῇ διαστάσει πρὸς τὴν διάστασιν, ἰσοδρομοῦσιν· εἰ δ’ ἤτοι τοῦ χρόνου πρὸς τὸν χρόνον, ἢ τῆς διαστάσεως πρὸς τὴν διάστασιν ὁ λόγος μείζων γένοιτο, τὴν μὲν ὠκυτέραν οὕτως, τὴν δὲ βραδυτέραν ἔσεσθαί φημι κίνησιν. ἐμοὶ μὲν εἴρηται τὸ πᾶν· σὺ δ’ εἰ μὲν ἐνόησας, ἔχοι τάχ’ ἂν ἤδη τὴν προσήκουσαν ὁ λόγος τελευτήν· εἰ δ’ οὐκ ἐνόησας, ἐξηγήσομαί σοι διὰ
830
μακροτέρων τὸ ταχέως εἰρημένον. ὅσαι μὲν ἐν ἴσοις χρόνοις ἵσα μήκη διέρχονται, κινήσεις ταύτας ἰσοχρόνους τε καὶ ἰσοδρόμους ὀνομάζομεν· ὅσαι δ’ ἐν ἴσῳ μὲν χρόνῳ, μείζονα δ’ ἀνύουσι διαστήματα, ταύτας ὠκυτέρας. ὁμοίως δὲ καὶ ὅσαι διάστημα μὲν ἴσον, ἐλάττονι δὲ χρόνῳ. παραδείγματος δ’ ἕνεκα δύο τινὲς ἄνθρωποι σταδίους πεντήκοντα διερχέσθωσαν ὥρᾳ μιᾷ, ἰσοδρόμους ἂν εἴποις τοὺς τοιούτους· εἰ δ’ ὁ μὲν ἕτερος ὥρᾳ μιᾷ διανύσειεν, ὁ δ’ ἕτερος τριάκοντα, δῆλον ὡς θᾶττον ἂν εἴη κινούμενος ὁ πρότερος ὁ τὴν μείζονα διάστασιν ἐν ἴσῳ χρόνῳ διελθών. εἰ δὲ τοὺς πεντήκοντα σταδίους ὁ μὲν ὥρᾳ μιᾷ, ὁ δὲ τρισὶν εἰ οὕτως ἔτυχε διέλθοι, δῆλον ὡς ὁ πρότερος ὠκύτερος, εἴ γε τὸ ἴσον διάστημα θᾶττον ἤνυσεν. ἐν μὲν δὴ τούτοις οὐδὲν ἀσαφές. ἴσως δ’ ἐν τοῖς ἐφεξῆς, ἄν γε μὴ προσέχωσι τὸν νοῦν· προσέχουσι δὲ κᾀκεῖνα παραπλησίως τούτοις ἔσται σαφῆ. ποιήσωμεν γὰρ δυοῖν τινων κινήσεων τὴν μὲν ἐν ὥρᾳ μιᾷ πεντήκοντα, τὴν δ’ ἐν τρισὶν ἑκατὸν πεντήκοντα διανύουσαν σταδίους. ἆρα οὖν καὶ ταύτας ἂν εἴποιμεν ἰσοδρόμους; πάνυ μὲν οὖν. εἰ γὰρ ἡ τοὺς πεντήκοντα κινηθεῖσα σταδίους ἐν ὥρᾳ μιᾷ
831
ταῖς τρισὶν ἔτυχε κινουμένη, πάντως ἄν που καὶ αὕτη πρὸς τοὺς πεντήκοντα τοὺς ἑκατὸν ἐκινήθη. καὶ εἰ τούτους ἐν τρισὶν ὥραις κινουμένη μιᾷ μόνον ὥρᾳ κινηθεῖσα ἔτυχε, πάντως ἂν καὶ ἥδε τοὺς πεντήκοντα μόνους ἐκινήθη. ὥστ’ εἶεν ἂν ἰσόδρομοι αἱ ἐν ἴσοις χρόνοις ἴσα διαστήματα περαίνουσαι. προσέχειν οὖν δεῖ τοῖς τε τῶν διαστάσεων μήκεσι καὶ τοῖς τῶν χρόνων, ἵν’ εἰ μὲν ὃν ἔχει λόγον ἡ διάστασις πρὸς τὴν διάστασιν, τὸν αὐτὸν ὁ χρόνος ἔχοι πρὸς τὸν χρόνον, ἰσοδρόμους εἶναι λέγωμεν τὰς κινήσεις. εἰ δ’ ἤτοι μεῖζον ἔχοι τὸ διάστημα πρὸς τὸ διάστημα ἤπερ ὁ χρόνος πρὸς τὸν χρόνον, ἢ ὁ χρόνος πρὸς τὸν χρόνον ἤπερ ἡ διάστασις πρὸς τὴν διάστασιν, μηκέτι ἰσοδρόμους αὐτὰς εἶναι νομίζωμεν. ἔστω γὰρ ἡ μὲν διάστασις τῆς διαστάσεως τετραπλάσιος, ὁ δὲ χρόνος τοῦ χρόνου διπλάσιος· δῆλον ὡς μείζονα λόγον ἡ διάστασις ἕξει πρὸς τὴν διάστασιν ἤπερ χρόνος πρὸς τὸν χρόνον, καὶ οὕτως γένοιτ’ ἂν ἡ ἑτέρα τῶν κινήσεων ὠκυτέρα. φέρε γὰρ εἶναι τῆς μὲν τὴν διάστασιν τετρακοσίων πηχέων, τῆς δὲ ἑκατὸν, τὸν δὲ χρόνον
832
τῆς προτέρας μὲν δυοῖν, τῆς δ’ ἑτέρας μιᾶς ὥρας, εἰ τοίνυν ἡ μὲν ἑτέρα τῶν κινήσεων ἐν δυοῖν ὥραις τετρακοσίους διῆλθε πήχεις, ἡ δ’ ἑτέρα ἐν μιᾷ τοὺς ἑκατὸν, δῆλον ὡς, ἐὰν μὲν τὴν προτέραν τοὺς ἑκατὸν μόνους κινουμένην νοήσωμεν, ἐν ὥρας ἡμίσει μέρει κινηθήσεται. καὶ οὕτως ὠκυτέρα τῆς δευτέρας γενήσεται, τὴν ἴσην διάστασιν ἐν ἐλάττονι χρόνῳ κινηθεῖσα. ἐὰν δὲ τὴν δευτέραν τοὺς τετρακοσίους νοήσωμεν κινουμένην, τεττάρων ὡρῶν αὕτη δεήσει, καὶ οὕτως ἔσται βραδυτέρα τῆς προτέρας, εἴ γε τὸ ἴσον διάστημα πλέονι χρόνῳ κινήσεται. φανερὸν οὖν ὡς, ὅταν ἡ διάστασις τῇ διαστάσει παραβαλλομένη μείζονα λόγον ἔχῃ, τῷ χρόνῳ τοῦ χρόνου παραμετρουμένου τὴν τοιαύτην κίνησιν ὠκυτέραν ἀναγκαῖον ὑπάρχειν· εἰ δ’ ἔμπαλιν ἡ τῆς προτέρας κινήσεως διάστασις πρὸς τὴν τῆς δευτέρας ἐλάττονα λόγον εἶχεν ἤπερ ὁ χρόνος πρὸς τὸν χρόνον, ἀναγκαῖον ἂν ἦν τὴν προτέραν εἶναι βραδυτέραν. εἰρήσεται δὲ καὶ αὐτοῦ τούτου παράδειγμα. νόησον γὰρ μοι τῆς προτέρας κινήσεως τὸ μὲν διάστημα τοῦ τῆς δευτέρας διαστήματος εἶναι διπλάσιον, τὸν δὲ χρόνον τοῦ χρόνου 
833
τετραπλάσιον, ὥστ’ εἰ τύχοι τὴν μὲν προτέραν τέτταρας πήχεις τέτταρσιν ὥραις κινεῖσθαι, τὴν λοιπὴν δὲ δύο πήχεις ὥρᾳ μιᾷ, δῆλον ὡς, ἐὰν τὴν προτέραν τοὺς δύο μόνους πήχεις νοήσωμεν κινουμένην, δυοῖν ὥραιν κινήσετ’ ἂν, καὶ οὕτως ἔσται τῆς δευτέρας τῆς τοὺς αὐτοὺς δύο πήχεις ὥρᾳ μιᾷ κινουμένης βραδυτέρα. ἄν θ’ ἡ δευτέρα τοὺς τέτταρας πήχεις κινηθῇ, δυοῖν ὥραιν κινηθήσεται, καὶ οὕτως ἔσται τῆς τοὺς τέσσαρας τέσσαρσι κινουμένης ὠκυτέρα. τὸ γὰρ ἴσον διάστημα θᾶττον ἀνύσει. τούτου τοίνυν ὑποκειμένου, δύο τινὰς ἐννοήσωμεν ἤδη σφυγμοὺς ἀνίσους τῆς εἰς ὕψος ἀνόδου. ταύτης γὰρ μάλιστα τῆς διαστάσεως εἰς τὸν λόγον δεόμεθα, καὶ ποιήσωμεν εἰ βούλει παραδείγματος ἕνεκα τὸ μὲν βάθος τοῦ βάθους δεκαπλάσιον, τὸν δὲ χρόνον τοῦ χρόνου διπλάσιον· ἆρ’ οὐ φανερῶς ἡμῖν, εἴ τι μεμνήμεθα τῶν προειρημένων, ὁ σφυγμὸς ὁ δεκαπλάσιον ἔχων τὸ ὕψος ὠκύτερος ἔσται πολὺ θατέρου; εἰ γὰρ τὴν αὐτὴν κίνησιν διαφυλάττων ὁ ταπεινὸς δεκάκις αὐξηθείη κατὰ τὴν τοῦ βάθους διάστασιν, ὁμοίως μὲν ὑψηλὸς γενήσεται θατέρῳ, χρόνῳ δὲ πολλῷ πλέονι ἢ κατ’ ἐκεῖνον. εὑρέθη τοίνυν ταπεινός τις σφυγμὸς βραχυχρόνιος ὑψηλοῦ πολυχρονίου βραδύτερος, καὶ τοῦτ’ ἦν τὸ
834
λεγόμενον ἐξ ἀρχῆς, ὡς ἑτέρα μὲν ἡ τοῦ χρόνου τῆς κινήσεως, ἑτέρα δ’ ἡ τοῦ χρόνου τοῦ τάχους ἐστὶ διάγνωσις. ἀλλ’ ἴσως μέχρι μὲν λόγου ἐπινοεῖται ταῦτα, ταῖς δ’ ἀληθείαις οὐ φαίνεται. καὶ μὴν εἰ παραβάλλοις ἀκμάζοντος ὑγιαίνοντος σφυγμὸν παιδὸς σφυγμῷ μυρμηκίζοντι, δεκαπλασίαν τὴν εἰς ὕψος εὑρήσεις ἄνοδον. εἰ δέ γε τὸν αὐτὸν τοῦτον ἀκμάζοντα διαθερμῄνας μετρίως, ἢ λουτροῖς, ἢ τρίψεσιν, ἢ γυμνασίοις εἰς θυμόν τινα καὶ ἀγανάκτησιν ἐμβάλλοις, οὐ δεκαπλάσιον, ἀλλὰ πέντε καὶ δεκαπλάσιον εὑρήσεις αὐτοῦ τὸ ὕψος τῆς κατὰ τὸν ἐν τῷ παιδὶ μυρμηκίζοντα σφυγμὸν ταπεινῆς διαστάσεως. ἀλλ’ ὁ μὲν ἐν τῷ παιδὶ μυρμηκίζων ὑπὸ τῆς ἡλικίας ἐπιβοηθεῖται πρὸς τὸ μὴ παντελῶς βραδὺς εἶναι, τὸν δ’ ἐν τῷ γέροντι μυρμηκίζοντα τίς ἂν εἰδὼς ἅπτεσθαι σφυγμοῦ ταχὺν εἶναι λέγοι οὐ μᾶλλον ἢ τὸν σκωληκίζοντα; τούτου μέν γε βραδύτερος οὐκ οἶδ’ εἴ τις ἄλλος ἐναργῶς φαίνεται σφυγμός. ὁ μὲν γὰρ μυρμηκίζων διὰ βραχύτητα τὴν ἐναργῆ διάγνωσιν ἐκπέφευγε, ὁ δὲ σκωληκίζων οὐδ’ ἀσαφῶς ἐστι βραδὺς, ἀλλ’ εἴπερ τις ἄλλος ἱκανῶς σαφής. τί δή ποτ’ οὖν καὶ τοῦτον ἐν τοῖς ταχέσιν οἱ πλεῖστοι καταριθμοῦνται, εἰ μή τι
835
πρὸς τὸν μυρμηκίζοντα διασώζειν ὁμολογίαν βουληθέντες ὡς ὑπὲρ ἀναισθήτων ἑαυτῶν ἀποφαίνονται; μεταπιπτόντων γὰρ εἰς ἀλλήλους τῶν σφυγμῶν τούτων ῥᾳδίως καὶ τῆς μὲν τοῦ σκωληκίζοντος ῥᾳδίως ἐσχάτης καταπτώσεως τὸν μυρμηκίζοντα γεννώσης, τῆς δὲ τοῦ μυρμηκίζοντος πρώτης αὐξήσεως τὸν σκωληκίζοντα, φανερῶς ἄτοπον αὐτοῖς ἐδόκει ταχὺν μὲν εἰπεῖν τὸν ἕτερον αὐτῶν, βραδὺν δὲ τὸν ἕτερον. ἐπεὶ τοίνυν ἐτύγχανον οὐκ ὀρθῶς ταχὺν εἰρηκότες τὸν μυρμηκίζοντα, διὰ τοῦτ’ ἐξ ἀκολουθίας ὑπέμειναν οὕτω ψευδῶς τε καὶ φανερῶς ἐναργῆ μαχόμενον ὁμολογῆσαι τὸ καὶ τὸν σκωληκίζοντα ταχὺν εἶναι, καίτοι σκώληκος εἰκάζουσιν αὐτὸν πορείᾳ, καθάπερ τὸν μυρμηκίζοντα μύρμηκος, ὅρα πῶς ὠκέων ζώων, εἶθ’ ἅμα μὲν οὕτως εἰκάζουσιν, ἅμα δὲ ταχεῖς εἶναί φασιν οὐκ αἰσθανόμενοι τῆς πρὸς ἑαυτοὺς μάχης. ἐπεὶ δ’ ἅπαξ εἰς τηλικαῦτ’ ἐνέπεσον ἁμαρτήματα καὶ τοὺς ἐπὶ ταῖς στομαχικαῖς διαθέσεσι σφυγμοὺς ἅπαντας ταχεῖς εἶναι λέγουσιν, οὐδ’ αὐτοὺς ἅπαντας ὄντας ταχεῖς, καὶ ἄλλους μυρίους, οὓς ἑτέρωθι μᾶλλον εἰπεῖν οἰκειότερόν ἐστιν.
836
ἅπαντα δ’ αὐτοῖς ἠκολούθησε τὰ τοιαῦτα σφάλματα διὰ τὸ τῆς ἐννοίας τοῦ τάχους ἀδιάρθρωτόν τε καὶ πάντη συγκεχυμένον. μόνῃ γὰρ τῇ βραχύτητι τοῦ χρόνου κρίνοντες τὸν ταχὺν σφυγμὸν, μὴ προσδιορίζοντες δὲ πῶς ἔχει μεγέθους, ἀφ’ ὧν ψευδῶς ἐδόξασαν, ἀπὸ τούτων ἐν τῇ διαγνώσει σφάλλονται. ἀλλ’ ἡμεῖς ἐπεδείξαμεν, οἶμαι, σαφῶς ἕτερον μὲν εἶναι τὸν ὀλιγοχρόνιον, ὡς ἄν τις οὕτω καλέσειε, σφυγμὸν, ἕτερον δὲ τὸν ταχύν. ὡσαύτως δὲ καὶ τῶν ἐναντίων αὐτοῖς ἕτερον μὲν τὸν πολυχρόνιον, ἕτερον δὲ τὸν βραδύν. ἴσως οὖν οἴει τὸ πᾶν ἤδη πεπληρῶσθαι τοῦ λόγου, καὶ γινώσκειν σαφῶς ὅτι ταχὺς σφυγμὸς βραδέος διενήνοχεν. ἐγὼ δ’ ηὐξάμην μὲν ἀποχωρῆσαι τῷ σκέμματι τοσοῦτον λόγον, οὐ μήν γ’ οὕτως ἔχει τἀληθὲς, ἀλλ’ ἔστι τὰ νῦν εἰρημένα προοίμιόν τι τῆς τοῦ ταχέος τε καὶ βραδέος σφυγμοῦ διαγνώσεως. ἐν ἅπαντι γὰρ τούτῳ τῷ προειρημένῳ λόγῳ παραβάλλοντες ἀλλήλαις δύο κινήσεις, τὴν μὲν βραδυτέραν, τὴν δ’ ὠκυτέραν ἀπεδείξαμεν, οὐ μὴν περί τε βραδείας καὶ ταχείας εἴπομέν τι. πάμπολυ δ’
837
ὅσον διενήνοχεν ἢ βραδυτέραν λέγειν κίνησιν, ἢ βραδεῖαν, καὶ αὖθις ὠκυτέραν, ἢ ὠκεῖαν. αὐτίκα τὸν μὲν εἰπόντα βραδυτέραν εἶναι τήνδε τὴν κίνησιν ἐπανερωτῶμεν ἧστινος φησιν αὐτὴν εἶναι βραδυτέραν· ἀεὶ γὰρ ἑτέρας ἡ βραδυτέρα λέγεται βραδυτέρα. τὸν δ’ εἰπόντα βραδεῖαν εἶναι τήνδε τινὰ κίνησιν οὐκ ἔτ’ ἐπανερωτῶμεν ἧστινος, ἢ γελοῖοι δόξομεν εἶναι. καὶ σφυγμὸν δ’ εἰ φαίημεν εἶναι βραδύτερον, ἢ θάττονα, πάντως τις ἡμᾶς ἐρήσεται, τίνος βραδύτερον λέγομεν, ἢ τίνος θάττονα. βραδὺν δ’ εἰπόντων, ἢ ταχὺν, οὐκέτ’ οὐδεὶς ἐπανερωτᾷ τίνος. ἆρ’ οὖν ὁ μὲν ταχὺς καὶ βραδὺς τῶν ἁπλῶς λεγομένων εἰσὶν, ὁ δὲ θάττων τε καὶ βραδύτερος τῶν ἕτερον; ἴσως μέν τις ἐκ προχείρου θήσει τοῦθ’ ὡς ἀληθὲς, ἐμοὶ δ’ οὐχ οὕτως ἔχειν δοκεῖ, ἀλλὰ παμπόλλης δεῖται σκέψεως τά τ’ ἄλλα καὶ ὅτι κοινὴ πλειόνων πραγμάτων ἐστὶν ἡ τοιαύτη θεωρία. οὐ γὰρ δὴ περὶ ταχέος τε καὶ βραδέος, ἢ θάττονος καὶ βραδυτέρου διορίσασθαι χρὴ, περὶ μεγάλου δὲ καὶ μικροῦ καὶ μείζονος καὶ μικροτέρου καὶ τῶν 
838
ἄλλων τῶν οὕτω λεγομένων παραλιπεῖν, ἀλλ’ ἐπισκέψασθαι πότερα ταὐτόν ἐστι μείζονα φάναι καὶ μέγαν σφυγμὸν, καὶ μικρότερον αὖ καὶ μικρὸν, ἢ διαφέροντα πράγματα ὑπόκεινται τούτοις τοῖς ὀνόμασι. καὶ τὸν μὲν μείζονα νοοῦμεν ἀεὶ τοῦ μικροτέρου μείζονα, καὶ τὸν μικρότερον τοῦ μείζονος μικρότερον, τὸν μέγαν δ’ οὐδενὸς μέγαν, ἀλλ’ ἁπλῶς, ὥσπερ οὐδὲ τὸν μικρὸν οὐδενὸς μικρὸν, ἀλλ’ ἁπλῶς. τὰ δ’ αὐτὰ καὶ περὶ βραχυτέρου καὶ βραχέος καὶ μακροτέρου καὶ μακροῦ καὶ πλατυτέρου καὶ πλατέος καὶ στενοτέρου καὶ στενοῦ καὶ νὴ Δία μαλακωτέρου καὶ μαλακοῦ καὶ σκληροτέρου καὶ σκληροῦ καὶ τῶν ἄλλων ἁπάντων οὕτω λεγομένων ἄξιον διορίσασθαι. σχεδὸν γὰρ εἰς ὅλην τὴν ἰατρικὴν καὶ τὰς ἄλλας δὲ τέχνας ἁπάσας ἐκτείνεται τὸ σκέμμα. καὶ γὰρ θερμότερον λέγομεν καὶ θερμὸν καὶ ψυχρότερον καὶ ψυχρὸν καὶ ξηρότερον καὶ ξηρὸν καὶ ὑγρότερον καὶ ὑγρὸν, καὶ τό γ’ ἐπὶ πᾶσι τούτοις πλέον γε καὶ πολὺ, καὶ πάλιν ἔλαττόν γε καὶ ὀλίγον. ἐφ’ ἑνὸς οὖν τινος τὸν λόγον ὡς ἐπὶ παραδείγματος βασανίσαντες, εἰ μὲν τύχοιμεν εὑρόντες τι πλέον, οὕτως ἤδη κᾀπὶ
839
τἄλλα πάντα μεταφέρειν πειρασόμεθα τὴν μέθοδον, εἰ δ’ ἀπορήσομεν, αὐτὴν γοῦν τὴν ἀπορίαν ἐπὶ πάντα μετοίσομεν, καὶ δυοῖν θάτερον, ἢ χρησιμωτάτην εἰς πολλὰ μέθοδον ἐξευρήσομεν, ἢ τὴν οἴησιν τοῦ δοκεῖν γιγνώσκειν ἃ μὴ γινώσκομεν ἀποθησόμεθα. φέρε δὴ προκεχειρίσθω γὰρ ἡμῖν εἰς τὴν σκέψιν τό τε μέγα καὶ τὸ μικρὸν, ὅπῃ διαφέρει τοῦ μείζονός τε καὶ μικροτέρου. καὶ πρῶτον μὲν ἁπάντων τῶν κατὰ τὸν βίον λεγομένων, ἐν οἷσπερ εἰθίσμεθά τε καὶ τεθράμμεθα, τί νοοῦμεν τὸ μέγα καὶ τί τὸ μικρὸν, ἀναμνήσομεν αὑτούς. ἆρά γε περὶ τὸ μεῖζόν τε καὶ μικρῶν. ἢ μεῖζον μὲν οὐκ ἀνασχόμεθα τοῦ λέγοντος ἁπλῶς, εἰ μὴ προσθείη τὸ τίνος λέγει μεῖζον, μέγα δ’ ἁπλῶς αὐτοί τε λέγομεν καὶ τῶν ἄλλων ἀκούομεν ἄνευ προσθήκης; ἆρ’ οὖν τῶν καθ’ ἑαυτὰ λεγομένων ἐστὶ τὸ μέγα καὶ τὸ μικρόν; ἀλλ’ εἰ τοῦτο, πάντως δήπουθεν ἢ οὐσίας ἐστὶ δηλωτικὰ, ἢ ποιότητος, ἤ τινος τῶν κατὰ τὰς ἄλλας κατηγορίας λεγομένων. οὐσίας μὲν οὖν οὐκ ἔστι δηλωτικὰ, καθάπερ Σωκράτης ἢ Πλάτων ἢ ἵππος ἢ ἄνθρωπος, οὐ μὴν οὐδὲ ποιοῦ τινος, οὔτ’ οὖν σχήματος,
840
οὐδὲ χρώματος, οὐδὲ θέσεως, οὔτε διαπλάσεως, οὐδόλως οὐδενὸς τῶν οὕτω λεγομένων. ἀλλ’ οὐδὲ τὸ ποῦ δηλοῦν πέφυκεν, ἢ τὸ πότε, οὐ μὴν οὐδὲ τὸ κεῖσθαι, ἢ ἔχειν, ἢ ποιεῖν, ἢ πάσχειν, ἀλλ’ ἐν μόνοις αὐτὰ δεῖ ζητεῖν τοῖς κατὰ τὸ ποσὸν, ἢ πρὸς τὶ λεγομένοις. ἐὰν οὖν, ὥσπερ ὀλίγῳ πρόσθεν ἐφαίνετο, μὴ δοκῇ τῆς πρὸς τὶ κατηγορίας ἔχεσθαι, κατὰ τὴν τοῦ ποσοῦ ζητητέον αὐτά. καὶ μὴν ἀπορώτατόν ἐστιν ὁρίσαι πηλίκον χρὴ νοεῖν ἑκάτερον αὐτῶν, ἆρά γε τὸ μὲν σταδιαῖον μέγα, τὸ δὲ πηχυαῖον μικρόν. καὶ μὴν τὸ μὲν ὄρος μικρὸν λέγομεν, κᾄν σταδιαῖον ᾖ, τὸν δὲ μύρμηκα μέγαν, πάμπολυ δηλονότι πήχεος ἀπολειπόμενον. ἀλλ’ ἴσως φησί τις, ὅπερ τῶν ἡμετέρων ἑταίρων ἤρκεσέν τινι, ποσὸν μέν τι δηλοῦσθαι πρὸς. αὐτῶν, οὐ μὴν ἀφωρισμένον γε τοῦτο, καθάπερ τὸ ποδιαῖον, ἀλλ’ ὡς ἐκεῖνος ἔλεγεν, ἐν πλάτει τε καὶ ἀορίστως· ἆρ’ οὖν ἔχομεν ὅροις περιλαβεῖν τὸ πλάτος αὐτῶν, ὥσπερ τῶν ἄλλων τῶν οὕτως λεγομένων οἷον χοροῦ καὶ πόλεως καὶ ὄρους καὶ στρατεύματος καὶ λίμνης; ἕκαστον γὰρ τούτων
841
μετὰ ποσότητος ἀορίστου λέγεται. δυνατὸν μὲν εἰπεῖν, ὡς οὔτε τοὺς τρεῖς, ἢ τέτταρας χορευτὰς ἤδη νοοῦμεν χορὸν, οὐ μὴν οὐδὲ τοὺς μυρίους ἔτι· καθάπερ οὐδὲ πόλιν, οὔτε τὴν ἐκ τριῶν οἰκιῶν συγκειμένην οὔτε τὴν εἰς χιλίους σταδίους ἐκτεταμένην, οὐδ’ ὄρος οὐ τὸ πηχυαῖον μόνον, ἀλλά τι μεῖζον, οὐδ’ αὖ πάλιν τὸ μέχρι τῆς σελήνης ἀνατεταμένον, οὔτε λίμνην συστατικὴν ὕδατος ἀμφορῶν τριῶν, οὐ μὴν οὐδ’ ὥστε τὴν γῆν ὅλην ἐπικλύζειν. ἑκάστου γὰρ τούτων εἰ καὶ μὴ δυνατὸν ἀκριβῶς ἀφορίσαι τὸ ποσὸν, ἀλλ’ ἐξευρεῖν γε δυνατὸν πολλὰ σώματα παντελῶς ἐκπεπτωκότα τῆς νοήσεως αὐτῶν ἐφ’ ἑκάτερον, τὰ μὲν τῷ μηδέπω, τὰ δὲ τῷ μηκέτ’ εἷναι τηλικαῦτα.

Τίνες οὖν ὅροι τῷ μεγάλῳ τε καὶ σμικρῷ, καθάπερ ἑκάστῳ τῶν εἰρημένων, οὐκ ἔχομεν εἰπεῖν, ἀλλ’ εἰς τοσοῦτον ἔτι πλάτος ἡ νόησις ἐκτέταται τοῦ μεγάλου, ὥστε καὶ αὐτοῦ τοῦ κόσμου παντὸς εἰπεῖν, εἴ τι μεῖζον δύναιτό τις νοῆσαι, καὶ τοῦτο δέξεται τὴν τοῦ μεγάλου κατηγορίαν. ἀλλὰ καὶ μύρμηξ καὶ κώνωψ καὶ κέγχρος καὶ εἴ τι τούτου

842
μικρότερον εἴη ζῶον, ἢ σπέρμα, δέχεται τὴν τοῦ μεγάλου κατηγορίαν. οὐ γὰρ μύρμηξ μόνον, ἀλλὰ κέγχρος τις καὶ κώνωψ μέγας λέγεται. δῆλον οὖν τό γε τοσοῦτον, ὡς ἕκαστον τοῖς ὁμογενέσι παραβαλλόμενον ἢ μικρὸν, ἢ μέγα λέγομεν, ἁπλῶς δ’ οὐδέν. καὶ ταύτῃ διήνεγκε τὸ μεῖζον τοῦ μεγάλου, τὸ μὲν μεῖζον παντὸς τοῦ μικροτέρου δύνασθαι μεῖζον λέγεσθαι, τὸ μέγα δ’ οὐ παντὸς, οὗ τινος μεῖζον, ἀλλὰ τὸ μόνον τῶν ὁμογενῶν. οὕτω δὲ καὶ περὶ μικροτέρου καὶ μικροῦ χρὴ διορίζεσθαι καὶ περὶ ταχέος καὶ θάττονος καὶ βραδέος καὶ βραδυτέρου τὸν αὐτὸν τρόπον, εἴ γε καὶ ἵππος βραδὺς λέγεταί τις καὶ μύρμηξ ταχύς. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον ὠνομασμένων εὑρήσεις ἔν τε τοῖς τῶν σφυγμῶν γένεσιν ἅπασι καὶ κατὰ τὴν ὅλην ἰατρικήν. ἤδη δὲ καὶ κατὰ τὸν σύμπαντα βίον τῶν ἀνθρώπων καὶ σκληρὸν καὶ σκληρότερον καὶ μαλακὸν καὶ μαλακώτερον καὶ πυκνὸν καὶ πυκνότερον καὶ τἄλλα πάντα παραπλήσια τὰ μὲν πρὸς ἕτερον ὅ τι δήποτε παραβάλλεται, τὰ δὲ πρὸς μόνα τὰ κατὰ τὸ ἐν αὐτοῖς γένος. ἆρ’ οὖν ἤδη τὸ πᾶν ἔχομεν, ἢ καὶ τούτῳ τις 
843
τῷ λόγῳ λείπει διορισμός; οὐ γὰρ ἅπασι τοῖς ἐκ ταὐτοῦ γένος τὸ μέγα παραβάλλοντες οὕτως ὀνομάζομεν. οὐ γὰρ ἂν Ἀχιλλεύς θ’ ἅμα καὶ Αἴας ἐλέγοντο μεγάλοι καὶ Πολυδάμας καὶ Μίλων, εἴ γε τοῦ μὲν Αἴαντος ὁ Ἀχιλλεὺς, τοῦ δὲ Μίλωνος Πολυδάμας ἦν μείζων, ἀλλὰ δῆλον ὅτι τῷ μέσῳ τε καὶ μετρίῳ καὶ συμμέτρῳ προσαγορευομένῳ καθ’ ἕκαστον γένος ὥσπερ κανόνι καὶ κριτηρίῳ τἄλλα παραβάλλοντες, ὅσα μὲν ὑπὲρ αὐτὸ, μεγάλα πάντ’ εἶναι λέγομεν, ὅσα δ’ ἐναντία, σμικρά. καὶ τοῦτ’ ἔστιν μὲν κᾀν τῷ βίῳ παντὶ, μάλιστα δ’ οὖν ἐν ταῖς τέχναις· περὶ γὰρ τὴν τοῦ συμμέτρου θήραν ἔχουσιν ἅπασαι, καὶ τοῦτ’ ἐκπορίζειν σπεύδουσι ταῖς οὐσίαις περὶ ἃς καταγίγνονται, καὶ πολὺ σιτίον ἐδηδοκέναι τόνδε τινά φησιν ὁ ἰατρὸς, ὅταν ὑπὲρ τὴν τοῦ τρεφομένου σώματος ᾖ φύσιν, καὶ ὀλίγον αὖθις, ὅταν ἀπολίπηται συμμετρίας τοῦ τρεφομένου. οὕτω γοῦν ἀθλητῇ δύο μνᾶς κρεῶν ὀλίγον εἶναι λέγοντες, τῷ νοσοῦντι πολλάκις ἀπαγορεύομεν χυλοῦ πτισάνης ἐκροφῆσαι λεκάνιον, ὡς πλέον ὂν τοῦ συμμέτρου. καὶ μέγαν οὖν σφυγμὸν καὶ μικρὸν ἐροῦμεν τὸν
844
ἐξιστάμενον τῆς συμμετρίας, καὶ τούτους μὲν πολλοὺς ἑκατέρους, ἕνα δὲ τὸν σύμμετρον, ὃν χρὴ θηρᾶσαί τε καὶ τῇ μνήμῃ παραθεμένους ἐπάγειν τοῖς ἄλλοις ἅπασιν οἷον μέτρον τι δίκαιον ὑπ’ αὐτῆς τῆς φύσεως ὡρισμένον. ὅπως οὖν αὐτὸν ἐξεύρωμεν, ἤδη σκοπῶμεν. ἐπὶ τοῦτο γὰρ ὁ πᾶς σπεύδει λόγος καὶ τούτου χάριν εἴρηται τὰ πρόσθεν ἅπαντα. εὕροιμεν δ’ ἂν αὐτὸν, εἴπερ δυναίμεθα, μεθόδῳ. χρήσιμον γὰρ τοῦτο πρὸς τὸ κατὰ πάντων τῶν συμμέτρων ἕνα λόγον ἔχειν, καὶ μὴ ζητεῖν αὖθις, ὅπως μὲν εὑρίσκειν χρὴ τὸ κατὰ τὴν κίνησιν σύμμετρον, ὅπως δὲ τὸν κατὰ τὴν ἡσυχίαν, ἢ τὸ τῆς ἀρτηρίας σῶμα. καὶ πρῶτον μὲν τοῦτ’ ἴδωμεν, εἰ χρὴ καθ’ ἕκαστον γένος σφυγμὸν ἕνα ζητεῖν τὸν σύμμετρον, ἢ πλείους, ἄλλον μὲν ὡς ἐν ἡλικίᾳ σύμμετρον, ἄλλον δ’ ὡς ἐν ἕξεσι σωμάτων, ἄλλον δ’ ὡς ἐν κράσεσιν, ἄλλον δ’ ὡς ἐν ὥραις, ἢ χώραις, ἢ καταστάσεσιν, ἢ ἐπιτηδεύμασιν, ἢ ψυχικαῖς διαθέσεσιν. ἐν ἅπασι γὰρ τούτοις τοὺς μὲν μεγάλους, τοὺς δὲ μικροὺς, τοὺς δὲ συμμέτρους λέγομεν εἶναι
845
σφυγμοὺς, καὶ τοὺς μὲν ταχεῖς, τοὺς δὲ βραδεῖς, τοὺς δὲ συμμέτρους, καὶ κατὰ τὰς ἄλλας διαφορὰς ὡσαύτως. καὶ τάχ’ ἄν τινι δόξειε τοῦτ’ εὐλογώτερον εἶναι καὶ τῇ χρείᾳ μᾶλλον ὁμολογοῦν, τὸ καθ’ ἕκαστον γένος σφυγμῶν ἕνα ποιεῖν τὸν σύμμετρον. ἐπισκεψώμεθα οὖν ἀκριβέστερον αὐτὸ, καὶ προχειρισάμενοι γένος ἓν σφυγμῶν ὡς ἐν παραδείγματι τὸ τῶν μεγάλων τε καὶ μικρῶν, ὑπὲρ ὧν ὀλίγον ἔμπροσθεν ἐλέγομεν, τὸν μέσον αὐτῶν, καὶ τὸν σύμμετρον ἐξευρεῖν πειραθῶμεν, ἰδίᾳ μὲν ἐν ἡλικίαις, ἰδίᾳ δ’ ἐν ὥραις τε καὶ χώραις καὶ φύσεσι καὶ κράσεσι καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τοιούτοις. ἀρκέσει γὰρ, εἰ τοῦθ’ εὕροιμεν, εἰς τὴν χρείαν, εἴ τε πρόκειται μὲν ἡμῖν τὸν οἰκεῖον ἑκάστου τῶν εἰρημένων σφυγμῶν εἰδέναι, καὶ τὰς εἰς τὸ παρὰ φύσιν ἐκτροπὰς αὐτοῦ διαγινώσκειν. ἡ δὲ νῦν εἰρημένη διδασκαλία φαίνεται τοῦθ’ ἡμῖν ἐκπορίζουσα. σκεψώμεθ’ οὖν ἀκριβῶς, εἰ δυνατὸν ἐξευρεῖν αὐτό. φαίνεται γὰρ ἐμοὶ μὲν χαλεπώτατον, ἴσως δὲ καὶ ἀδύνατον. ἡ χαλεπότης δ’ ἐν τῷ μηδὲν τῶν εἰρημένων ἰδίᾳ
846
καὶ καθ’ αὑτὸ λαβεῖν δύνασθαι. πότε γὰρ ἰδίᾳ καὶ καθ’ αὑτὴν ἔστιν ἰδεῖν τὴν ἐν ταῖς ὥραις διαφορὰν τῶν σφυγμῶν ἄνευ σώματος, ὃ καὶ μὴ κράσεως πὼς ἔχει καὶ ἕξεως καὶ ἡλικίας καὶ τῶν ἄλλων τῶν εἰρημένων; ὥστ’ οὐκ ἂν ἔχοις εἰπεῖν, ἦρι μὲν τηλικοῦτος σφυγμὸς οἰκεῖος, θέρει δ’ ὁ τηλικοῦτος. ἐρωτηθεὶς γὰρ ἐν τίνι καὶ λέγεις σώματι, πότερον ἐν θερμοτέρῳ τὴν κρᾶσιν, ἢ ψυχροτέρῳ καὶ ἰσχνῷ, ἢ παχεῖ· καὶ ἀκμάζοντος, ἢ γέροντος, ἢ ψυχρῷ χωρίῳ, ἢ θερμῷ, καὶ ἀνδρὸς, ἢ γυναικὸς, καὶ κατὰ τὰς ἄλλας διαφορὰς ὡσαύτως. ὥστε φαίνεται δεῖν κατὰ τὴν ὅλην τῶν ὑποκειμένων σωμάτων φύσιν ἐπισκοπεῖσθαι τὸν οἰκεῖόν τε καὶ οὐκ οἰκεῖον σφυγμὸν, ἵνα εἰδῶμεν, εἰ οὕτως ἔτυχεν, ὅτι Δίωνι μὲν ὁ σφυγμὸς τηλικοῦτός ἐστι φύσει, Θέωνι δὲ τηλικοῦτος. ἀλλὰ καὶ τοῦτ’ ἄτοπον, οὐ μόνον τῷ χρῆναι καθ’ ἕκαστον ἄνθρωπον ἰδίαν ἡμᾶς ἔχειν μνήμην τε τῶν οἰκείων σφυγμῶν καὶ μὴ δύνασθαι περὶ μηδενὸς διαγνῶναι μηδὲν ᾧ πρῶτον οὐκ ἐντυγχάνομεν, ἀλλὰ καὶ τῷ μηδ’ ἀπ’ αὐτοῦ τοῦ Δίωνος, εἰ τύχοι, τὸν ἕνα τοῦτον τὸν οἰκεῖον σφυγμὸν ἐν ἑκάστῳ γένει δυνατὸν ἰδίᾳ
847
καὶ χωρὶς τῆς τῶν ἔξωθεν πραγμάτων περιστάσεως λαβεῖν. πότε γὰρ καὶ λήψει; πότερα τοῦ ἐν χειμῶνι Δίωνος, ἢ τοῦ κατὰ τὸ θέρος, καὶ πότερα τοῦ ἐν Ῥώμῃ, ἢ τοῦ ἐν Λιβύῃ, καὶ τοῦ ἰσχνοτέρου γεγονότος, ἢ τοῦ παχυτέρου, καὶ ἀργότερον, ἢ ἐπιπονώτερον διηγημένου, καὶ ἐνδεέστερον, ἢ δαψιλέστερον διῃτημένου, καὶ οἶνον, ἢ ὕδωρ πεπωκότος, ἢ διψῶντος; οὐ γὰρ ἔστιν ἄνευ τούτων καὶ ἄλλων μυρίων περιστάσεων ἰδίᾳ ποτὲ καὶ ταὐτὸ λαβεῖν τὸ Δίωνος σῶμα. μένει τοίνυν καὶ νῦν ἔτι ἡ ἐξ ἀρχῆς ἀπορία. τὸν γὰρ τῇ ὅλῃ φύσει τοῦ ὑποκειμένου σώματος οἰκεῖον σφυγμὸν, ὃν δὴ καὶ σύμμετρον ἐκαλοῦμεν, ἐν ἴσῳ τῷ μέτριον εὑρεῖν ἀδυνατοῦμεν. ἄμεινον οὖν ἴσως μὴ ταύτῃ μετιέναι τὴν περὶ τοῦ σφυγμοῦ διάγνωσιν, ἀλλ’ ὡς τοῖς εἰσαγομένοις ἐγράψαμεν, ἐφ’ ἑκάστου τῶν εἰρημένων αἰτίων τὴν τροπὴν ἐκμαθεῖν. ἔστι γάρ τιν’ εὑρεῖν τοῦ τοιούτου μέθοδον, ἣν καὶ νῦν παραγράψαντες πρότερον ἐφεξῆς ἐπισκεψώμεθα, πότερ’ αὐτάρκης ἐστὶν εἰς ἅπαν, ἢ καὶ αὐτὴ κατά τι ἐλλιπής. εἴη δ’ ἂν ἡ μέθοδος τοιάδε, προχειρισαμένων ἡμῶν ἕνεκα παραδείγματος 
848
ἕν τι τῶν τρέπειν τοὺς σφυγμοὺς πεφυκότων αἰτίων, οἷον γυμνάσιον. προτεθέντος γὰρ σκοπεῖσθαι, τίνα τρόπον τῶν σφυγμῶν ἐργάσεται γυμνάσιον τὴν τροπὴν, λαβὼν οὖν τιν’ ἄνθρωπον, ἁπάσας αὐτοῦ τὰς διαφορὰς τῶν σφυγμῶν ἐπίσκεψαι πρότερον, εἶτα γυμνάσας αὖθις ἐπίσκεψαι, τίς μὲν αὐτῶν ἐξετάθη, τίς δ’ ἐξελύθη, καὶ μέχρι πόσου, καὶ οὕτως ἐξευρήσεις, ὁπόσον πέφυκε γυμνάσιον τρέπειν τοὺς σφυγμούς. ὁμοίως δὲ καὶ περὶ λουτρῶν καὶ πομάτων καὶ ἐδεσμάτων καὶ τῶν ἄλλων ἁπάντων, ἐκ τῆς καθ’ ἕκαστον ἄνθρωπον πείρας ἕτοιμον εὑρεῖν τὰς τροπάς. οὕτω μὲν ἡ πεῖρα ῥᾴστη, τὰ δὲ τῶν ἐπὶ τῇ τοιαύτῃ πείρᾳ λογισμῶν οὐκέτι ῥᾴδια. κίνδυνος γὰρ ὥσπερ ἐν πάσῃ πείρᾳ σφαλῆναι παρὰ τὸ ἀδιόριστον, οὕτω κᾀνταῦθα. διχῶς δὲ τοῦτ’ αὐτὸ ἀδιόριστον γίνεται, τὸ μὲν τῷ μὴ τεμεῖν τὸ κοινὸν εἰς τὰς ἐν αὐτῷ πάσας διαφορὰς, τὸ δὲ τῷ μὴ σκέψασθαι τοῖς τρέπουσιν αἰτίοις τίνα μὲν προηγουμένως, ἢ πρώτως, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, τίνα δὲ κατὰ συμβεβηκὸς ἠκολούθησε. τὸ μὲν δὴ μὴ τέμνειν τὸ κοινὸν εἰς τὰς ἐν αὐτῷ πάσας διαφορὰς τοιόνδε·
849
δεῖται γὰρ ὁ λόγος, ἵν’ ᾖ σαφὴς, παραδείγματος. εἴ τις ἀποφήναιτο τῶν γυμνασαμένων τοὺς σφυγμοὺς τοιούσδε γίγνεσθαι, μὴ διορισάμενος, μήθ’ ᾧ τινι λέγῃ τῷ γυμνασαμένῳ μήτε πῶς γεγυμνασμένῳ μήτε πότε μήθ’ ὁπόσα, παρὰ τὸ μὴ τέμνειν τὸ κοινὸν εἰς τὰς διαφορὰς ἐσφάλη· τίνι γὰρ καὶ λέγω τῷ γυμνασαμένῳ, πῶς ἡλικίας ἔχοντι, πῶς δὲ ἰσχύος, ἢ ἀσθενείας, πῶς δὲ χυμῶν, πῶς δὲ ἕξεως, πῶς δὲ κράσεως, πῶς δὲ τῆς τῶν μορίων τοῦ σώματος συμπηγίας, πῶς δὲ τοῦ πρὸς τὸ γυμνάσιον ἔθους. εἰς τοσαῦτα γὰρ διαιρεῖται τὸ τίνι. τὸ δὲ πῶς ἐγυμνάσατο πάλιν εἰς ἄλλας τέμνεται διαφορὰς, ἆρά γε συντόνως, ἢ οὒ, καὶ ὀξέως, ἢ οὒ, καὶ ὁμαλῶς, ἢ οὔ. καθ’ ἕκαστον γὰρ τούτων οὐχ ὡσαύτως τραπήσεται. ὁμοίως δὲ καὶ περὶ τὸ πότε διαφέρουσαν ἀνάγκη γενέσθαι τὴν τροπήν. οὐ γάρ ἐστι ταὐτὸν ἐδηδοκότα γυμνάζειν ἢ νῆστιν, καὶ λυπούμενον ἢ χαίροντα, καὶ πρόθυμον ἢ ῥᾴθυμον, καὶ ἐῤῥιγωκότα ἢ διατεθερμασμένον, καὶ πλέονα τοῦ δέοντος ἢ ἐλάττονα, ἢ σύμμετρα κεκοιμημένον. ὁμοίως δὲ καὶ περὶ τὸ ποσὸν τῶν γυμνασίων ἡ τροπὴ διάφορας γενήσεται. οὐ γὰρ ὡσαύτως τὰ σύμμετρα τοῖς πλείοσιν, ἢ ἐλάττοσιν
850
ὑπαλλάξει τοὺς σφυγμούς. τὸ δὲ κατὰ συμβεβηκὸς, ἢ πρώτως γίνεσθαι τὴν τροπὴν, ᾧδε χρὴ διορίζεσθαι. μή τι ἆρα περιττωμάτων μὲν ἦν μεστὸς, ἀρξαμένῳ δ’ αὐτῷ γυμνάζεσθαι ῥυέντων εἰς τὴν γαστέρα πλειόνων χυμῶν μοχθηρῶν, ἢ δάκνεσθαι τὸ στόμα συνέβη τῆς γαστρὸς τῇ κακίᾳ τῶν χυμῶν, ἢ βαρυνθῆναι τῷ πλήθει, ἢ ἀνατρέπεσθαί τε καὶ ναυτιᾷν, καὶ διὰ ταῦτα τὸν ἄνθρωπον ἢ ἀναλύειν, ἢ ἐκλύεσθαι, ἢ καταψύχεσθαι, ἢ πνίγεσθαι. τούτων γὰρ ἕκαστον ἀλλοιώσει τοὺς σφυγμοὺς καί τις ἴσως οἰήσεται κατὰ τὸν τοῦ γυμνασίου λόγον αὐτοὺς τετράφθαι. καὶ γὰρ εἰ πληθωρικὸς ὢν, καὶ τοῖς κατὰ θώρακα καὶ πνεύμονα νοσωδέστερος, ἀρξάμενος ὠκέως γυμνάζεσθαι, δύσπνους γένοιτο, τραπήσονται μὲν οἱ σφυγμοὶ κατὰ τὸν τῆς δυσπνοίας λόγον, ἴσως δ’ οἰήσεται κατὰ τὰ γυμνάσια. πῶς οὖν χρὴ διορίζεσθαι πρὸς τὸ μηδὲν ἐν τῇ πείρᾳ σφάλλεσθαι, εἴρηται μὲν ἑτέρωθι μακρότερον, εἰρήσεται δὲ κᾀνταῦθα διὰ βραχέων. πάσας τὰς εἰρημένας διαφορὰς εἰς τρεῖς ταύτας ἀναγαγεῖν χρὴ τὰς καθόλου, τὸ μὲν ὑποκείμενον σῶμα παραλαμβάνοντας εἰς τὴν πεῖραν, ὑγιαῖνόν τε καὶ κατὰ μηδεμίαν τῶν
851
ἔξωθεν τροπὴν δυναστευόμενον, τὸ προσαγόμενον δ’ αὐτῷ γυμνάσιον σύμμετρον τῇ ποσότητι φυλάττοντας, ἐν δὲ τῇ τροπῇ σκοπουμένους, μή τι κατὰ συμβεβηκὸς ἀπήντησεν, καὶ οὐ κατὰ ταύτην τοῦ γυμνασίου τὴν φύσιν. ἂν γὰρ εἰς ταῦτα τὰ τρία βλέπῃς, ῥᾳδίως ἐξευρήσεις, πῶς καὶ μέχρι πόσου τρέπει τὸ προσιὸν αἴτιον. καὶ οὕτως ἐξέσται σοι καθ’ ἕκαστον εἶδος αἰτίου τῇ πείρᾳ τὴν τροπὴν ἐκμαθόντι χρῆσθαι πρὸς τὰς ἐν ταῖς νόσοις διαγνώσεις, ῥᾳδίως εὑρίσκοντι, πόσον μὲν ἀπὸ τῶν ἔξωθεν αἰτίων ἐτράπησαν οἱ σφυγμοὶ, πόσον δ’ ἀπὸ τοῦ νοσήματος. ὥστ’ οὐκέτι σοι δεήσει προγιγνώσκειν ποῖος ὁ φύσει σύμμετρος, ἀλλὰ τὸν ἑκάστῳ τῶν ὑποκειμένων οἰκεῖον ἐπιστάμενος, εἰς ὅσον οὕτως ὑπό τε τῶν ἄλλων αἰτίων καὶ αὐτοῦ τοῦ νοσήματος ἐτράπη, γνωρίζειν δυνήσῃ. καὶ μὴν εἰ μὴ πρὸς ταῦτα δεοίμεθα τῆς τοῦ συμμέτρου γνώσεως, ἐκ περιττοῦ ζητήσομεν αὐτόν. πῶς οὖν ἐροῦμέν τινα μέγαν, ἢ ταχὺν, πρὶν τὸν σύμμετρον ἐξευρεῖν; ἔτι γὰρ ἔοικε τὸ ἐξ ἀρχῆς φυλάττεσθαι ζήτημα. τί δὲ καὶ δεόμεθα τοῦ μέγαν, ἢ ταχὺν λέγειν; ἀποχρήσει γὰρ ἡμῖν τῶν τρόπων μόνων
852
μνημονεύειν ᾧδέ πως λέγουσι· γυμνάσια σύμμετρα τοὺς σφυγμοὺς εἰς μέγεθος καὶ τάχος καὶ σφοδρότητα καὶ πυκνότητα τρέπει. καὶ τοῦτο φήσομεν καὶ τοὺς ἄλλους βουλομένους δηλοῦν ἐν γυμνασίοις φάσκειν μεγάλους καὶ ταχεῖς καὶ σφοδροὺς καὶ πυκνοὺς γίγνεσθαι τοὺς σφυγμούς. ἀλλ’ ἡμεῖς πρῶτον μὲν οὐχ ἁπλῶς ἐροῦμεν ἐν γυμνασίοις, ἀλλ’ ἐν τοῖς συμμέτροις προσθήσομεν. τὰ γὰρ πλείω τῆς φύσεως τοῦ γυμναζομένου σώματος εἰς ἕτερον εἶδος τροπῆς μεθίστησι τοὺς σφυγμούς. ἔπειτα δ’ οὐδ’ ἁπλῶς οὕτω μεγάλους καὶ ταχεῖς ἐροῦμεν, ἀλλὰ καὶ μείζονας καὶ θάττονας καὶ σφοδροτέρους καὶ πυκνοτέρους καὶ τἄλλα πάντα φήσομεν οὕτως χρῆναι λέγειν, οἷον ὅτι κατὰ μὲν τὰς ἡλικίας μέγιστοι μὲν οἱ τῶν ἀκμαζόντων, μικρότατοι δ’ οἱ τῶν γερόντων, οἱ δὲ τῶν παρακμαζόντων μείζους μὲν τῶν ἐν τοῖς γέρουσιν, ἐλάττους δὲ τῶν ἐν τοῖς ἀκμάζουσιν. καὶ κατὰ τὰς ὥρας ὡσαύτως καὶ κατ’ ἄλλα πάντα τὴν αὐτὴν ποιησόμεθα διδασκαλίαν, ἐν ἑκάστῳ τῶν γενῶν τοὺς σφυγμοὺς ἀλλήλοις παραβάλλοντες, οὐχ ἁπλῶς ὑπὲρ αὐτῶν ἀποφαινόμενοι. τῷ μὲν οὖν ἐμπειρικῷ τάχα ἂν ἀρκέσειεν ἡ τοιαύτη διδασκαλία. καὶ 
853
μετ’ ὀλίγον ἀκριβέστερον ὑπὲρ αὐτῆς ἐπισκεψόμεθα· τῷ δὲ τὰς πρώτας καὶ συνεκτικὰς ὀνομαζομένας αἰτίας ἑκάστου τῶν σφυγμῶν ἐξευρεῖν βουλομένῳ καὶ σὺν λόγῳ τε καὶ μεθόδῳ τὴν τέχνην ἀσκοῦντι τὸ σύμμετρον ἑκάστῳ τῶν γενῶν ἀναγκαῖον ἐπίστασθαι. φέρε γὰρ ζητεῖσθαι διὰ τί μικρὸς ὁ τοῦ παιδίου σφυγμὸς, εἶτα ἀπορεῖν ἡμᾶς αἰτίας εὐλόγους. καὶ γὰρ καὶ ἀπορήσομεν, ἂν μὴ φθάνωμεν ἀκριβῶς ἐξητακότες τὰς τῶν μεγάλων τε καὶ μικρῶν σφυγμῶν τῆς γενέσεως αἰτίας. οὐ γὰρ εὑρήσομεν ἐπὶ τῶν παίδων τὰς τοὺς μικροὺς γεννώσας. καὶ μὴν εἰ καὶ καθ’ ἓν ὁτιοῦν ὁ τῆς αἰτίας λογισμὸς σφάλλοιτο, κᾀν τοῖς ἄλλοις ἐν οἷς εὐπορεῖν δοκεῖ δικαίως ὑποπτευθήσεται. πάντῃ γὰρ ὁμολογεῖν αὐτὸν, εἴπερ ἀληθής ἐστιν, ἑαυτῷ προσήκει. διὰ ταῦτ’ οὖν ἀναγκαῖον ἐπίστασθαι τὸν σύμμετρον. ἴσως γὰρ καὶ ὁ τοῦ παιδὸς ὑπὲρ τὸν σύμμετρόν ἐστιν. Ἡρόφιλος γοῦν ποτὲ μὲν εὐμεγέθη τὸν σφυγμὸν τοῦτον ὀνομάζει. τί δή ποτ’ οὖν, φησί τις, ὁ Ἀρχιγένης μικρὸν αὐτὸν εἶναί φησιν; ἴσως ἂν εἴποιμί σοι τὴν αἰτίαν τῆς διαφωνίας, ἂν πρότερον γνῷς, ὅτι τὸ προκείμενον ἀποδέδεικται, τὸ δεῖν εἰς τὴν περὶ τῶν ἐν σφυγμοῖς αἰτίων
854
θεωρίαν ἐπίστασθαι τὸν σύμμετρον ἀνδρὶ λογικῷ τ’ εἶναι βουλομένῳ καὶ σὺν τῷ τῆς αἰτίας λογισμῷ πάντ’ ἐπίστασθαι προῃρημένῳ. καὶ τοῦτο μὲν ἴσως ἧττον, (ἐρεῖ γάρ τις μὴ βούλεσθαι λογικὸς εἶναι,) τὸ δ’ ὀλίγῳ πρόσθεν ἀναβληθὲν, ὡς ἄξιον σκέψεως, ἤδη θεασώμεθα, τὸ μηδένα τῶν ἐμπειρικῶν δύνασθαι τὴν τήρησιν ἀκριβῆ καὶ διηρθρωμένην ποιήσασθαι, πρὶν τὸν ἁπλῶς σύμμετρον ἐξευρεῖν. ἐπειδὴ γὰρ αὐτῷ πρόκειται μὴ μόνον εἰ τρέπει τοὺς σφυγμοὺς εἰς τάχος, ἢ μέγεθος, ἤ τι τῶν ἄλλων ἡ παροῦσα περίστασις, ἀλλὰ καὶ μέχρι πόσου τρέπει γιγνώσκειν, ἡ γὰρ ὅλη χρεία τῆς διὰ τῶν σφυγμῶν προγνώσεως ἐν τούτῳ μάλιστα περιέχεται, τὸ δ’ ἄχρι πόσου τρέπει διαγινώσκειν ἀμήχανον ἀγνοοῦντα τὸ κατὰ φύσιν, ἀνάγκη προεπίστασθαι τὸ κατὰ φύσιν ἑκάστου τῶν νοσούντων, εἰ μέλλει τὸ ποσὸν τῆς παρούσης τροπῆς διαγνώσεσθαι. οὐ μὴν ἅπασί γε τοῖς νοσοῦσιν ὑγιαίνουσιν ἐνέτυχεν, ἵν’ ἐκ τῆς πείρας μάθοι, εἶτα μεμνημένος παραβάλλοι τοῖς νοσοῦσι τὴν φύσιν. πῶς οὖν ἔτι δυνήσεται δι’ ἐμπειρίας ἔχειν τὸ προκείμενον; ἢ πάλιν κᾀνταῦθα
855
κατὰ κοινότητάς τινας ἡ τήρησις ἔσται; πῶς καὶ τίνα τρόπον; οὐ γὰρ ἔθ’ ὁμοίως ἐνταυθοῖ δυνατὸν, ὡς ἐπὶ τῶν ἔξωθεν αἰτίων, τὰ μὲν ἄλλα φυλάττειν ἄτρεπτα, μόνον δ’ ὑπαλλάττειν καθ’ ὃ τὴν τήρησιν ἐποιούμεθα. καὶ γὰρ καὶ χρώματα καὶ σχήματα καὶ ὀσμαὶ καὶ μήκη καὶ πλάτη καὶ βάθη σωμάτων καὶ λεπτότητες καὶ πάχη καὶ ἡ κατὰ γένη τε καὶ ἡλικίας καὶ χώρας καὶ ὥρας καὶ τὴν παροῦσαν κατάστασιν διαφορὰ πᾶσιν ἐξ ἀνάγκης ὑπάρχει τοῖς ἀνθρώποις, ὥστ’ ἐπειδὴ χωρὶς μὲν τούτων οὐκ ἂν εὕροις οὐδένα, τὴν τήρησιν δὲ τὴν ἐν αὐτοῖς χαλεπὸν ἀγαγεῖν ὑπὸ τῶν ὀλίγον πρόσθεν εἰρημένων, ἐπὶ τῶν ἔξωθεν αἰτίων τροπῶν ἑτέρας τινὸς ἡμῖν δεήσει μεθόδου. ὅτι δὲ χαλεπὸν ἐπὶ τούτου τὴν τήρησιν ποιήσασθαι, μάθοις ἂν, εἰ μὴ λόγῳ μόνον, ἀλλὰ καὶ δι’ αὐτῶν τῶν ἔργων ἐθέλοις ἐξευρίσκειν ἀνθρώπους δύο καθ’ ἕν τι μόνον ἑκάστοτε διαφέροντας, ἐν δὲ τοῖς ἄλλοις ἅπασιν ὡσαύτως ἔχοντας. οὐ γὰρ εὑρήσεις ῥᾳδίως πρὸς τῷ καὶ παμπόλλας γίνεσθαι τὰς τῶν ἐπαλλάξεων συζυγίας καὶ μακροῦ μὲν χρόνου δεῖσθαι πρὸς τὴν τήρησιν, ἀμηχάνου δέ τινος καὶ
856
θαυμαστῆς μνήμης. τά τε γὰρ ἄλλα καὶ τὰ μηδὲν εἰς τὴν τροπὴν τῶν σφυγμῶν διαφέροντα παραφυλάττειν ἀναγκαῖόν ἐστι μέχρι πλείστου τοῖς ἐμπειρικοῖς, ἵν’ αὐτό γε τοῦθ’, ὅτι μηδὲν διαφέρει, βεβαίως ἐπιγνῶσι. καὶ τοῦτ’ ἔστι τὸ μάλιστα τὴν ἄλογόν τε καὶ ἀμέθοδον κίνησιν εἰς ἀπέραντόν τι χρόνου μῆκος ἐκτοπίζον, καὶ διὰ τοῦτ’ ἀεί φαμεν, ὥσπερ οὖν καὶ δι’ ἑτέρων ἐπέδειξα, τηρήσει μόνῃ συστήσασθαι τὴν τέχνην, ἄνευ λογισμοῦ τῶν ἀδυνάτων ὑπάρχειν. κᾂν εἰ συγχωρηθείη γε ταῦτα πάντα, τὸ γοῦν ποσὸν τῆς καθ’ ἕκαστον αὐτῶν τροπῆς ἀμνημόνευτον γενήσεται πρὸς μηδὲν μέτρον ὡρισμένον ἀναφέρειν ἡμῶν τάς θ’ ὑπερβολὰς καὶ τὰς ἐνδείας δυναμένων. πῶς γὰρ ἄν τις μνημονεύσειεν ἅπαντα ταῦτα, συμπλέξας ἀλλήλοις τὰ τοῖς σώμασιν ἐξ ἀνάγκης ὑπάρχοντα μετὰ τοῦ καθ’ ἕκαστον αὐτῶν ποσοῦ; πάντως γὰρ ἡ συμπλοκὴ τοιάδε, τις ἔσται· τῷ λευκῷ μὲν ἐπὶ τοσοῦτον, εὐρυστέρνῳ δὲ ἐπὶ τοσοῦτον· ὁμοίως δὲ παχεῖ μέχρι τοσοῦδε καὶ πλάτους καὶ βάθους τοῦ κατὰ τὸ σῶμα μέχρι τοσοῦδε, προήκοντι, ἄῤῥενι ὄντι καὶ παιδὶ καὶ ἐν ὥρᾳ θερινῇ καὶ ἐν χωρίῳ φύσει ψυχρῷ
857
καὶ ἐν καταστάσει ξηρᾷ τοιόσδε τις ὁ σφυγμός ἐστι. τοιαύτας γάρ τινας συμπλοκὰς ἀπεράντους τὸ πλῆθος ὑπὸ μηδενὸς ἀνθρώπων μήτε τηρηθῆναι μήτε μνημονευθῆναι δυναμένας, ἀλλ’ ἄχρι λόγου μόνον ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς τὸ δυνατὸν ἐχούσας, ἐπ’ αὐτῶν δὲ τῶν ἔργων τῆς τέχνης ἀδυνάτους ἐξελεγχομένας, ἀναγκαῖον ἔσται συμπλέκειν. εἰ δὲ δὴ καὶ τῷ μᾶλλόν τε καὶ ἧττον ἅπασι τοῖς εἰρημένοις αἱ τοιαῦται συζεύξεις μέλλοιεν ἀλλήλων διαφέρειν, ὥσπερ οὖν διαφέρουσιν, εἰς ὅσην ἀμηχανίαν ἄξουσι τὸν τηρητικὸν, οἶμαι πρόδηλον ὑπάρχειν. ἄμεινον οὖν ἴσως μὴ διατρίβειν ἔτι, μηδ’ ἐγχρονίζειν, ἐνδεικνύμενον τὸ χαλεπὸν καὶ ἀπέραντον τῆς ἐμπειρικῆς τηρήσεως, ἀλλ’ αὐτὸν δεῖξαι μέθοδόν τινα λογικὴν, ᾗ χρώμενοι τὸ παρὰ τῆς ἐμπειρίας χρηστὸν ἑτοίμως ληψόμεθα. τίς δ’ ἂν εἴη μέθοδος; ἡ τοιάδε· μάλιστα τὴν ἀρίστην τοῦ σώματος ἡμῶν ἐξευρόντας κατασκευὴν πρῶτα μὲν ἐπισκέψασθαι χρὴ, ποῖοί τινες οἱ κατ’ αὐτήν εἰσι σφυγμοὶ, καὶ τοῦθ’ οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε ποιητέον, ἀλλ’ ἐν τοιαύτῃ καταστάσει λαβόντας τὸν ἄνθρωπον, ἐν οἵᾳ τὴν οἰκείαν κίνησιν οἱ σφυγμοὶ φυλάττουσιν ὑπὸ μηδενὸς τῶν 
858
ἔξωθεν αἰτίων τετραμμένοι. γένοιτο δ’ ἂν τοῦτο μήτ’ ἀργίᾳ μακρᾷ κατεσχημένου μήθ’ ὑπόγυιον γεγυμνασμένου, ἀλλὰ μηδ’ ἐν ἀσιτίᾳ μακρᾷ γεγονότος, ἢ ἀρτίως ἐδηδοκότος. εἶναι δὲ χρὴ καὶ τὸ περιέχον εὔκρατον δηλονότι καὶ τὸν ἄνθρωπον ἔξω τῶν ψυχικῶν παθημάτων, ἐν γαλήνῃ καθαρᾷ τὴν ψυχὴν ἔχοντα. μετὰ δὲ ταῦτα τὰς μοχθηρὰς τοῦ σώματος κατασκευὰς εὑρόντα πρῶτον μὲν ἐξαριθμήσασθαι τὰς διαφορὰς αὐτῶν, ἔπειτα δὲ τάς τε ὑπερβολὰς, καὶ τὰς ἐνδείας τὰς ἐν αὐταῖς κατιδόντα τῇ συμμέτρῳ τε καὶ ἀρίστῃ παραβάλλειν, καὶ λογίσασθαι μὲν πρῶτον, ὅσον εἰκὸς διαλλάττειν τοὺς ἐν ταῖς τοιαύταις φύσεσι σφυγμοὺς τῶν ἐν τῇ ἀρίστῃ, ἔπειτα καὶ δι’ αὐτῆς τῆς πείρας βασανίσαι τὸν λόγον, εἰ ὁμολογεῖ τοῖς ἐναργέσι, καὶ τοῦτο πολλάκις ποιήσαντα καὶ δι’ ἀσκήσεως μακρᾶς τόν τε λογισμὸν καὶ τὴν ἁφὴν γυμνάσαντα, τότε νομίζειν ἤδη βεβαίως ἐπίστασθαι τόν τε σύμμετρον ἐν ἅπασι τοῖς γένεσιν τῶν σφυγμῶν καὶ τοὺς ὁπωσοῦν ὑπερβάλλοντας τοῦδε, ἢ ἐλλείποντας. ἐμοὶ μὲν εἴρηται τὸ πᾶν· ὅστις δὲ ἢ τὴν φύσιν τοῦ σώματος ἡμῶν, ἢ τὰς μοχθηρὰς οὐκ
859
οἶδεν, ἢ λόγῳ μὲν αὐτὰς ἐπεσκέψατο, διαγινώσκειν δ’ ἐντυγχάνων οὐκ ἐμελέτησεν, οὐδὲ ἂν ἔχοι πλέον ἐκ τοῦ παρόντος λόγου. δικαίως οὖν ἐστιν ἐκεῖνα πρότερον ἐκμαθὼν οὕτως ἐπὶ τάδε ἥκειν. καὶ γὰρ οὐ τὴν τυχοῦσαν ἐν αὐταῖς εὑρήσει διαφωνίαν τοῖς τε παλαιοῖς ἰατροῖς πρὸς ἀλλήλους τοῖς τε νεωτέροις οὐ πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς παλαιούς. οὔτε γὰρ τίς ἡ ἀρίστη φύσις ὡμολόγηται πᾶσιν οὔτε τῶν μοχθηρῶν ὁ ἀριθμὸς εὕρηταί πως. καὶ τὰ σημεῖα, δι’ ὧν τις ἢ τὰς ἀρίστας, ἢ τὰς μοχθηρὰς γνωρίζοι, παντάπασιν ὀλίγοι τῶν ἰατρῶν ἔγραψαν. εἰ δὲ καὶ ταῦτα πάντα τοῖς ἔμπροσθεν ὡμολόγητό τε καὶ δεόντως εὕρητο, διαγινώσκειν γοῦν ἐπ’ αὐτῶν τῶν ἔργων τὰς φύσεις ἐχρῆν πρότερον ἀσκήσαντας, καὶ οὕτως ἐπιχειρεῖν τῇ περὶ τοὺς σφυγμοὺς τέχνῃ. τάχα τινὲς ἀχθεσθήσονται τῷ πλήθει τῆς ἐπεισαγομένης θεωρίας, ἀλλ’ ἡμεῖς γ’ οὐκ ἀχθεσθησόμεθα προπηλακιζομένου τοῦ πράγματος. οὐδὲ γὰρ ἠλπίσαμέν ποτε πάντας ἀρέσκειν, ἢ ὠφελήσειν αὐτό. πάνυ δὲ τοῦτο σαφῶς καὶ ἀκριβῶς ἐπιστάμενοι, πλὴν ἑνὸς τοῦ τῆς ἀληθείας ἐραστοῦ, τοῖς
860
ἄλλοις ἅπασι λῆρον εἶναι μακρὸν δόξαι τοὺς τοιούτους λόγους, ἐπὶ τὴν διέξοδον αὐτῶν ἐτραπόμεθα τὸν ἕνα τῶν πολλῶν προτιμήσαντες. εἰ δὲ δὴ καὶ ἡμᾶς τις αὐτοὺς ἐθεάσατο περὶ τοῖς νοσοῦσι τά τε προγεγονότα καὶ μέλλοντα προλέγοντας, οἶμαι καὶ τοῦτον, εἰ μὴ παντάπασιν εἴη κηφὴν, ἐρασθήσεσθαι τῆς θεωρίας, εἰ καὶ μακροτέρα φαίνοιτο, χρήσιμον οὕτω καὶ καλὸν τέλος ἐπαγγελλομένης.